# Catena In Epistulam Ad Romanos (typus Monacensis) 9.6.3

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 9, Verse 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/9.6.3

Θεοδώρου Μονάκου. Ἐπειδὴ τοίνυν τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν, ὅτι εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγόρημα τοῦ Θεοῦ, ὡς διαψευσαμένου τὰς ἐπαγγελίας, καὶ μηδὲν δεδωκότος τῷ σπέρματι τοῦ Ἁβραὰμ, δείκνυσιν ὅτι οὐ τοὺς κατὰ σάρκα Ἰσραηλίτας ἐδήλου ἡ γραφὴ, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας, ὅτι ἄξιοι εἰσὶν Ἰσραηλῖται προσαγορεύεσθαι, καὶ τέκνα τοῦ Ἀβρααμ κἂν μὴ ὦσι σπέρμα αὐτοῦ. τῶν γὰρ τοιούτων πατέρα αὐτὸν ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. εἰπὼν δὲ οὐ “πάντες οἱ ἐξ Ἰσραὴλ,” ἔδειξεν ὅτι γεγόνασι πιστοὶ καὶ ἐν τῷ Ισραήλ· εἰ καὶ ὀλίγοι. διὰ γὰρ τοῦτο μετέστησεν ὁ Θεὸς τὴν χάριν ἐπὶ τὰ ἔθνη, ἐπεὶ οἱ πλείους τοῦ Ἰσραὴλ ἐξέκλιναν. εἰπὼν δὲ “ἐν Ἰσαὰκ, δηλοῖ ἐν τρόπῳ τοῦ Τσαάκ. τουτέστιν, ἐξ ἐπαγγελίας ὥσπερ ὁ Ἰσαάκ. οὐ γὰρ οἱ ἐκ σαρκὸς Ἁβραὰμ, οὗτοι πάντως τέκνα Θεοῦ, ἀλλ’ ἐκεῖνοι εἰσὶ τέκνα Ἁβραὰμ, οἱ δίκαιοι. οὗτοι γάρ εἰσιν οἱ ἐξ ἐπαγγελίας, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ Θεὸς υἱοὺς τοῦ Ἁβραάμ· οὓς καὶ προεγίνωσκεν ἀξίους ὄντας ἐπιγράφεσθαι πατέρα τὸν Ἁβραάμ. καὶ γὰρ ὁ ἐξ ἐπαγγελίας Ἰσαὰκ γεγονὼς τῷ Ἁβραὰμ, δίκαιος ὤφθη. ὃν εἰδὼς δίκαιον ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. ὁμοίως δὲ καὶ τοὺς ἐξ ἐθνῶν, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν. Ο οὖν Ἰσαὰκ δι’ ἐπαγγελίας δίκαιος ἦν, καὶ τύπος δικαίων. διὸ καὶ τὸν πρωτότοκον αὐτοῦ τὸν Ἰσμαὴλ παρέδραμεν, ὡς μὴ δίκαιον. ἀσφαλῶς οὖν οὐκ εἶπε γενηθήσεταί σοι σπέρμα, ἀλλὰ “κληθήσεται.” οὐ γὰρ φυσικοὺς υἱοὺς ἐπηγγείλατο, ἀλλὰ κληθησομένους διὰ τὴν τῆς εὐσεβείας πρὸς αὐτὸν οἰκείωσιν. καὶ ἀκόλουθον μὲν ἦν εἰπεῖν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλ’ εἶπε “τοῦ Θεοῦ,” ἵνα δείξη ὅτι τὰ ἄξια τέκνα τοῦ Ἁβραὰμ, ἄξια ἦν καὶ Θεοῦ λέγεσθαι διὰ τὸ τῆς πολιτείας καθαρόν. οἱ μὴ ἄξιοι οὖν τοῦ Ἁβραὰμ, οὐδ’ ἂν ὦσιν ἐξ αὐτοῦ, λογισθήσονται εἰς τέκνα. ἀλλ’ οἱ τὴν πολιτείαν αὐτοῦ ζηλοῦντες, κἂν μὴ ὠσιν ἐξ αὐτοῦ. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ Θεοῦ, ἥτις γίνεται κατὰ δικαιοκρισίαν· καὶ ὡς ἐπὶ τοῦ Ἰσαὰκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
