Ancient Greek · ~86 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios ΚΕΦ. Β..1
Not analysed yet
Κατὰ πορνῶν καὶ πορνείας, καὶ τῶν τούτοις κοινωνούντων. Τί θέλετε ; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πρᾳότητος ; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν· καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῆ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοι- οῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῆ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Κυτίλλου. βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵα τινὶ ἐπάγω τοῖς ἡμαρτηκόσιν· ἣ ἐν Πνεύματι πρᾳότητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς ; ἀλλ’ ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τὸ ῥάθυμον καὶ τοιαύτης παρανομίας τὴν ἐπιχείρησιν, περὶ ἧς καὶ ἡ θεόπνευστος ἔφη γραφὴ περὶ τῶν ἐξ Ἰερουσαλὴμ διὰ φωνῆς Ἰωὴλ j, “καὶ υἱὸς “καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτοῦ·” ταύτην φησὶ, τὴν πορνείαν, “οὐδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκοῦσαι·” Θησέα γὰρ ἠκηκόει που κατὰ τὸ εἰκὸς τεθηγμένον ἐπὶ τῷ ἰδίῳ παιδί· ἐπαρασάμενόν τε αὐτῷ· καὶ δὴ καὶ ἀπεκτονότα διαβεβλημένον ἐκ μητρυῖας, καὶ ἑτέρους τινὰς ἐπὶ τοιοῖσδε αἰτιάμασι ταῖς τῶν ποιητῶν εὐστομίαις κατεσκωμμένους. Ὠριγενουσ. Οὐκ ἀεὶ οὔτε ὁ Θεὸς οὔτε οἱ τούτου μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας· οὐ δὲ ἀεὶ τοῖς ἀποτόμοις· ἀλλὰ πότε μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ κ. ἐπεὶ οὖν εἶχε ῥάβδον ὁ Παύλου λόγος· εἶχε δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων μὴ θέλων προπεπέστερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος· ἀλλ’ ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι· καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως· εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων, “ὅλως “ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν.” μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ, ἵνα μὴ πέσωμεν· καὶ ἄλλο δὲ μαθεῖν, ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένους πορνεύουσιν, μὴ φυσιῶνται· εἰδότες ὅτι καὶ αὐτοὶ ἀμαρτωλοί 1 εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ’ αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος· καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ, ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ εἶναι πόρνον ἐν αὐτοῖς· καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσι διαφοραί· ὥστε εἶναι πορνείαν βαρυτάτην m τινὰ, καὶ ἄλλην ἐλάττονα· καὶ ἄλλην ἔτι ἐλάττονα· οὐκ οὖν ἐν τῇ κρίσει τοῦ Θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται, οὐ δὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι· ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἰ τίς n παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον, πορνείαν ὁ Ἀπόστολος καλεῖ· καὶ τοιαύτην οἵαν “μὴ δὲ ἐν τοῖς ἔθνεσιν ἐστιν ἀκούειν ἴνα διδάξῃ ἡμᾶς ὅτι ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι, ἀλλ’ εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν, κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· “καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ “μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο “ποιήσας ”πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις· ἐπὰν γὰρ ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα, ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγετε τὸ “καὶ ὑμεῖς πεφυσιω- “μένοι ἐστε.” Θεοδωρίτου. Μέγα ἐφρόνουν ὡς πεπαιδευμένον ἔχοντες· οὐκ ἐναντία δὲ νομοθετεῖ· οὐ γὰρ εἶπεν, τί δήποτε οὐκ ἐξηλάσατε ; ἀπηγόρευσεν ἄνω τὸ κρίνειν τοῖς διδασκάλοις· ἀλλὰ τίνος χάριν οὐκ ἐθρηνήσατε τὸν Θεὸν ἱκετεύοντες· ὥστε τῆς τούτου λώβης ἀπαλλαγῆναι. Σευηριανοῦ. Οὐκ ἐπειδὴ γυναῖκα τὸν εἰρημένον τρόπον ἐκεῖνος· ἀλλ’ ὅτι ἐλλόγιμος ἦν, καὶ οὐχὶ ἐπένθουν ὅτι γυναῖκα τοῦ πατρὸς εἶχεν· ἀλλ’ ἐπεφυσίωντο, ὅτι εὐπαίδευτος ἦν· τὸ γὰρ πένθος αὐτῶν, ἣ ἐχώριζεν τὸν πορνεύσαντα ἐπιμένοντα, ἣ τοῦ πράγματος τὴν ἀτοπίαν ἐξώριζεν καὶ ἐπανῆγεν αὐτόν. Θεοδωριανοῦ. Μηδεὶς ὑμῶν ἕτερόν τι βουλεύσηται· ἐκφέρω γὰρ παραυτίκα τὴν ψῆφον. Σευηριανοῦ. Οὐχ ἁπλῶς ἐργασάμενον, ἀλλὰ “κατεργασά- “μενον·” οὐ γὰρ συναρπασθεὶς ἔπεσεν· ἀλλ’ ἔργῳ ἐχρήσατο τῷ κακῷ· καὶ Πνεύματι δὲ παρεῖναι λέγει συμψηφιζόμενος καὶ συγκατακρίνων· Πνεῦμα δὲ τὸ χάρισμα λέγει· συναχθέντων σὺν τῇ m βαριτάτην Cod. n Fors. εἷς τις. δυνάμει τοῦ Χριστοῦ· οἱ φυσιούμενοι ἐπὶ τῷ πορνεύσαντι διὰ τὴν ἐλλογιμότητα, μέρος ἦσαν τοῦ παντός· πάντας δὲ πρὸς τὴν κατάκρισιν τὴν ἐπὶ τῇ πορνείᾳ συναχθῆναι καλεῖ. Θεοώρου. Ἐδυσώπησεν τῇ μνήμῃ τοῦ Χριστοῦ· ὥστε μὴ τῇ χάριτι τῇ πρὸς ἐκεῖνον παριδεῖν τὸ δέον· “παραδοῦναι τὸν “τοιοῦτον τῷ Σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα “σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” τὸ μὲν παραδοῦναι τῷ Σατανᾷ, οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων εἰπεν· ἀλλ’ ὡς ἂν τῷ τῆς ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ Θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ Σατανᾷ γενομένην ἐξουσίαν· ἡ μὲν γὰρ παρ’ αὐτοῦ τιμωρία ἦν τὸ τῆς ἐκκλησίας αὐτὸν ἐξῶσαι· ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν· ὁ μέντοι Ἀπόστολος, ἀντὶ τῆς τιμωρίας γὰρ ἀποβαῖνον εἰπεν, ὥστε φοβῆσαι μᾶλλον· ἐξῶσαι δὲ φησὶν αὐτὸν, οὐκ ἀλλοτριῶσαι πάντη βουλόμενος· ἀλλὰ τοῦ οἰκείου αἰσθόμενος πλημμελήματος, μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον σύντριψας ἑαυτὸν, δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι· ὄλεθρον εἶπεν σαρκὸς, τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν· καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ Πνεύματος δυνάμει γενέσθαι μέλλει· πολλάκις ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ Πνεύματος λαμβάνει σημασίαν. οὕτως ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, “ὑμεῖς δὲ οὐκ “ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι·” ἀντὶ τοῦ ἔξω τῆς τοῦ θανάτου γεγονότες ἀποφάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε. Ἰωάννου Ὥσπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν, ἀλλ’ οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως· ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως· ἵνα μαστίζῃ αὐτὸν ἕλκει πονήρῳ ἢ νόσῳ ἑτέρᾳ· καὶ μὴν ἀλλαχοῦ φησὶν, “ὅτι ὑπὸ τοῦ Κυρίου κρινόμεθα ταῦτα πάσχοντες·” ἀλλ’ ἐνταῦθα ὥστε μᾶλλον καθάψασθαι, τῷ Σατανᾷ παραδίδωσιν· καὶ τοῦτο δὲ τὸ τῷ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα· ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει, ἵνα τὸ πνεῦμα σωθῇ, τοῦτ’ ἐστιν ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης· ἀλλ’ ὡς ὡμολογημένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιρρήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας· καὶ γὰρ θνητὸν δι’ αὐτὴν ἐγένετο ἁμαρτήσασαν· κἂν αὐτὴ δικαιοπραγήσῃ πάλιν, πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. τινὲς δὲ, τὸ πνεῦμα, τὸ χάρισμα φησὶν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν· ἱν οὖν μὴ τοῦτο γένηται φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σῶον αὐτὸ παρεχόμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Ὡριγενουσ. Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς· οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ’ εἰς ὄλεθρον τῆς σαρκὸς. ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, παραδίδοται· ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοήσει καὶ ἐπιστρέψει· ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς· ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος, καὶ ἐκβάλλειν τῆς ποίμνης. ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον· ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ’ ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες, ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομολογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας πρόσ’ ἄγοντες· παραδίδονται γὰρ, ἵνα παιδευθῶσιν ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ’ ἔστι τὸ φρόνημα τῆς σαρκὸς· οὐχ ἴνα ἐκστήσῃ αὐτοὺς οὐχ ἴνα ἄλλο τι ποιήσῃ ἀλλ’ ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς ψυχῆς αὐτῶν· οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν· ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν· ἵνα μὴ εἴπῃ καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου· ἀλλὰ τὸ πνεῦμα σωθῇ· ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενος αὐτὸς κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ Πνεύματι, Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι· “εἰ γὰρ καὶ “τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμὶ χαίρων καὶ “βλέπων τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.” οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι πάρειμι καὶ βλέπω τῆς ἐκκλησίας τὰ προτερήματα, ἢ τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. τοιοῦτος ἦν Ἐλισσαῖος n. εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, Πνεύματι συναπῆλθεν τῷ ο καὶ φησὶν πρὸς αὐτόν· οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ἡνίκα ἔλαβες τὸ διτάλαντον τοῦ ἀργυρίου, καὶ ἔλαβες τὰς στολὰς ἀπὸ τοῦ Σύρου ; ἀρ᾿ οὐν Ελισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν· Παῦλος δὲ ὁ τοῦ Χριστοῦ Ἀπόστολος, ὁ ζηλῶν τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν ; ἀλλ’ ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω, ὅτι ἦν Παῦλος οὐ μόνον Ἀπόστολος, ἀλλὰ καὶ προφήτης. τοιοῦτος ἦν ὅτε φησὶν, “ἕπονται οἱ ἄν- “θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφη- “μοι, γονεῦσιν ἀπειθεῖς· ταῦτα γὰρ οὐχ ὡς Ἀπόστολος, ἀλλ’ ὡς προφήτης εἰπεν· καὶ τὸ Πνεῦμα δὲ φησὶ ῥητῶς λέγει “ὅτι ἐν “ἐσχάτοις καιροῖς ἀποστήσονται τινες τῆς πίστεως.” ποῖον δὲ Πνεῦμα ; ὡσεὶ ἔλεγε τὸ ἐν ἐμοὶ Πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ Πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ Πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ. Σευηριανοῦ. ΚΑῚ Θεοδωρίτου. Τὸ πνεῦμα οὐ τὴν ἀλλὰ τὸ χάρισμα ἔφασαν. Φωτίου. Εἰ ἃ πράττεται ἐν τοῖς ἔθνεσι, ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει· τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσιν καὶ ἐν ὑμῖν τοῖς πιστοῖς ταῦτα τὰ αἴσχη πράττεσθαι· πόσην τὴν κατηγορίαν αὔξει ; εἰ δὲ τοῦτο τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μήδ’ ἐν ἐκείνοις, τίνα κακίαν οὐκ ὑπερακοντίζει ; τόδε “ὅλως “ἀκούεται,” ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος . φεῦ τῆς ἀτοπίας· ὅλως, φησὶν, ἀκούεται, ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ ; ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. αἰ ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμη παλαιᾷ. μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ὠριγένουσ. Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ τῆς παλαιᾶς ζύμης ἔχων P ἐν ἑαυτῷ, ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν. ἡ νέα ζύμη φαίνεται· Ἰησοῦς ὁ Χριστὸς ἐστιν ἡ νέα ζύμη· ἐσθίομεν οὖν πρῶτον ἄζυμα· ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τούτων ὁ Ἀπόστολος διδάσκων φησίν· “ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα· “καθώς ἐστε ἄζυμοι·” οἷόν τι παρὰ Ἰουδαίοις γίνεται· ἐὰν ἐπιφώσκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην· πάντα τόπον τῆς οἰκίας περιαθροῦντες, μήποτε ζύμη ἐκεῖ εὑρεθῇ· οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον, μήπου ζύμη ἐκεῖ, “ἵνα ἦτε τελέον φύραμα, καθώς ἐστε ἄζυμοι.” ἐπεὶ ἦσαν ἐν Κορίνθῳ, οἱ μὲν ἅγιοι, οἱ δὲ οὐ τοιοῦτοι ἀλλ’ ἁμαρτωλοὶ, καθὰ ἐν προοιμίοις τῆς Ἐπιστολῆς φθάσαντες ἔφαμεν· διὰ τοὺς ἐπαινετοὺς, φησὶ, “καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη “Χριστός·” ὁρῶν ὅτι κατὰ τὸν Μώσεως νόμον πρῶτον τὸ πάσχα γίνεται, καὶ θύεται τὸ πρόβατον· εἶτα μετὰ τὸ πρόβατον, ἄζυμα ἐσθίουσι· διὰ τοῦτο εἶπεν “ἤδη τὸ πάσχα τέθυται Χριστός· ὥστε “ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μὴ δὲ ἐν ζύμῃ κακίας καὶ “πονηρίας· ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·” εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά. Θεοδωρου. Ἀκολούθως καὶ νῦν ἐχρήσατο τῇ ἐπαγωγῇ μετὰ τὴν ἀπόφασιν ὡς γὰρ παρὼν, οὕτω πρὸς τοὺς παρόντας λοιπὸν διαλέγεται, καὶ φησὶν, ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεται τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν· καὶ ἀκολουθῶν τῷ παραδείγματι, ἀπὸ τῶν πραγμάτων τὴν πρὸς αὐτοὺς ποιεῖται παραίνεσιν. Σευηριανοῦ. Ὁρᾷς ὅτι ἐκαυχῶντο ἐπ’ ἐκείνῳ, οὐ τῇ τοῦ πταίσματος προσέχοντες, ἀλλ’ ὑπὸ τῆς ἐλλογιμότητος αὐτοῦ φυσιούμενοι. Ἰωάννου. Iva, φησι, πάντες ἤτε τοῦ νέου φυράματος νέον γὰρ ἄνθρωπον οἶδεν ἡ γραφὴ τὸν ἄρτιον, παλαιὸν δὲ τὸν ἀσεβῆ· δηλοῖ δὲ ὅτι οὐ πολλοὶ ἦσαν παρ’ αὐτοῖς ἁμαρτωλοί· “ἵνα,” φησὶν, “ἦτε·” τοῦτ’ ἐστιν ἐκτὸς τῆς παλαιᾶς ζύμης ἐκείνης, πέρι ἧς εἶπεν. Τοῦ Αὐτοῦ. Ὁ “γὰρ” σύνδεσμός ἐστιν αἰτιολογικός ἐπὶ αἰτίᾳ οὖν κεῖται τὸ “γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·” ἐπειδὴ γὰρ ὁ νόμος διαγορεύει μετὰ τὴν τοῦ πρωτοτόκου θυσίαν ἐν τῷ πάσχα ἑπτὰ ἡμέρας ἄζυμα ἐσθίειν, φησὶν ὅτι τύπος ἦν ἐκεῖνα τὰ ἄζυμα τοῦ ἡμᾶς μὴ ἔχειν ἐν ἑαυτῷ τῆς κακίας, περὶ ἧς φησίν· ὁ γὰρ Χριστὸς τυθεὶς, φησὶν, εἰς τύπον τοῦ πρωτοτόκου ἀμνοῦ τέθυται. ἐπάναγκες οὖν καὶ ἡμᾶς τὸν τύπον τῶν ἀζύμων πληροῦν ἐν τῷ ἐκκαθαίρειν ἑαυτοὺς ἀπὸ τῆς ζύμης τῆς πονηρίας· ἵνα τελείως ἐπιτελεσθῇ τὸ νοητὸν πάσχα. Φωτίου. “Καθώς ἐστε ἄζυμοι·” καθὼς, φησὶν, χρέος ὑμῖν ἐστιν ἀζύμοις εἶναι· πόθεν δὲ δῆλον ὅτι ἄζυμοι ὀφείλομεν εἶναι ; αὐτόθεν φανερόν· “τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·” ὥσπερ οὑν οἱ ἐν τῷ νόμῳ βιοῦντες, θυομένου αὐτοῖς τοῦ προσκαιροῦ καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν· οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν· οὕτως καὶ ὑμεῖς τοῦ λογικοῦ καὶ αἰωνίου ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑπὲρ ἡμῶν τυθέντος, τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα· οὕτως ὀφείλομεν ἄζυμοι εἶναι ἀεὶ καὶ καινὸν φύραμα· μηδὲν τῆς παλαιᾶς ζύμης, ἤτοι τῆς ἁμαρτίας, ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινεν τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν ζύμην ἐκάλεσεν· ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦται φύραμα· ἀκολούθως ἥρμοσεν καὶ τὰ ἐφεξῆς, ζύμην παλαιὰν καὶ νέον φύραμα καὶ ἀζύμους τὰς ἀρετὰς καὶ κακίας, τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ, μὴ συναναμίγνυσθαι πόρνοις. καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι· ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἣ πλεονέκτης, ἣ εἰδωλολάτρης, ἢ λοίδορος, ἣ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 2 τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ· καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Ὠριγένουσ. Ὑπέλαβον τινὲς ἐκ τούτου γὰρ ῥητοῦ, ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους Ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις Επιστολὴ τῷ Ἀποστόλῳ, ἥ τις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει. ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου, ὅπερ ἀδύνατόν ἐστιν ἐν τῷ βίῳ ὄντας, μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις, σαφηνίζων φασὶ τὸ τότε παραλελειμμένον· οὐ περὶ πόρνων λέγω, φησὶ, τοῦ κόσμου τούτου· ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν, οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἰναι πρὸ ταύτης, ἐροῦσι, ταύτην τὴν λέξιν ἐπὶ ταύτην τὴν Ἐπιστολὴν ἀναφέρεσθαι· ὅτι ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἔγραψα μὴ συναναμίγνυσθαι ὑμᾶς πόρνοις· πόρνοις δὲ λέγω τοῖσδε, οὐ τοῖσδε. Ἔοικεν δὲ ὁ Ἀπόστολος συγκρίσει πόρνων πολλῷ χείρονας λέγειν εἰναι τοὺς ἐν ὑμῖν πόρνους· ὁ γὰρ ἔξωθεν πορνεύων, οὐ ναὸν τοῦ Θεοῦ φθείρει ; οὐκ ἄρα τὰ μέλη τοῦ Χριστοῦ ποιεῖ πόρνης μέλη ; οὐχ ὅλον τὸ φύραμα ζυμοῖ ; κἀκεῖνος μὲν ὅτε θέλει μετανοεῖ· καὶ ἄφεσιν ἔχει ἁμαρτημάτων· ὁ δὲ μετὰ τὴν πίστιν πορνεύσας, κἂν μετανοήσῃ πάλιν ὕστερον, ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτημάτων. δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι· “μακάριοι “γὰρ φησὶν, ὧν ἀφέσθησαν αἱ ἁμαρτίαι,” τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων, ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις· οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ. “Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· ἣ πλεον- “έκταις, ἣ ἅρπαξιν, ἣ εἰδωλολάτραις.” ὥς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες· οὕτως καὶ πλεονέκται, οἱ μὲν τοῦ κόσμου τούτου, οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὐτῷ τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγάς τινας ὀνομάζει· ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δὲ τινές εἰσι μεθ ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου· οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν. μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομένοις· ἀνάγκη μοι, λέγοντες, ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ, ἐὰν μὴ θύσω, ἣ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενομισμένα του κόσμου· καὶ πρὸς τούτοις ὁ τοιουτος λέγει ἑαυτὸν Χριστιανόν· τῷ τοιούτῳ φησὶ, μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν· ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. “Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς “ὀνομαζόμενος·” καλῶς τὸν τοιοῦτον, οὐκ ἔτι δὲ ἀδελφὸν εἰπεν. ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν· ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ, ὅτι οὐκ ἔχομεν τὰ κατὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πὼς ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν· λέγει γὰρ ἣ λοίδορος, ἣ μέθυσος, ἣ ἅρπαξ. “τῷ τοιούτῳ μηδὲ συνεσθίειν.” ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεν; ; τῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ ; οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας ; διὰ τοῦτο ἀκούομεν τοῦ Κυρίου λέγοντος· “εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς·” καὶ τοῦ Ἀποστόλου λέγοντος, “λοιδορούμενοι εὐλογοῦμεν·” λοίδορος γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν· μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη· ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ. “Τί γάρ μοι τοὺς ἔξω κρινεῖν ; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε ; “τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ” ἐπέτρεψεν πᾶσιν ὑμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας· ἀναφέρομεν αὐτὸ τὸ ἁμάρτημα ἐπὶ τὸν Ἐπίσκοπον· ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας· “καὶ “ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποιεῖ, ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ιησοῦς ἐν σοὶ κατοικήσει. Σευηριανοῦ. Τὸ “ἔγραψα” οὐχ ἑτέρας ἐστὶν ἀλλὰ ταύτης· λέγει γὰρ ”νῦν δὲ ἔγραψα ὑμῖν” τὸ δὲ “ἐξαρεῖτε “τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν·” Μώσεως ἐστὶν φωνὴ, ἣν δευτεροῖ Παῦλος. Θεοδωρίτου. Ἐπειδὴ τοῖς τὸν πλεονέκτην ἀνέμιξεν ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν. Ἰωάννου. Καὶ πῶς ἐνῆν ἀδελφὸν ὄντα, τοῦτ’ ἐστιν πιστὸν, εἶναι εἰδωλολάτρην ; ὅτι τινὲς καὶ ἐπίστευσαν, καὶ τῶν εἰδώλων εἴχοντο· διὸ καὶ φησὶν, ἀδελφὸς ὀνομαζόμενος· καὶ γὰρ κατὰ τὴν ἀλήθειαν, ὁ τοιοῦτος οὐδὲ πιστός ἐστιν. Τοῦ Αὐτοῦ. Λοιπὸν τὴν αἰτίαν λέγει τοῦ μὴ κωλύειν Ἑλλήνων πόρνοις ἣ πλεονέκταις ἣ λοιποῖς συναναμίγνυσθαι· ὅτι φησὶ τὴν περὶ αὐτῶν κρίσιν τῷ Θεῷ ἑαυτῷ· ἡμεῖς δὲ τοὺς ἀδελφοὺς διορθούμεθα ἐν τῷ κρίνειν καὶ ἀνακρίνειν αὐτῶν τὸν βίον ἐπὶ διορθώσει· εἶτα ἵνα μὴ νομίσῃς ἀτιμωρήτους ἔσεσθαι τοὺς Ἕλληνας παίοντας, φοβερώτερον αὐτοῖς ἐπέστησε δικαστήριον τὸ τοῦ Θεοῦ. Φωτίου. “Ἔγραψα ὑμῖν·” ποῦ ἔγραψεν ; ἐν οἷς λέγει, “καὶ “οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος· οὐχὶ ὁ δεῖνα, ἣ ὁ δεῖνα, ἀλλ’ ὅστις ἃν ᾖ τοιοῦτος. καὶ πάλιν· “ἐκκαθάρατε τὴν παλαιὰν ζύμην·” οὐχὶ τήνδε ἣ τήνδε, ἀλλ’ ὅλην τὴν παλαιὰν ζύμην· λαβὼν γὰρ ἀφορμὴν ἀπὸ τοῦ ἑνὸς τοῦ πεπορνευκότος, ἐπὶ τὸ κοινὸν ἀνεβίβασεν τὸν λόγον, τοῦτ’ ἔστιν ἐπὶ πάντα πόρνον· κἀκεῖθεν πάλιν κοινότερον ἔτι ’τον λόγον αποφαίνει, ἐπάγων τὸ αὐτὸ παράγγελμα καὶ ἐπὶ τῶν τὰ ὅμοια πλημμελούντων, οἷον πλεονεκτούντων, εἰδωλολατρούντων, καὶ εἴ τι ὅμοιον. Τοῦ Αὐτοῦ. “Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ ὀνομαζόμενος τινὲς μὲν τῇ προηγουμένῃ λέξει συνάπτουσι, καὶ δηλοῦσθαι βούλονται δι’ αὐτοῦ ὅτι ἀδελφὸς μὲν ὀνομαζόμενος καὶ μέχρι κλήσεως ἔχων τὴν κοινωνίαν, τῷ ὄντι δὲ διὰ τῶν ἔργων ἐχθρὸς ὑπάρχων καὶ διιστάμενος· ἐμοὶ δὲ εὖ ἔχει, δοκεῖ, καὶ εἴ O 2 τις αὐτὸς τοῖς ἑπομένοις συνάψας ἐκλάβοι, οὐκ ἔτι τοῦ ὀνομαζομένου τὴν αὐτὴν σημαίνοντος ἔννοιαν, ἀλλὰ τοὐναντίον τὸν ἐπὶ προδήλοις τοῖς ἔργοις ἤδη καὶ παρὰ πᾶσι κατὰ τὰ οἰκεῖα ἔργα ὀνομαζόμενον· καὶ γὰρ ἡ τῆς λέξεως αὐτὴ σημασία ὥσπερ καὶ ἄλλαι πολλαὶ λέξεις διχῆ σχίζεται· ἐνίοτε μὲν ὡς ἔφημεν τὸν νόμῳ κοινωνοῦντα τῷ ὀνόματι προδηλοῦσα· ἐνίοτε δὲ τὸν εἰς ἄκρον ἐλθόντα τῆς πράξεως· ὥστε καὶ τὴν κοινὴν προσηγορίαν εἰς ἑαυτὸν ἐπισπάσαντα, ἐκ ταύτης μᾶλλον ἢ ἐκ τοῦ Κυρίου ἐπιγινώσκεσθαι τε καὶ ὀνομάζεσθαι· τὸν οὖν τοιοῦτον πόρνον καὶ πλεονέκτην καὶ λοίδορον καὶ μέθυσον, τοῦτ’ ἔστιν τὸν πρόδηλον καὶ φανερὸν οὕτως, ὥστε παρὰ πᾶσι γινώσκεσθαι καὶ ὀνομάζεσθαι, τοῦτον ἐκτρέπεσθαι παρακελεύεται καὶ μηδὲ συνεσθίειν αὐτῷ μήτε κοινολογεῖσθαι, μήτε συναστρέφεσθαι· οὐχὶ δὲ τὸν ὑπ’ ἐνίων ὑποψιθυριζόμενον ἢ λοιδορούμενον. Διὸ σοφῶς ἄγαν καὶ δραστηρίως τοῖς ἄλλοις ἀτόποις ἐργάταις συνῆψε καὶ τὸν λοίδορον· ἵνα τὸ αὐτὸ εἰδὼς ἔχειν ἐπιτίμιον, ὅπερ ὁ πόρνος καὶ ὁ εἰδωλολάτρης, ὥστε εἰς τὸ ὑπὸ πάντων ἀποτρόπαιος εἶναι, χαλινοῖ τὴν γλῶσσαν καὶ κατέχει, καὶ μὴ ἐπαφίησιν αὐτὸς καταβόσκεσθαι τοὺς τῶν πλησίον βίους. καὶ τὸ εἰδωλολάτρης δὲ διὰ τοῦτό μοι δοκεῖ ἐνταῦθα συναριθμῆσαι· διδάσκων καὶ ἀσφαλιζόμενος, ὡς εἰ καὶ μέγα εἴη καὶ τῶν ἀπὸ ἀτοπωτάτων ἐν ᾧ τινὲς αἰτιῶνται τὸν ἄνθρωπον· μὴ ᾖ δὲ εἰς φῶς ἠγμένον τὸ τόλμημα. οὐδ’ οὕτω χρὴ τὸν τοιοῦτον ἐξ ὑποψίας μόνης ἐκτρέπεσθαι· ἐπεὶ οὕτω κατὰ γενεὰν ταῖς εἰς ἀλλήλους ὑποψίαις καὶ διαβολαῖς ἐξερεθιζόμενοι ἄνθρωποι εἰς πολεμίων, μᾶλλον δὲ εἰς θηρίων βίον, τὴν πολιτείαν αὐτοῖς μεταστήσονται· ἀλλ’ ἐκείνων δεῖ ἑαυτῶν ἐξαίρειν καὶ ἀποχωρίζειν· ὃς ἐπίδηλος καὶ τοῖς ἔργοις καὶ τῇ παρὰ πάντων ὀνομασίᾳ καθέστηκεν.