# Catena In Epistulam I Ad Corinthios ΕΞΗΓΗΣΙΣ.1

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ΕΞΗΓΗΣΙΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-i-ad-corinthios/%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A3%CE%99%CE%A3.1

ΠΑΥΛΟΣ κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός· τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ ἀυτῶν τε καὶ ἤμων· Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει σκοπόν· διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς θαρρεῖν, ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν· διὰ τοῦτο καὶ τῆς ἀποστολικῆς κλήσεως ἐμνημόνευσε· μονονουχὶ λέγων, ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με καὶ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοῦ μὲν καλέσαντος τὸ πᾶν· τοῦ δὲ κληθέντος ὄα ὡς εἰπεῖν γίνεται. Σευηριανοῦ. τοῦτο οὐκ ἁπλῶς προσέθηκεν. ἀλλ’ ἵνα δείξῃ ὅτι Θεοῦ θέλημα τὸ πάντας ἀπὸ Χριστοῦ λέγεσθαι, καὶ τὸ Ἀποστόλους εἶναι. Θεοδωρίτου. Καὶ τοῦτο τῆς διαφωνίας ὡσαύτως κατηγορεῖ. Πατρὸς γὰρ καὶ Υἱοῦ τὴν συμφωνίαν ἀπέδειξεν. διδάσκει δὲ ἡμᾶς καταταυτὸν ὡς ἀδιαφόρως ταῖς προθέσεσι κέχρηται b. ἐνταῦθα γὰρ τὴν “ διὰ” ἐπὶ τοῦ Πατρὸς τέθεικεν. Κυτίλλου. Ἀπεστάλθαι φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός. τοῦτο γὰρ οἶμαι ἐστὶ τὸ “ διὰ θελήματος Θεοῦ.” ἐπειδὴ γὰρ δι’ Υἱοῦ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρός. δι’ αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαι φαμέν. Θεολωρίτου. Σοφῶς δὲ τοὺς παρ’ ἑκάστοις τετιμημένους, ὥσπερ καὶ τὸν Σωσθένην τοῖς ἐν Κορίνθῳ διεγνωσμένοις, καὶ ἁπάσης ἐπιεικείας ἐμπλέω δέχεται συνεπίστέλλοντας. Οἶον ἐκδυσωπῶν τοὺς ἔσθ’ ὅτε τε πρὸς τοῦτο ἰόντας ἀντανίστασθαι τολμᾶν τοῖς παρ’ αὐτοῦ κηρύγμασιν, ἢ καὶ μὴ εὖ πεποιῆσθαι λέγειν αὐτά. τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πραξέων ἱστορία· καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς ὡς ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ “Ελληνες, λίαν ᾐκίσαντο τοῦτον Σετηριανοῦ. Ὁμοῦ μὲν ὡς γνώριμον τοῖς Κορινθίοις ἑαυτῷ συντάττει, καὶ τὸν τῦφον τῶν ἐπὶ λόγοις ἐπαιρομένων καταστέλλει. Τοῦ αὐτοῦ. τὴν κακῶς γεγενημένην συνάπτει διαίρεσιν· μίαν ἐκκλησίαν καὶ Θεοῦ τούτους ἀποκαλῶν· προστίθησι δὲ ἐν Χριστῷ Ἰησοῦ, οὐκ ἐν τῶ δεῖνι. Κτρίλλου. “Οτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις, οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων “ἡγιασμένοις ἐν Χριστῷ, ” ἕως “ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικνεῖσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον· μὴ ἄρα πὼς προσκυνεῖν ἣ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς τὸν νόμον c καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς· ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς. ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἐν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ’ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον· “ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ τόπου “ αὐτοῦ·” ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστηκεν ὁ Χριστός· καὶ τίς αὐτὴν ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν· “ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπω “αὐτῶν τε καὶ ἡμῶν·” τουτέστιν, εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῆ, εἴτε ἦν ἐν ταῖς τῶν ἐθνῶν πόλεσι τε καὶ χώραις. Θέον δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ Ἐκκλησίαν ὀνομάζει, τοὺς ἡγιασμένους. Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων· “εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.” Σετηριλνοῦ. Σκοπῆσαι δεῖ πῶς ἐν ὀλίγοις ῥητοῖς πολλάκις μέμνηται Χριστοῦ Ἰησοῦ. ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου καὶ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει. καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν διαμερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. “ἡγιασμένοις ἐν Χριστῷ Ἱησοῦ.” οὐκ ἄνθρωπός σε φησὶν ἡγίασεν, ἀλλ’ ὁ Θεὸς ἐν Χριστῷ. Θεολωρίτου. Καλεῖ αὐτοὺς κλητοὺς καὶ ἁγίους· καὶ συνάπτει τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι· διδάσκων ὡς οὐκ αὐτοὺς μόνους ὁμονοεῖν προσήκει, ἀλλὰ καὶ πάντας τοὺς τῷ σωτηρίῳ πεπιστευκότας κηρύγματι, ἓν ἔχειν φρόνημα δεῖ. αὕτη δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ δεσπότου Χριστοῦ. Σευτηριανοῦ. Εἰ γὰρ ἄνθρωπον, φησὶ, ἐπικαλῇ, ἀπὸ τούτου καλοῦ. εἰ δὲ Ἰησοῦν Χριστὸν, ἀπὸ τούτου ὀνομάζου, ὃν ἐπικαλῇ. καλῶς δὲ τὸ “ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις.” οὐ γὰρ ὑμεῖς μόνοι, ἀλλὰ πάντες οἱ πανταχοῦ πιστεύοντες Χριστὸν καλοῦσι. καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε, ἀσεβῆ καινότητα ἐπεισάγοντες· καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ “τοῖς ἐπικαλουμένοις·” Θεὸν δεικνὺς τὸν Υἱὸν τοῦ Θεοῦ. Θεὸν γάρ τις ἐπικαλεῖται, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός ἐστι, μιμεῖσθε τοὺς πολλούς· ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε a παρὰ τοὺς ἄλλους· τὸ δὲ “αὐτῶν τε καὶ ἡμῶν,” τῷ Κυρίῳ συνήρμοσται. ἀντὶ τοῦ, καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν. Ὠριγένουσ. Εἰ καὶ πρὸς Κορινθίους τὰ γράμματά ἐστι γεγραμμένα, ἀλλὰ καὶ πάντων τῶν ἐν πᾶσι τῇ γῇ μέμνηται πιστῶν· δεικνὺς ὅτι τὴν ἐπὶ τῆς οἰκουμένης μίαν δεῖ ε==ιναι Ἐκκλησίαν, τόποις πολλοῖς κεχωρισμένην. καὶ πολλῷ μᾶλλον τὴν ἐν Κορίνθῳ. εἰ δὲ τόπος χωρίζει, ἀλλ’ ὁ b αὐτοὺς συνάπτει κοινὸς ὤν c. τοῦτο οὖν λέγει· χάρις καὶ εἰρήνη ὑμῖν τοῖς Κορινθίοις ἡγιασμένοις κλητοῖς γενομένοις· ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν. Ὠριγένουσ. Εἰ πάντες ἦσαν Ἐκκλησίας, τίς ἔτι χρεία προκεῖσθαι d κεῖσθαι d “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις ; “ εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἣ ἐπικαλουμένοις γεγράφθαι μόνον. ἀλλὰ περὶ αὐτῶν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεστήσαμεν, ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν Ἐκκλησίαν ὀφείλονται· τοὺς δὲ ψεκτοὺς οὐκ ἅπαντας μὲν ἔτι πάλαι ὄντας τῇ ἁμαρτίᾳ· ἀλλ’ ἐπικαλουμένους· οὐ μὴν ἤδη καὶ Ἐκκλησία. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι, εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον. Θεοδωρίτου. Ἑκάτερα συνυπακούεται, τά τε τῶν γραφόντων προσώπων τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο. ἀντὶ τοῦ, ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ’ ἡμῖν, ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν. κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντείας τοὺς παρ’ ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες· καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον, εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα τοῖς ἡγιασμένοις ἐν χριστῷ, καὶ δι’ αὐτοῦ κεκλημένοις, μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν. Φωτίου.Μῆ γὰρ νομίσῃς ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμῖν μέλλω καθαίρειν τῆς ἐπὶ τοῦτο φυσιώσεως· ἰδοὺ γὰρ καὶ Σωσθένην ἐμαυτῷ συντάττω, καὶ ἀδελφὸν καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω, κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τὲ γὰρ οὐδὲν ὀνίνησι, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας· καὶ τὸ κοινὸν μερίζει τῆς Ἐκκλησίας σῶμα. “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου.” ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτων αὐτούς· διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τοῦ Θεοῦ, καὶ εἰπὼν “κλητοῖς “ ἁγίοις,” αὐτίκα συνῆψε “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις” καὶ ἑξῆς. Καὶ ὑμῖν φησὶ καὶ σύμπασιν εἴη ἡ ἀπὸ Θεοῦ Πατρὸς χάρις καὶ εἰρήνη· “ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ἐπειδὴ εἰπὼν “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου,” ἐπήγαγεν μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν Κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν “αὐτῶν τε καὶ “ ἡμῶν·” εἰ δὲ κοινὸς ἁπάντων Κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τὸν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὦν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῆ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν σὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάση γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν. Κυτίλλου. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. συνδοτήρ τέ ἐστι καὶ συγχορηγὸς τῷ γεγεννηκότι, τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων. καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη. τῇ πὰρ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς θρόνους τε καὶ ἐξουσίας· καὶ ἅπαξ ἁπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. Θεοδωρίτου. Εἰς καιρὸν αὐτοῖς καὶ τὴν χάριν ἐπηύξατο καὶ τὴν εἰρήνην, ἅτε δὴ διῃρημένοις καὶ στασιάζουσι πρὸς ἀλλήλους. ταύτης δὲ ἔδειξε χορηγὸν οὐ τὸν Πατέρα μόνον, ἀλλὰ καὶ τὸν Υἱόν· τοῦ Πατερὸς καὶ τοῦ δεικνὺς δεικνὺς τὴν ἰσότητα Σευηριανοῦ. Πάρ’ οὗ τὴν χάριν καὶ τὴν εἰρήνην ἔχετε ἀπὸ τοῦ ὀνομάζεσθαι· αἱ γὰρ τούτων θέσεις προσλαμβάνουσαι καὶ πρὸ τῆς κατασκευῆς καὶ τῆς τῶν ἀγώνων γυμνασίας ἄπο εισιν e εἰς τὸ ζητούμενον. Ὡριγενουσ. Ἀπὸ πολλῆς διαθέσεως τὸ κοινὸν ἁρπάζει τῷ “Θεῷ μου” λέγων. καὶ ἰδιοποιεῖται, ὃ καὶ προφήταις ἔθος ἀεὶ λέγειν “ ὁ Θεὸς, ὁ Θεός μου.” καὶ εἰς προτροπὴν αὐτοὺς ἐνάγει, τὸ καὶ αὐτοὺς τοῦτο λέγειν. ὁ γὰρ τοῦτο λέγων, ἄπο πάντων τῶν ανθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως. Σευηριανοῦ. Καὶ τοῦτο οὐκ ἔλαττον εἰς τὴν τῶν προκειμένων ἐπανόρθωσιν· εἰ γὰρ ἡ χάρις ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐκ ἀπ’ ἀνθρώπων, ἀπὸ τούτου φησὶν ὀνομάζεσθαι προσήκει Θεοδωρίτου. Μέλλων κατηγορεῖν προθεραπεύει τὴν ἀκοήν· ὥς τε δέκτην γενέσθαι τὴν ἰατρείαν. ἔχει ’δε καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπεὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς ηὐχαρίστησε δωρεαῖς· λέγει δὲ καὶ ταῦτα σαφέστερον· “ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν “ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ “ ἐβεβαιώθη ἐν ὑμῖν·” ταῦτα τὰ εἴδη τῶν τοῦ Πατρὸς χαρισμάτων· “ ᾧτ’ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ “ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·” “ μαρτύριον δὲ Χριστοῦ,” τὸ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πὼς οἱ κηρύττοντες. οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγεν· “ διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ “ τοῦ ζωογονηκότος τοὺς νεκρούς·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· “ κηρυχθήσεται δὲ τὸ εὐαγγέλιον τοῦτο τῆς “ βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.” βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ, τὴν τῶν σημείων θαυματουργίαν· δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια Σευηριανοῦ. Ἐπιμένει τῷ αὐτῷ. εἰ γὰρ πη αὐτοῦ πλοῦτος· εἰ παρ’ αὐτοῦ γνῶσις, διατί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτῷ ἐπιτιθεῖς· τοῦ δὲ ὡς βαπτίσαντος ; διόπερ προιὼν, φησὶ, “ τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς “ μὴ λαβών;” “ἐν παντὶ λόγῳ,” ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων· διὰ τοῦτο, φησὶν, “ ἐν παντί· λόγῳ καὶ πάσῃ γνώσει” ἐπειδὴ καὶ τῆς γνώσεως δεαφοραὶ φοραὶ πολλαί· καὶ πάσῃ γνώσει” Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν ἡττωμένοις “ καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη “ ἐν ὑμῖν. c Φωτίου.“ Μαρτύριον Χριστοῦ.” ἣ τὸ ἑκούσιον καὶ σωτήριον πάθος, καὶ ἁπλῶς ἡ ὑπὲρ ἡμῶν τοῦ λόγου κένωσις καὶ ἐνανθρώπησις. ἢ “ μαρτύριον Χριστοῦ” ἡ τῶν σημείων χάρις καὶ δωρέα· καὶ γάρ ἐστι ταῦτα μαρτύριον τῆς εἰς Χριστὸν πίστεως καὶ τῆς θεότητος αὐτοῦ καὶ μεγαλειότητος αὐτοῦ. ἦσαν γὰρ ἦσαν οἱ Κορίνθιοι πλουτοῦντες ἐν τούτοις· ἐπεὶ οὑν ταῦτα, φησὶν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει· καλῶς, φησὶν, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων, ὁ τε λόγος καὶ ἡ γνῶσις· ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι· καὶ τὸ ὥστε μὴ “ ὑστερεῖσθαι ὑμᾶς,” πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνάδει Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Θεοδωρίτου. Εἰ ὁ πλοῦτος ἄνωθεν ὁλόκληρος εἰς ὑμᾶς ἦλθεν, καὶ οὐδὲν ὑμῖν λείπει τῶν χαρισμάτων παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ δεδομένων· διατί ἀπὸ τῶν μὴ δεδωκότων ὑμῶν ταῦτα, διακωλυομένων δὲ, ὀνομάζεσθαι βούλεσθε; οὐκ ἀνθρώπου προσδοκᾶτε παρουσίαν· οὐ ψιλὸν ἄνθρωπον ἐκδέχεσθε· ἀπὸ τούτου ὀνομάζεσθε· πρὸς τοῦτο γὰρ αὐτῷ πάντα κατεσκεύασται τὰ λεγόμενα νῦν. Ὠριγένουσ. Ἀποκάλυψιν λέγει· δεικνὺς ὅτι πᾶν μὴ ὁρᾶται, ἀλλὰ ἔστιν καὶ πάρεστιν. καὶ μὴν καὶ τότε φανήσεται. Θεοδωρίτου. “Ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χα- “ ρίσματι,” φησὶ, καὶ γὰρ προφητικῆς μετέλαβον χάριτος, καὶ γλώτταις διαφόροις ἐλάλουν· ὡς ἐν τοῖς μετὰ ταῦτα διδάσκει σαφέστερον. τούτων δὲ ἀπελαύσατε, φησὶν, ἵνα τὴν δευτέραν ἐπιφάνειαν τοῦ Σωτῆρος ὑπομείνητε. Θεοδωρίτου. Λοιπὸν γὰρ, φησὶ, πεπληρωμένους τῶν καλῶν, πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέ- ξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ἠνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας, οὐ δυνατὸν ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας. εἶπεν δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἡμῖν. Ὠριγένουσ. Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει, οὔτε ἐκεῖνα δικαίοις. φημὶ δὴ τὸ παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα πάντες τὰ αὐτὰ “ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα” καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ Ἐκκλησία ἀναμεμιγμένη· εἰ γε χρὴ Ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ὁ Ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαῖον πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό· “ εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε,” ἄξιον εὐχαριστεῖν ἐφ’ οἷς λέγει ἐπαινετοῖς. καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν, ποτὲ δὲ μὴ, ἀλλὰ πάντοτε εὐχαριστεῖν· ἐάν τινα εἰδῶ ποτὲ μὲν πράττοντα, ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ’ ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ· ἐν τινὶ δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ Θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ, ὅτ’ ἃν ὑγιαίνωσιν, ὅτ’ ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον, ὅτ’ ἃν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῷ πνεύματι, πλουτοῦντας λόγῳ σοφίας, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ ἀυτῶν. Ιδωμεν οὖν τὴν χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ· ἵνα ζηλώσομεν· μὲν· “ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.“ μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες, καὶ μηδενὸς τῶν κατὰ Θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν, καὶ τῶν παρ’ αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν· “ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.” ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν· ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίσκειν καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν, παντὶ λόγῳ κεχρῆσθαι, τῷ τε διεξοδικῷ καλουμένῳ, καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν· καὶ παρεσκεύασθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως· καὶ τῷ e τῆς ἀληθείας συνίστασθαι δόγματι· καὶ ἀναπληρῶσαι τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· “ ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν “ παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.” οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφὰς, ἀλλ’ ἵνα καὶ εἴπῃ, αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει· ὁ δὲ λόγος καὶ τὸ ἔγνως μένον ἑρμηνεύει. “ Καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ὑμῖν·” ὁ Χριστὸς, ἵν οὕτως ὀνομάσω, ἀρχίματρυρ ἐστί· καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων· τοῦτο μὲν τὸ μαρτύριον Χριστοῦ. παρ’ οἷς μὲν βέβαιόν ἐστι· παρ’ οἷς δὲ οὐκ ἔστι βέβαιον, ἀλλὰ σείεται· εἰ μὲν γὰρ η πίστις τοιαύτη ἐστιν η πέρι του μαρτυρίου, ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν, “ πέπεισμαι δὲ ὅτι οὔτε “ θάνατος, οὔτε ἡ ζωὴ“ καὶ τὰ ἑξῆς, “ δυνήσεται ὑμᾶς χωρίσαι “ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ὑμῶν.” βέβαιον ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοι ἐσμὲν, ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ἡμῖν· καὶ πᾶν ἄλλως ἐκληρώμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ, μαρτύριον ἐστὶ Χριστοῦ· καλόν οὖν ἐστι βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ. Καὶ ἄλλως. ἴδε τὸ μαρτύριον Χριστοῦ συνεπιμαρτυροῦντος αὐτῷ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πατρὸς Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις, “ ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι “ ἐν μηδενὶ χαρίσματι·” ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται· καὶ ἐν τοῖς πο f ἑξῆς τῆς ἐπιστολῆς, “ ἀπεκδεχομένους “ τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ εἶχε τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, “ ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ.” ἤτοι Χριστὸς Ἰησοῦς ἀποκαλύπτει ὡς καὶ βεβαίωσει ὑμᾶς ἕως τέλους· τίς βέβαιοι ; Χριστὸς Ἰησοῦς, ὁ Λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ’ “ ἕως “ τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριἕως “ στοῦ.” ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον. οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. κἂν ἔχειν τίς δοκῇ ἐπὶ τοῦ πάροντος τὸ ἀνέγκλητον ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg012.local001/.
