# Catena In Epistulam I Ad Corinthios ΚΕΦ. Γ..1

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ΚΕΦ. Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-i-ad-corinthios/%CE%9A%CE%95%CE%A6.%20%CE%93..1

Περὶ τοῦ μὴ δεῖσθαι δικῶν, καὶ ταῦτα ἐπὶ ἀπίστων. τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι ; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων ; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν ; μήτι γε βιωτικά ; Θεοδωρου. Ζητήσειεν ἄν τις τίνος ἕνεκεν ἐν τῇ πρὸς Ῥωμαίους πᾶσαν ἐξουσίαν ἀπὸ Θεοῦ φάσκων εἶναι, καὶ σφόδρα γὲ ἐπαίρων, ἐνταῦθα ἀδίκους αὐτοὺς ἐκάλεσεν καθόλου ; ὅτι ἐκεῖ μὲν περὶ τοῦ δεῖν τὰ ὀφειλόμενα κἀκείνους πληροῦν διαλεγόμενος ὑπὸ Θεοῦ κἀκεῖνα, εἰκότως τετάχθαι λέγει αὐτὰ καθ’ αὔτα, ἀπὸ τοῦ σκοποῦ καθ’ ὃν τέτακται κρίνων αὐτά ἐνταῦθα δὲ πρὸς τοὺς διὰ τοῦ βούλεσθαι τῷ τε χρόνῳ καὶ τῇ περιουσίᾳ καὶ τῇ δυναστείᾳ συντρίβειν αὐτούς· πρὸς γὰρ οὐδὲν τούτων οἱ πένητες ἐξαρκεῖν δυνάμενοι, οὐ ῥαδίως τοῦ δικαίου τυγχάνειν δύνανται· ἀδίκους ἐκάλεσεν ἀπὸ τῆς τούτων γνώμης· ἀντὶ τοῦ καταφεύγειν ἐπ’ ἐκείνους παρ’ οἷς δύνῃ συγκαλύψαι τὴν κατὰ τοῦ πένητος ἀδικίαν διὰ πολλῶν· ὅθεν καὶ καλῶς εἶπεν “ τολμᾷ.” “ οὐκ οἴδατε ὅτι οἱ ἁγίοι τὸν κόσμον “ κρινοῦσι;” παραιτεῖσθε q φησὶ τούτους ὑμεῖς, ὡν ἡ ἀρετὴ πάντα κρίνει τὸν κόσμον, οὐ κατὰ ἐξέτασιν, ἀλλὰ κατὰ παράθεσιν. Θεοδωρίτου. Τὸ κρινοῦσιν, ἀντὶ τοῦ κατακρινοῦσι τέθεικεν. Θεοδωρίτου. Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν Πνεύματι· ἀδίκους δὲ τοὺς οὕτω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν r φησὶ καὶ ἀληθῶς εἰδόσι Θεόν. Ἰωάννου. Σὺ τοίνυν ὁ μέλλων ἐκείνους τότε κρίνειν, πῶς ὑπ’ ἐκείνων ἀνέχῃ κρίνεσθαι ; κρινοῦσι δὲ οὐκ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες· ἀλλὰ κατακρινοῦσιν· τοῦτο γοῦν δηλῶν ἐπήγαγεν. “ καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοι ἐστε κριτηρίων ἐλαχίστων ; οὐ γὰρ εἶπεν ὑφ’ ὑμῶν ἀλλ’ ἐν ὑμῖν ὥσπερ καὶ ὅταν λέγῃ “ βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ “ τὴν γενεὰν ταύτην. Σευηριανοῦ. τινὲς ἐνταῦθα, φησὶ, τοὺς ἱερέας ἀλλ’ ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ· περὶ ἐκείνων τῶν Ἀγγέλων περὶ ὧν φησὶν ὁ Χριστὸς, “ πορεύεσθε εἰς τὸ πῦρ τὸ “ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.” καὶ ὁ Παῦλος· ὅτι καὶ “ οἱ Ἄγγελοι αὐτοῦ μετασχηματίζονται “ ὡς διάκονοι δικαιοσύνης.” ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. Ὡριγενουσ ὁμοίωσ καὶ Κυτίλλου. Εἰ δὲ ἔτι φιλονεικοῖεν τινὲς ἱερέας λέγειν αὐτὸν, ἐρώμεθα, ποίους ἱερέας ; τοὺς βιωτικῶς περιπατήσαντας πάντως ; πῶς οὖν φησὶν, “ Ἀγγέλους κρινοῦμεν, “ μήτι γε βιωτικά ” πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς Ἀγγέλους εἰκότως· ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους, διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Θεοδωρου. Ὑφ’ ὧν ἅπας ὁ κόσμος κρίνεται· χρημάτων ἀμβισβήτησις ὑπὸ τούτων οὐ δύναται διαλύεσθαι ; ἐντρεπτικώτατον δὲ μάλιστα τὸ ” εἰ ἐν ὑμῖν” συμπεριλαβὼν καὶ τοὺς παραιτουμένους· ὡς ἂν αὐτῶν ἑαυτοὺς παραιτουμένων ἐν τῷ παραιτεῖσθαι τοὺς ὁμοπίστους· κατὰ αὔξησιν δὲ φησὶν, ” οὐκ οἴδατε ὅτι Ἀγγέ- “ λους κρινοῦμεν,” ὡς γὰρ μεῖζον τοῦτο ἐπήγαγεν· ἐπὶ μὲν οὖν τοῦ κόσμου ἐλάχιστα κριτήρια τὰ περὶ τῶν χρημάτων ἐκάλεσεν· ὡς ἄγαν ὄντα μικρὰ τῇ πρὸς ἐκεῖνον συγκρίσει. ἐπὶ δὲ τῶν Ἀγγέλων βιωτικά· ὡς ἃν ἐκείνων οὐ κατὰ τὸν βίον τοῦτον ὄντων. Φωτίου.“ τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων,” τούτων οὕτως φησὶ κατὰ τὸ προσῆκον ἐχόντων. καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων τὴν ἐξουσίαν· ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων· τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ καταδύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν ; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς καθίσουσι κριτὰς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους; σφοδρῶς δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτοὺς, καὶ μὴ διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενὶ, μήτε δικαζομένους, μήτε ἄλλο τι τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ ὄνομα τοῦ Θεοῦ δι’ αὐτοὺς βλασφημεῖσθαι παρεσκεύασεν· κἀκείνους ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας. Τοῦ Αὐτοῦ.“ Οὐκ οἴδατε ὅτι Ἀγγέλους κρινοῦμεν ” τοὺς ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ· εἰ τούτους κρινοῦμεν, ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν· ἡμεῖς δὲ κατὰ τοὺς δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους, κἀκείνων ἐπηρεαζόντων ἐπολιτευσάμεθα· εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον ἑαυτοῖς καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλον ἐσμὲν ἱκανοὶ τὰ βιωτικὰ διαλύειν φιλονεικήματα, καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας ; εἰ δ᾿ οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε s. ἀλλ’ ἔτι νομίζετε ὅτι τῶν πιστῶν τὸ δικαστήριον ἀσθενὲς ἔτι, καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίχας ὑμῶν, καὶ τὰς φιλονεικίας, ἀλλ’ οὖν εἰ καὶ ἀσθενεῖς καθ’ ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ, καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν, ἄμεινόν ἐστι τούτους καθίζειν δικαστὰς ὅταν ἔχητε χρείαν βιωτικῶν κριτηρίων· ἣ τοῖς ἀπίστοις εἰς κρίσιν ἑαυτοῖς ἐκδιδόναι· ἐξουθενημένους δὲ εἰπον φησὶν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων· ἐπεὶ πολλοί εἰσι διαλύειν ἐν ὑμῖν δίκας ἰσχύοντες καὶ φιλονεικίας· πόσης γὰρ οὐκ ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο ; εἰ οὐκ ἔνι σοφὸς ἐν ὑμῖν, φησὶν, οὐδὲ εἷς, ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον ἀδελφῶν δικαζομένων ; Διαφόρους δὲ ἀποδείξεις τίθησιν· τὸ μὴ δεῖν καταλιπόντας τοὺς πιστοὺς, ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον· ἃ μὲν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς ἀπίστους· τί γάρ μοι φησὶ καὶ τοὺς ἔξω κρίνειν ; πῶς οὐ μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστους ; εἰ οἱ μὲν ἄδικοι, οἱ ’δε ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς ἁγίους, ἐπὶ τοὺς ἀδίκους τρέχειν ; καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου. εἰ γὰρ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν δίκην παρασκευάσουσιν, ἐφ’ οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς πράττοντες, οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους· πόσῳ μᾶλλον εἰσὶ δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν ; εἰ γὰρ Ἀγγέλους, τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοὶ· πόσῳ μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους; Εἰ καὶ μὴ ἴσχυον οἱ πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπὶ αὐτῶν ἣ ἐπὶ τῶν ἀπίστων κρίνεσθαι· καὶ πρὸ τούτων εἰ τὸν κόσμον κρίνομεν φησὶ, πῶς οὐκ ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων· τοῦτο γὰρ δηλοῖ διὰ τὸ εἰπεῖν, ” καὶ εἰ ἐν ὑμῖν κρί- “ νεται ὁ κόσμος· ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων·” παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις, ὅτι οὐ δεῖ κρίνεσθαι ἐπὶ ἀπίστων· ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον· καὶ φησὶ, τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπὶ ἀπίστων ; ἄμεινον ἦν μηδὲ ἐπὶ πιστῶν· ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους· αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι πρὸς ἀλλήλους, ἥττημα ὑμῶν ἐστιν. ἄριστον μὲν οὑν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· οὕτω γὰρ κοινὴ πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία. εἰ δὲ δυοῖν ἀνάγκη θάτερον, αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς βασιλείας, τὸ δὲ ταὐτὴν προξενεῖ. εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τότε ἀδελφοὺς καὶ ὁμοπίστους· εἰς οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει ; βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῆ ἐκκλησίᾳ, τούτους καθίζετε. πρὸς ἐντροπὴν ὑμῖν λέγω· οὕτως οὐκ ἔστιν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τὸν ἀδελφὸν αὐτοῦ ; ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων ; ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστι, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε ; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν ; Θεοδωρου. “ Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξου- “ θενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε·” καὶ ἵνα μὴ δοκῇ κελεύειν αὐτοῖς ἀληθῶς τοὺς ἁπάντων εὐτελεστέρους ἐπιζητειν οἵτινες εἰσι, καὶ τούτους ἔπι τῶν τοιούτων αἱρεῖσθαι κριτὰς, πρὸς ἐντροπὴν υμῖν, φησὶν λέγω τίνες δὲ οἱ κρίνειν όφείλοντες ἐπάγει. Θεοδωρίτου. Ὁ πάντων εὐτελέστατος καὶ τῆς Ἐκκλησίας ἔσχατος κρείττων ἐστὶ τῶν παρ’ ἐκείνοις νομιζομένων ἐπιστημόνων· οὐ γὰρ τοὺς εὐτελεστάτους τῆς Ἐκκλησίας κρίνειν κελεύει· καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς· “ πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως· οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς οὐ δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ· ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται· καὶ τοῦτο “ ἐπὶ ἀπίστων. ” πολλὰ τὰ ἄτοπα ἔδειξεν· πρῶτον μὲν τὸ πιστὸν ὄντα δικάζεσθαι· τοῦτο γὰρ λέγει ἀδελφόν· εἶτα τῷ ὁμοπίστῳ· πάντων δὲ χαλεπώτατον τὸ καὶ ἀπίστῳ κριτῇ· εἰδέναι μέντοι χρὴ ὡς οὐκ ἐναντία ταῦτα τοῖς πρὸς Ῥωμαίους γράφεσθαι· οὐ γὰρ ἀντιτείνειν κελεύει τοῖς ἄρχουσιν· τὸ γὰρ αἱρεῖσθαι ἣ παρὰ τοῖς ὁμοπίστοις δικάζεσθαι, ἐξήρτητο γνώμης τῆς αὐτῶν. Κυτίλλου. Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά. πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων· “ διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μοῦ μερίσασθαι μετ’ ἐμοῦ τὴν “ κληρονομίαν·” ὁ δὲ πρὸς αὐτὸν φησὶ, “ τίς με κατέστησε “ κριτὴν ἣ μεριστὴν ἐφ’ ὑμᾶς; ” πρέποι γὰρ ἃν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικά· τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως· ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων. Ὡριγενουσ.s. Δυσωπεῖ τοὺς ἐν Κορίνθῳ ἁμαρτάνοντας καὶ ἀσχολουμένους περὶ δικαστήρια καὶ βιωτικὰς χρείας καὶ ταλαιπωρίας, καὶ φησὶν ὅτι ἐκλήθητε ἐπὶ τοῦτο, ἵνα τελειωθέντες κρίνητε Ἀγγέλους, οὐχὶ δὲ μᾶλλον δυνήσεσθαι ἐάν ποτε ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνηται κρίνειν τὰ βιωτικὰ τῶν ἀδελφῶν· “ βιω- “ τικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε” καὶ τὰ ἑξῆς· ἀληθῶς μὲν ἐνίοτε τοιαῦτα επο t ἐστὶ τὰ τῶν κρινομένων, ὡς μὴ δεῖσθαι σοφοῦ τοῦ δικάζοντος· ἀλλὰ μᾶλλον τοὺς ἐξουθενημένους μένους ἐν τῇ ἐκκλησίᾳ. γένοιτο δ’ ἄν ποτε τὰ τῶν δικαζομένων, ὡς καὶ σοφοῦ δεῖσθαι δικαστοῦ. ὃ δὲ λέγω οὕτως ἔσται σαφὲς, ἐὰν οἱ δικαζόμενοι δεόνται νόμων κοσμικῶν καὶ ἐμπείρων δικαστῶν, οὐ γραφῆς οὐδὲ νόμου τοῦ ἐν τῇ γραφῇ, ἀλλ’ οἱονεὶ υἱῶν τοῦ αἰῶνος τούτου φρονιμωτέρων δοκῶσιν εἶναι. πιστοὶ ἔσονται κριταὶ οἱ ἐξουθενημένοι ἐν τῇ ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων, ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἣ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖται μᾶλλον σοφοῦ, ἵνα νουθετηθῇ ἀπὸ τῆς σοφίας τοῦ σοφοῦ εἰσφέροντος αὐτῷ λόγους οἰκοδομοῦντας. “ τοὺς ἐξουθενημένους οὖν ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε u. “ πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως· οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς “ δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ ” ἐγκαλεῖ τῇ Κορινθίων ἐκκλησίᾳ, ὅτι καίτοι ἐν μέσῃ τῇ Ἑλλάδι καθεζόμενοι, σοφοὺς οὐκ εἶχον ἀληθινούς· καίτοι γε προειπὼν ὅτι πολλοὶ ἐπαγγέλλονται σοφίαν παρ’ αὐτοῖς, δι’ οὓς καὶ εἶπεν τὸ “ ὁ δρασ- “ σόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.” ἀλλ’ οἱ μὲν εἰσὶ σοφοὶ τοῦ αἰῶνος τούτου οἱ δὲ σοφοὶ κατὰ Θεόν. ᾔδει δὲ ὁ Παῦλος ἐκείνους· διὰ τοῦτο φησὶν οὕτως, “ οὐκ ἔνι ἐν ὑμῖν σοφὸς “ ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ· ἀλλ’ “ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων ; ἔχομεν ἄρχοντας τῆς ἐκκλησίας ἐφ’ οὓς ὀφείλομεν ἀναφέρειν τὰς ἡμετέρας κρίσεις· ἵνα μὴ καταγελώμεθα ἐν τοῖς τῶν ἐθνῶν δικαστηρίοις. “ ἤδη μὲν οὖν ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε “ μεθ’ ἑαυτῶν·” οὐ μεμνημένοι τοῦ “ διατί οὐχὶ μᾶλλον ἀποστε- “ ρεῖσθε ;” ἀποστῶμεν τῶν κριμάτων, τῶν βημάτων τῶν τοῦ ἔχειν δίκας καὶ πράγματα. ὁ γὰρ κρίματα ἔχων μετὰ τοῦ ἀδελφοῦ ἤδη ἥττηται, καὶ ὁ ἀδικούμενος νενίκηκεν· ὁ τυπτόμενος καὶ κακολογούμενος μηδὲ ἀμειβόμενος τὸν ταῦτα ποιοῦντα, νενίκηκεν· φυλάττει γὰρ τὴν ἐντολὴν τὴν λέγουσαν “ διατὶ οὐχὶ “ μᾶλλον ἀδικεῖσθε ; διατὶ οὐχὶ μᾶλλον ἀποστερεῖσθε ; ἀλλ’ “ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε· καὶ τοῦτο ἀδελφούς.” πῶς μὲν οὖν ὁ ταῦτα ποιῶν ἁμαρτάνει, ὅσῳ δὲ τιμιώτερον ἔστι τὸ ἀδικούμενον πρόσωπον· τοσούτῳ τὸ ἁμάρτημα χαλεπώτερον. καὶ γὰρ εἰ ἀδικεῖ τις τὸν μακάριον δυνάμει, Χριστὸν ἀδικεῖ, καὶ Χριστὸν ἀποστερεῖ· “ ἢ οὐκ οἴδατε ὅτι ἄδικοι Θεοῦ βασιλείαν οὐ κληρονο- “ μήσουσιν·” εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἐν Χριστῷ ἔστιν· Χριστὸς δὲ ἡ δικαιοσύνη ἐστίν· ὁ δίκαιος βασιλείαν Θεοῦ κληρονομεῖ ἐν Χριστῷ δικαιοσύνῃ ὄντι· καὶ ἀκολούθως ὁ ἐν τῇ ἐναντίᾳ καταστάσει, οὗτος οὐ κληρονομεῖ βασιλείαν Θεοῦ· “ μὴ πλανᾶσθε· “ οὔτε πόρνοι·” μηδεὶς ὑμᾶς πλανάτω πιθανοῖς λόγοις· ἐλεήμων, χρηστὸς, φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ἀφίησι τὰ ἁμαρτήματα· “ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ “ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ “ ἔπραξεν· εἴτε ἀγαθὸν εἴτε κακόν·” μηδεὶς προφασιζέσθω, νέος ἤμην, ἄγαμος ἤμην, πρὶν γυναῖκα λαβεῖν πεπόρνευκα· διατί δὲ οὐκ ἔλαβες γυναῖκα· οὐ πιστεύεις, ὅτι εἰ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, τοῦτον ὁ Θεός ; “ ἀλλ’ αἴρεις τὰ μέλη τοῦ Χριστοῦ καὶ “ ποιεῖς πόρνης μέλη ;” ὁ πορνεύων εἰς τὸν τῶν ὅλων Θεὸν Φωτίου. “ βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια·” τοῦτ’ ἐὰν χρείαν αὐτῶν ἔχητε· ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν· ἐὰν δὲ συστῆναι αὐτά· καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὐτή· ἔνι δὲ καὶ βαθυτέραν τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι. Μῆ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ὠριγένουσ. “ Μῆ πλανᾶσθε οὖν, οὔτε πόρνοι οὔτε εἰδωλο- “ λάτραι, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·” οὕτω δὲ οὐδὲ μοιχοί. ὁ πορνεύων φθείρει τὸν ναὸν τοῦ Θεοῦ· ὁ δὲ μοιχεύων, πρὸς τούτους καὶ εἰς τὸν ἄνδρα πλημμελεῖ· οὐδὲ μοιχοὶ οὖν· ἀλλ’ οὐδὲ “ μαλακοῖ’ παρακαλοῦμεν οὖν καὶ ὑμᾶς ὦ παῖδες, τηρῆσαι τὴν ἑαυτῶν ὥραν καθαρὰν, καὶ μὴ μολυνθῆναι τοιούτῳ γυναικείῳ μολυσμῷ· οὐδὲ “ ἀρσενοκοῖται” βασιλείαν Θεοῦ κληρονομήσουσιν· ἀλλ’ ἀπείη ἐν τῇ Ἐκκλησίᾳ κἂν ἕνα τοιοῦτον εὑρεθῆναι. εἰτα ἐπικαταβαίνει καὶ ἐπὶ τὰ ἐλάττονα δοκοῦντα εἶναι ἁμαρτήματα λέγων· “ οὔτε κλέπται·” τοῦτο δὲ ἁμάρτημα τὸ τῆς κλοπῆς· σχεδὸν πάντες οἱ στρατευόμενοι ἁμαρτάνουσι· μὴ ἀρκούμενοι τοῖς ὀψωνίοις, ὡς ἐδίδαξε τὸ Εὐαγγέλιον· ἀλλὰ διασείοντες καὶ συκοφαντοῦντες· ἀλλὰ καὶ οἱ ἐν ταῖς πραγματείαις ψεῦσται εἰσὶν, οὐ κληρονομοῦντες τὴν βασιλείαν τοῦ Θεοῦ· οὕτως δὲ καὶ οἱ ἐν ταῖς πραγματείαις πλεονεκτοῦντες, πλεονέκται εἰσίν· καὶ ἄλλοι μέθυσοι· ἀλλὰ καὶ λοιδόρους φησὶ μὴ κληρονομεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· μηδενὸς οὖν βασιλεύει ἡ ἁμαρτία· δεῖ γὰρ καθαρὰν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ ἀπὸ πάντων ἁμαρτημάτων καὶ πταισμάτων, ἵνα ὁ Θεὸς βασιλεύῃ. Θεοδωρίτου. Ἴνα δὲ μὴ τῶν πρὸ τοῦ ἁγίου μνημονεύοντες ἀπαγορεύσωσι τὴν σωτηρίαν ἀναγκαίαν, ἐπήγαγεν, “ καὶ ταῦτά τινες ἦτε· ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε· ἀλλ’ “ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύ- “ ματι τοῦ Θεοῦ ἡμῶν·” σαφῶς ἔδειξε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν ἰσότητα· συνέταξεν δὲ καὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν μνήμην· τῇ γὰρ ἐπικλήσει τῆς τριάδος ἁγιάζεται τῶν ὑδάτων ἡ φύσις, καὶ χορηγεῖται τῶν ἁμαρτημάτων ἡ ἄφεσις. Θεοδωρου. ταῦτα γάρ φησιν· εἰ καὶ πρότερον ἐπράττετε· ἀλλὰ νῦν τετυχηκότες ἁγιασμοῦ τῇ τοῦ Πνεύματος μετουσίᾳ, διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως, μετὰ πάσης ἀποφεύγειν προσήκει τῆς σπουδῆς. Θεοδωρίτου. Εἶτα πάλιν τὸν περὶ τῆς πορνείας λόγον· ὡς εἶναι κατὰ παρέκβασιν κείμενα τὰ πρὸς τοὺς ἀδικοῦντας μὲν, οὐκ ἐμμένοντας δὲ τοῖς ἐκκλησιαστικοῖς κριτηρίοις καὶ φησὶ “ πάντα μοι ἔξεστιν.” Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. τὰ βρώματα τῆ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῆ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Θεοδωρίτου. “ Πάντα μοι ἔξεστιν ” κατ’ ἐρώτησιν εἶτα κατὰ ἀπόκρισιν, “ ἀλλ’ οὐ πάντα συμφέρει·” οὕτω δὲ καὶ τὰ ἑξῆς· “ πάντα μοι ἔξεστιν ; ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθή- “ σομαι ὑπό τινος.” τοῦτο λέγει ὅτι οὐκ ὑπὸ τῷ νόμῳ πολιτεύει, καὶ ὅτι αὐτεξούσιος εἶ, καὶ αὐθαίρετον ἔχεις τὴν γνώμην· ἀλλ’ οὐ λυσιτελεῖ σοι πανταχοῦ κεχρῆσθαι· ὅτ’ ἂν γάρ τι τῶν ἀτόπων ἐπιτελέσῃς, ἀποβάλλεις τὴν ἐξουσίαν, καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας. Θεοδωρου. Ἀλλὰ τοῦτο φὴς, φησὶν, ὅτι “ πάντα μοι ἔξεστιν·” εἶτ᾿ αὐτὸς ἐπιφέρει, “ ἀλλ’ οὐ πάντα συμφέρει·” οὐκ ἀνελὼν τὸ ἐξεῖναι τέως· ἀλλὰ τὸ μὴ δεῖν τῇ ἐξουσίᾳ κεχρῆσθαι· ἐπειδὴ γὰρ οὐ πάντα συμφέρει· δῆλον ὡς οὐ πᾶσι χρηστέον. ἀλλὰ τοῖς ὠφελοῦσι μόνοις· εἰτα πάλιν τὴν ἀντίθεσιν τεθεικὼς, ἑτέρως αὐτὴν μεθώδευσε· “ πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι “ ὑπό τινος.” ὁρῶ γάρ φησιν οὐδὲ τὴν ἐξουσίαν μοι σωζομένην ἀκέραιον, ἄνπερ δὴ πᾶσιν ἁπλῶς ὑπάγωμαι, μὴ πρὸς τὸ συμφέρον τὴν χρῆσιν ἀυτῶν ποιούμενος οὐτῶ δὲ κατὰ συγχώρησιν τοῦ πάντα ἐξεῖναι τὸ καὶ πάντα πράττειν ἀνελὼν δεῖ· οὕτω δείκνυσιν ὅτι οὐδὲ πάντα ἔξεστιν· ἀλλ’ ὅσα μὴ νόμῳ τινὶ ποιεῖν κεκωλύμεθα· κατὰ παράθεσιν, τινὰ μὲν ἐν ἡμῖν, τινὰ δὲ οὐκ ἐν ἡμῖν, ἀποφαίνων. Ὠριγένουσ. Ὑπὲρ ἄνω ὧν ἔλαβαν x ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα· οὕτω γὰρ φιλοτιμότεροι πολιτευόμενοι πολιτεύονται· “ μὴ οὐκ ἔχομεν” γάρ,φησιν ὁ Ἀπόστολος, “ ἐξουσίαν “ φαγεῖν καὶ πιεῖν ; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα “ περιάγειν· ὡς καὶ οἱ λοιποὶ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου “ καὶ Κηφᾶς ; ἣ νόμῳ ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ “ ἐργάζεσθαι ;” ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· οὐκ ἐξῆν μὲν τῷ Ἀποστόλῳ ταῦτα πάντα ἐν τοῖς τόποις οἷς παρεθέμην. συνεξετάζων δὲ αὐτὰ τῷ αὐτοῦ συμφέροντι καὶ τῇ οἰκονομίᾳ τῆς ἐκκλησίας, ἑώρα ὅτι ἔξεστι μέν. ἐὰν ποιήσῃ, οὐχ ἁμαρτήσεται· κρεῖττον δὲ ποιεῖ οὐ χρησάμενος τῇ ἐξουσίᾳ. καὶ πάλιν· πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ’ ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν· ἀλλ’ ἀναβᾶσα τὴν ἐξουσίαν καὶ βουλομένη καθαρὰ εἶναι, καὶ τῷ σώματι καὶ τῷ Πνεύματι παρθενεύει· ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος, οὐ κεκώλυται y ἡ διγαμία παντελῶς· ἐὰν γάρ φησιν ὁ ἀνὴρ ἀποθάνῃ· ἐλευθέρα ἐστὶν ᾧτ’ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· ἀλλ’ ἀκούσασα ἡ καλὴ γυνὴ μακαριώτερα ἐστιν, ἔαν οὕτως μείνῃ κάτα τὴν ἐμὴν γνώμην. οὐ κέχρηται τῇ ἐξουσίᾳ. “ πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξου- “ σιασθήσομαι ὑπό τινος.” ἔχει τι ὁ λόγος ὑψηλότερον· εἰ γὰρ “ οὐκ ἔστιν ἡμῖν ἡ παλὴ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς τὰς ἐξουσίας ὁτ’ ἀν’ η ἐξουσία κρατήσῃ, ἐξουσιάσθην ὑπ’ ἐκείνης· ἐὰν δὲ πᾶσαν ἐξουσίαν νικήσω, οὐκ ἐξουσιασθήσομαι ὑπό τινος. Σευηριανοῦ. Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ περὶ τούτων γὰρ ὁ λόγος “ τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία “ τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.” ἸωάννουΖ. Κοιλίαν ἐνταῦθα οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅτ’ ἃν λέγῃ “ ὧν ὁ Θεὸς ἡ κοιλία,” οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. τι δέ ἐστι “ τὰ “ βρώματα τῇ κοιλίᾳ ” τὰ βρώματά φησι πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα· καὶ οὐ δύναται πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν· ἀλλὰ πρὸς ταῦτα ἕλκει· πάθος γὰρ χαλεπὸν καὶ θηριῶδες ἐστίν· καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάσει· “ ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει·” οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν· οὐδὲ τὴν τροφὴν ἀλλὰ τὴν τρυφήν· πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει· ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν λέγων οὕτως· ” ἔχοντες τροφὰς καὶ “ σκεπάσματα· τούτοις ἀρκεσθησόμεθα·” τινὲς δὲ φασὶν ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα· καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν· εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Ὠριγένουσ.a. Μῆ νομίσῃς ὅτι ὥσπερ ἡ κοιλία γέγονεν τοῖς βρώμασι καὶ τὰ βρώματα τῇ κοιλίᾳ. οὕτω καὶ τὸ σῶμα γέγονε διὰ συνουσιασμόν· εἰ θέλεις τὸν προηγούμενον λόγον μαθεῖν διὰ τι γέγονεν, ἄκουε· ἵνα ναὸς ᾗ τῷ Κυρίῳ· καὶ ἵνα ἡ ψυχὴ ἁγία καὶ μακαρία οὖσα τὸ Πνεῦμα τὸ Ἅγιον ὡσπερεὶ θεραπεύουσα, ἱερεὺς γένηται τοῦ ἔνδον Ἁγίου Πνεύματος· καὶ ὁ Ἀδὰμ γὰρ σῶμα εἶχεν ἐν τῷ παραδείσῳ· ἀλλ’ ὅμως ἐν αὐτῷ τῷ παραδείσῳ οὐκ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· ἀλλ’ ὅτε ἐξεβλήθη μετὰ τὴν παρακοήν· ταῦτα δὲ λέγω οὐ περιγράφων τὸν γάμον· οἰδα γὰρ ὅτι εἴ τις οὐκ ἐγκρατεύεται, γαμεῖν ὀφείλει· κρεῖσσον γάρ ἐστι γαμεῖν, ἣ πυροῦσθαι· ἀλλ’ εἰ καὶ συγκεχώρηται τὸ πρᾶγμα· οὐ προηγουμένως, ἀλλὰ δι’ ἀσθένειαν· τὸ γὰρ προηγούμενον ἁγνεύειν καὶ καθαρεύειν καὶ σχολάζειν τῇ προσευχῇ. Θεοδωρίτου. Κεφαλὴν ἡμῶν πολλάκις τὸν Κύριον προσηγόρευσεν· τούτῳ τοίνυν ὡς κεφαλῇ συνῆπται τὸ σῶμα οὐ γὰρ ὥσπερ ἡ γαστὴρ τροφῆς δοχεῖον ἐγένετο· οὕτως τὸ σῶμα διὰ τὴν πορνείαν δεδημιούργηται· ” ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν· καὶ “ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ·” μὴ καταφρονήσῃς ὡς νεκροῦ τοῦ δεσπότου· ἐγήγερται γάρ· ἐγερεῖ δὲ ἡμᾶς ὁ τοῦτον ἐγείρας Θεὸς, τῇ τοῦ ἐγερθέντος δυνάμει· ἐδίδαξε τοίνυν σαφῶς ὡς ἠγέρθη μὲν κατὰ τὸ ἀνθρώπινον, ἐγερεῖ δὲ ἡμᾶς ὡς Θεός. Θεοδωρου. Οὐδὲ συγκαταλύεσθαι τῷ παρόντι βίῳ τὸ ἡμέτερον νομίζομεν σῶμα· ὁ γὰρ τὸν Χριστὸν ἀναστήσας, καὶ ἡμᾶς ἀναστήσει πάντως· ὥσπερ γὰρ ἐπὶ τοῦ ἐσθίειν ἐξουσίαν ἔδωκεν, ἀπό τε τοῦ πρὸς τοῦτο γεγενῆσθαι, καὶ ἀπὸ τοῦ παύεσθαι πάντως· οὕτως ἐπὶ τοῦ πορνεύειν τὸ μὴ ἐξεῖναι συνέστησεν, ἀπό τε τοῦ μὴ πρὸς τοῦτο γεγενῆσθαι, καὶ ἀπὸ τοῦ τὸ σῶμα μετὰ τὴν ἀνάστασιν ἔσεσθαι πάλιν. Ἰωάλλου b. Σφόδρα εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησεν, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα· καὶ μονονουχὶ λέγων, ἔφαγες, ἔπιες ἀσώτως· καὶ τί τὸ πέρας ; οὐδέν· ἀλλ’ ἣ φθορὰ μόνη. Ὠριγένουσ. τοῦ γὰρ ἤδη ἐγερθέντος μετὰ Χριστοῦ καὶ γενομένου τῇ ἀναστάσει αὐτοῦ καὶ τῆ καινότητι τῆς ζωῆς, τὸ σῶμα ὀφείλει εἶναι οὐδενὸς ἢ τοῦ Κυρίου. Οἰκουμενίου. Ἢ καὶ ἔτι νηπίοις οὖσιν ἔδει καὶ πρὸς τὴν νηπιότητα αὐτῶν λαλεῖν. Φωτίου. Εἰ μὲν ἁπλῶς βρώματα τὴν τροφὴν δεῖ ἐκλαβεῖν, καὶ κοιλίαν τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προσαγόρευσιν τοῦ μέλλοντος ἐκδέχεσθαι τὸ ἐπαγόμενον· οἷον, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· τοῦτ’ ἐστιν ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἀχάριστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ Θεοῦ μεταστοιχιοῦντος· καὶ μήτε τροφῆς δεῖσθαι, μήτε πρὸς ὑποδοχὴν σιτίων παρασκευάζοντος· καὶ εἴη ἃν καὶ ὁ νοῦς τοῦ τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασι τοιούτως· ἀλλήλων ἐστὶ φησὶν, ἐρεθιστικὰ καὶ ἐπιζητικά· ἥτε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία· τὰ δὲ σιτία τὰ ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει· ὁ δὲ Θεὸς, φησὶν, ἄμφω ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει· οὐ χρὴ οὖν περὶ τῶν μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν· εἰ δὲ βρώματα μὲν τὸ ἀκό b ρεστον τῶν βρωμάτων, κοιλίαν δὲ τὴν ἀπληστίαν τῆς κοιλίας ἐκληψώμεθα· οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν λέξεων, οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ μᾶλλον ἀρᾶς καὶ δίκης· καταργήσει αὐτὰ, φησὶν, ὁ Θεός· ἀπελάσει ταῦτα ἀφ’ ἡμῶν ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν· ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν· εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν, καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα· πῶς οὐχὶ βδελυξόμεθα ; Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; μὴ γένοιτο. οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν ; ἔσονται γάρ, φησιν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστι· φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήση ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Θεοδωρου. Μέλη Χριστοῦ πάντες ὑμεῖς, οἱ διὰ τῆς τοῦ Πνεύματος ἀναγεννήσεως τὴν πρὸς αὐτοὺς δεξάμενοι συνάφειαν, ἐλπίδι τοῦ καὶ ἀναστήσεσθαι ὁμοίως αὐτῷ. Θεοδωρίτου. Οὐ καθάπερ νύμφη νυμφίῳ συνήφθητε τῷ Χριστῷ ; Ὠριγένουσ. Ψυχῆς ὄργανα ἐστὶ τὰ ἀνθρώπων σώματα· καὶ ἀρχούσης τῆς ψυχῆς, ὑπηρετεῖται τὸ σῶμα, καὶ χρῆται αὐτῷ εἰς ἃ βούλεται· ἰδίως δὴ ὁ λόγος θέλει ἡμῶν τὰ σώματα μηκέτι ὑπὸ τῆς ψυχῆς ἐνεργεῖσθαι τῆς ἡμετέρας· ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ Χριστοῦ· διὸ λέγει ὁ Παῦλος· “ ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός·” μέλη οὖν τότε γίνεται Χριστοῦ, ὅτι πάντα κατὰ τὸν αὐτοῦ λόγον κινοῦμεν· Κυτίλλου. Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν ; αὐτὰ ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος· μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκός. ἡγιάσμεθά τε διττῶς, καὶ κατῴκηκεν ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοι] μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι’ ἑαυτοῦ. εἰ τοίνυν αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ἡμεῖς ἄρα ἐσμὲν οἱ καθέκαστα μέλη· ὅτ’ ἃν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπτωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόναμεν μέλη· πόρνας γὰρ ὥσπερ τὰ αὐτοῦ χαρισόμεθα. Θεοδωρίτου. Σφόδρα τὸ παράνομον ηὔξησε, μέλη Χριστοῦ τὰ ἡμέτερα σώματα προσαγορεύσας· οὐκ ἔτι σά φησίν ἐστιν, ἀλλὰ Χριστοῦ· πῶς τοίνυν αὐτὰ μέλη πόρνης ποιεῖς ; εἶτα τούτου διδάσκει τὸν τρόπον· “ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν “ σῶμά ἐστιν ; ἔσονται γάρ’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν· “ ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν.” οὐκ ἀπεικότως τὸ περὶ τῆς γαμικῆς συναφείας εἰρημένον τέθεικεν ἐπὶ τῆς πορνείας· ἓν γὰρ καὶ τοῦτο κἀκεῖνο τῇ φύσει τοῦ πράγματος· τὸ δὲ ἔννομον καὶ παράνομον δείκνυσι, τὴν διαφόραν λέγει οὖν· ἐὰν συναφθεὶς τῷ Κυρίῳ πάλιν πρὸς ἐκεῖνον ἀπέλθῃς· εἰς αὐτὸν χωρεῖ τὸν δεσπότην ἡ παροιμία· τὰ μέλη γὰρ αὐτοῦ προσάγεις τῇ πόρνῃ, καὶ ἀποφαίνεις μέλη πόρνης. “ Φεύγετε τὴν πορνείαν.” οὐκ εἶπεν μισεῖτε καὶ ἀποστρέφεσθε· ἀλλὰ φεύγετε· εἰδὼς τὴν τῆς ἁμαρτίας ταύτης ὀξύτητα· διδάσκει δὲ καὶ τὸ τοῦ πράγματος μυσαρόν· “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ “ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον “ σῶμα ἁμαρτάνει·” μυρία γάρ τις ἕτερα ἁμαρτάνων, καὶ ὅρκους παραβαίνων, καὶ βλασφημίᾳ μολύνων τὴν γλώσσαν, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα· οὐ τοσαύτην αἴσθησιν λαμβάνει τῆς ἁμαρτίας· ὁ δὲ τῆς ἀσελγείας δοῦλος γεγενημένος, εὐθὺς μετὰ τὴν ἁμαρτίαν αἰσθάνεται τοῦ κακοῦ, καὶ αὐτὸ τὸ σῶμα βδελύττεται· διά τοι τοῦτο καὶ λουτροῖς κεχρημένοι ἀπορρύπτουσι τὸ σῶμα, ἐκβάλλειν οὕτω πῶς τὸ μύσος ὑπολαμβάνοντες. Θεοδωρου. Τὰ μὲν λοιπὰ φησὶν ἁμαρτήματα ἕτερα βλάπτειν δοκεῖ· τοῦτο δὲ πρὸ τῶν λοιπῶν πάντων τὸν διαπραττόμενον· τὸ οἰκεῖον γὰρ οὗτος μολύνει σῶμα. Σευηριανοῦ. Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἣ τὸ σῶμα ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ d κολλώ μένος ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει. Ὠριγένουσ. Ζητήσει τις, εἰ πᾶν ἁμάρτημα ἐκτὸς τοῦ μάτος ἐστιν· ἐρεῖ γάρ τις· ἁμάρτημά ἐστι τὸ μεθύειν· ἁμάρτημά ἐστι τὸ ἑαυτὸν ἐξάγειν ἐκ τοῦ βίου δι’ ἀγχόνης, διὰ κρημνοῦ· ἄρ οὖν ἐκτὸς τοῦ σώματός ἐστι καὶ τοῦτο τὸ ἁμάρτημα ; ἀλλ’ εὐγνωμόνως δεῖ ἀκοῦσαι, πῶς εἴρηται τοῦτο· ἀφορμὴν δὲ ληψόμεθα τοῦ νοῆσαι τὰ κατὰ τὸν τόπον ἐκ τοῦ Λευϊτικοῦ e. ἐκεῖ γὰρ λέγεται ὅτι ἐκ τῆς ῥύσεως συνέστηκεν τὸ σῶμα αὐτοῦ· ἐπεὶ οὑν ἡ σύστασις f τοῦ σώματος ἀπὸ σπερμάτων ἐστί· διὰ τοῦτο ἁμαρτάνων κατὰ τὴν πρόρρυσιν g τῶν σπερμάτων, εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἁμαρτάνει· καὶ ἔστιν ἡ ἁμαρτία αὕτη ἀπὸ τούτων γινομένη, ἀφ’ ὧν καὶ ἡ ἀρχὴ τῆς συστάσεως τοῦ σώματος. Κυτίλλου. Τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα μεθέξουσι πάντως τῆς παρ’ αὐτοῦ ζωῆς τε καὶ δόξης μετασχήματι· εἰ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ εἰ δὲ γένοιτο πόρνης μέλη· πῶς ἃν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν ; Οἰκουμενίου. Ἢ ὅτι τὰ λοιπὰ ἁμαρτήματα ἐκ ψυχικοῦ πάθους γίνεται· οἷον ὀργῆς ἐπὶ ἀνδροφόνῳ· κενοδοξίᾳ ἐπὶ τῶν πλουτεῖν ἐθελόντων· ἡ δέ γε πορνεία ἐξ αὐτοῦ τοῦ σώματος τὰς πηγὰς ἔχει τῆς ἐπιθυμίας· ἐξάραι δὲ ἐβουλήθη τὸ πρᾶγμα, ἐπειδὴ πέρι αὐτοῦ πρόσκειται η παραίνεσις αὐτῷ· οὐ γὰρ πάντως πάντων χεῖρον ἡ πορνεία. Τοῦ Αὐτοῦ. Εἶπεν εἰς τοῦτο πλείους ἑρμηνείας ὁ Σευηριανὸς τεύχει νζ΄ λόγῳ γ΄ κεφαλαίῳ ιθ΄. i ταύτην τε αὐτὴν εἰπὼν τῇ τοῦ ἐν ἁγίοις Ἰωάννου καὶ ἄλλην· ὅτι φησὶν ὁ πορνεύων. εἰς τὴν ἰδίαν σύστασιν, καὶ εἰς αὐτὴν τὴν τοῦ σώματος τοῦ ἀνθρωπίνου κατασκευὴν πλημμελεῖ· ἐνυβρίζων εἰς τὸ τοῦ σώματος ἡμῶν ἐργαστήριον· καὶ ἄλλην, ὅτι σῶμα Χριστοῦ καὶ μέλη Χριστοῦ ἐστιν ὁ ἄνθρωπος· ὁ οὖν εἰς τὸ ἴδιον σῶμα πλημμελῶν· εἰς Χριστὸν πλημμελεῖ, τὴν κεφαλὴν ἡμῶν· οὗ καὶ ναός ἐστι τὸ σῶμα μετὰ πάντων· καὶ ταῦτα δέξαι εἰ βούλει· ἐξᾶραι βουλόμενος τὸ τῆς πορνείας ἁμάρτημα, τοιοῦτόν τινα λέγει σκοπὸν, ὅτι μυρίων ἄξιος τιμωριῶν ὁ πόρνος· ὁ γὰρ τοῦ μολυσμοῦ τοῦ ἰδίου σώματος μὴ φειδόμενος, πῶς ἄλλους φείσοιτο ; ὁ γὰρ ἑαυτῷ κακὸς, τίνι ἀγαθός ; Καὶ ἄλλως. γέγραπται περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, “ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·” ὁ οὖν μὴ νόμῳ ἐπιτετραμμένος καὶ θείῳ γάμῳ, ἀλλὰ πορνεύων, δέον ἔχειν τίμιον γάμον καὶ κοίτην ἀμίαντον, ἐκ τῆς πορνείας καὶ τῆς ἔνθεν ἀκαθαρσίας ἐνυβρίζει τόν τε γάμον καὶ τὴν γυναῖκα. ὁ δέ γε τοῦτο ποιῶν, εἰς ἴδιον σῶμα ἁμαρτάνει, εἰς τὴν γυναῖκα ἁμαρτάνων· ἥτις ἓν σῶμά ἐστι μετὰ τοῦ ἀνδρὸς, καὶ σῶμά ἐστι τοῦ ἀνδρὸς καθὰ πλευρὰ αὐτοῦ ἐστιν, καὶ ἐξ αὐτοῦ ἐλήφθη· τὴν τελευταίαν νομίζω καλλίστην εἶναι· ἀνελλιπῆ γὰρ τὴν τοῦ ῥητοῦ διάνοιαν σώζει· εὑρίσκεται γὰρ οὕτως πᾶν ἁμάρτημα ὃ ἐὰν πράξῃ ἄνθρωπος, ἐκτός ἐστι τῆς πρὸς τὴν γυναῖκα ἐπὶ μίξει παροινίας καὶ ἀκαθαρσίας· ὁ δὲ πορνεύων εἰς τὴν γυναῖκα ἁμαρτάνει, ἀκαθαρσίας αὐτὴν ἀναπιπλὰς καὶ αἰσχρότητος· ἔστι πρὸς τούτοις ἅπασι καὶ τοῦ ἁγίου Ἀθανασίου ἑρμηνεία ἐν τῷ περὶ σεμνοῦ γάμου. πρὸς ὅλοις τούτοις ἑρμήνευσέ τις καὶ οὕτως· πρὸς ἁβροδιαίτους καὶ φιλοσάρκους γράφων ὁ Παῦλος· τῇ αὐτῶν φιλοσαρκίᾳ συνεργῷ ἐχρήσατο πρὸς τὴν τῆς πορνείας παραίτησιν τοῦτο λέγων, ὅτι τὰ λοιπὰ ἁμαρτήματα ψυχὴν ἀδικεῖ, καὶ εἰς αὐτὴν μόνην τὴν βλάβην παραπέμπει· ὁ δέ γε πορνεύων σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀδικεῖ, φθείρων αὐτὸ καὶ ἐκδυναμῶν, καὶ τὸν ψυχικὸν καὶ ζωτικὸν καθαιρῶν νοῦν1· ὡσεὶ εἰπεν, φείσασθε κἂν τοῦ σώματος ὑμῶν, ὃ περιέπετε καὶ θάλπετε, καὶ οὗ πρόνοιαν πλείστην ποιεῖσθε· (ἐρωτηματικῶς) τί γὰρ ὁ φθόνος ; οὐ τήκει τὸ σῶμα ; τι οὖν μονὴν τὴν πορνείαν τοῦτο ποιεῖν φησίν k; Τοῦ Αὐτοῦ.Λίαν ἀσφαλῶς εἶπεν ὁ Ἀπόστολος. “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός “ ἐστιν·” ὁ δὲ φθόνος οὐ γίνεται παρ’ ἡμῶν· ἀλλ’ ἐνεργεῖται εἰς ἡμᾶς· πάσχομεν οὖν, ἀλλ’ οὐ ποιοῦμεν τὸν φθόνον· καὶ πάθος ἐστὶν, ἀλλ’ οὐκ ἐνέργεια· περὶ ἐνεργείας δὲ νῦν ὁ λόγος τῷ Ἀπο- στόλῳ· φησὶ γὰρ “ πᾶν ἁμάρτημα ὃ ἃν ποιήσῃ ἄνθρωπος·” οὐ μὴν περὶ πάθους. Ἰωάννου 1. Πάλιν ἐπὶ τὴν προκειμένην ἦλθεν παραίνεσιν τὴν κατὰ τῆς πορνείας· ὅρα δὲ οὐκ εἶπεν ζεύξω πόρνῃ· ἀλλ’ ὅπερ ἢν φρικῶδες τὸ ἆραι τὰ ἑαυτοῦ μέλη τοῦ εἶναι Χριστοῦ, καὶ ποιῆσαι εἰναι πόρνης. Τοῦ Αὐτοῦ.Εἰς μαρτυρίαν φέρει τὴν παλαιάν· πῶς εἰς σάρκα μίαν ; ὅτι ἡ σύνοδος οὐκ ἀφίησι τοὺς δύο εἶναι δύο, ἀλλ’ ἕνα ποιεῖ. Τοῦ Αὐτοῦ. Ὅρα πῶς διὰ γυμνῶν τῶν ὀνομάτων τῆς πόρνης καὶ τοῦ Χριστοῦ προσάγει τὴν κατηγορίαν, δεινοποιῶν αὐτήν. Τοῦ Αὐτοῦ. Ὅτι, φησὶν, ὁ τοιοῦτος, κἂν Πνεῦμα γίνεται μόνον, τὸ μηδὲν ποιεῖν σαρκικόν. Τοῦ Αὐτοῦ.Ἐπὶ τῆς πορνείας, φησὶν, ὅλον σῶμα· ὅθεν καὶ ἐπὶ βαλανεῖα τρέχειν ἔθος τοῖς πορνεύουσιν· ὁ δέ γε ἀνδροφόνος καὶ ἅρπαξ, χεῖρα μολύνουσι μόνον· τὸ δὲ “ φεύγετε” τὴν μετὰ σπουδῆς ἀποχὴν δηλοῖ. Φωτίου. “ Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι·” ἐστιν, ὅλος γίνεται πνευματικὸς τῇ πρὸς τὸν Κύριον ἑνώσει· οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόν τινα, Θεῷ δουλεύων καὶ μαμωνᾶ· ἀλλ’ ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευματικός· εἰς ἑνότητα συναγόμενος Πνεύματος. Τοῦ Αὐτοῦ. Ὁ δὲ πορνεύων, εἰς τὸ σῶμα μερίζει τὸ ἴδιον σῶμα· καὶ εἰς ἑαυτὸν ἀλλ’ οὐκ εἰς ἄλλην τὴν ἀδικίαν ἐπιδείκνυται· ὅπερ ἐπ’ οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων· πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν βλάπτει καὶ κακοποιεῖ. ἘΚ Τοῦ Αὐτοῦ. Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν αὐτοῦ ῥητοῦ τοιαύτην εἶναι· εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. οἷον εἰς αὐτὸ, φησὶ, τὸ ἴδιον τοῦ δεσπότου σῶμα· καὶ γὰρ ἐπάγει “ ἣ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ Ἄγ’ ἴου “ Πνεύματός ἐστιν ” καὶ πάλιν· “ καὶ οὐκ ἐστὲ ἑαυτῶν.” καὶ πρὸ βραχέος “ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ “ Χριστοῦ ;” ὥστε ὁ πορνεύων εἰς τὰ ἴ’ δία μέλη τοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ· τί οὖν, φησὶν, οἱ λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον ’τον λόγον κα αὐτοὶ εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν ; καὶ φαμὲν ὅτι οὐχ οὕτως· εἰ γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἣ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ’ οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ· ἀλλ’ ἐκτὸς αὐτὴν καὶ εἰς ἄλλον τινὰ κακουργεῖ· ὁ δὲ πορνεύων, καὶ διὰ τῶν μελῶν ὥσπερ ἐκεῖνοι καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν ἀδικίαν ἐπιδείκνυσιν. Εἰσ τὸ αὐτὸ Ἰσιδώρου τοῦ Πηλουσιώτου. Καὶ πρώτην μὲν ταύτην οὐκ εἶπεν διὰ τοῦ σώματος ἁμαρτάνειν, ὅπερ οἱ πολλοὶ νομίζοντες πράγματα παρέχουσι τοῖς ἑρμηνεύουσιν· ἀλλ’ εἰς αὐτὸ ἁμαρτάνει· εἰς αὐτὸ σφάλλει· αὐτὸ μολύνει· αὐτὸ ἐναγὲς ἀποφαίνει· ὡς ἄν τις εἶποι· ὁ δεῖνα ἑαυτὸν ὑβρίζει, ἄλλον δοκῶν ὑβρίζειν· νῦν γὰρ βλέπει τῷ Ἀποστόλῳ ὁ λόγος οὐ πρὸς μετὰ ταῦτα ἑψομένην τῷ ἁμαρτήματι τιμωρίαν, ἀλλὰ πρὸς τὴν ἐν τῇ πράξει γινομένην τῷ σώματι ἐκ τῆς συμπλοκῆς ὕβριν, τοῦτ’ ἔστιν τὸν μολυσμόν· ὁ μὲν γὰρ φονεύων, ἄλλον φονεύει· ὁ δὲ πορνεύων ἑαυτὸν καθυβρίζει· καὶ ὁ τὰ ἄλλα πταίσματα δρῶν, εἰς ἄλλον δρᾷ· ὁ δὲ λαγνεύων ἑαυτὸν καταισχύνει· ἑαυτὸν μιαίνει· ὅθεν καὶ ἀπολούονται τὸν μολυσμὸν ἐννοοῦντες, καὶ τὴν ἀτοπίαν βδελυττόμενοι· τὰ μὲν γὰρ ἄλλα πλημμελήματα, καὶ εἰς τὸν ἀδικούμενον βλέπει· τοῦτο δὲ εἰς τὸν ἀδικοῦντα· τὰ ἄλλα ἐκτὸς τοῦ σώματός ἐστι τοῦ δρῶντος· τοῦτο δὲ τὸν δρῶντα μολύνει· ἐν τοῖς ἄλλοις ἄλλους ἀδίκει· ἐν δὲ τῇ πορνείᾳ ἑαυτόν. Εἰ δὲ καὶ δευτέραν βούλει σοι ἀνοιγῆναι θύραν· ἐννόει, ὅτι ἐπειδὴ πολλάκις ἀνθρώπῳ οὐ συγνώμης μεῖζον ἔχοντι ἐλάττονα παραινοῦντες λέγομεν, ἀδελφὲ, ἀπόστηθι τούτου τοῦ νοσήματος· τοῦτο πάντων ἐστὶν κάκιον· οὐκ ἐπειδὴ πάντα ὑπερβαίνει· ἀλλ’ ὅτι κἀκείνου αὐτὸν ἀπαλλάξαι βουλόμεθα· μήποτε καὶ ὁ Ἀπόστολος ἐπὶ τῆς πορνείας τοῦτο ἔφη· τὸν γὰρ πορνεύσαντα παρὰ Κορινθίοις σωφρονῆσαι βουλόμενος, ταύτην ἔρρηξε τὴν φωνήν. εἰ δὲ καὶ τρίτην· ἐννόει, ὅτι ὥσπερ ὁ εἰς θάλασσαν σῖτον ἣ ἕτερον ῥίπτων σπέρμα εἰς τὸν σπόρον ἁμαρτάνει, κωλύων αὐτὸν εἰς γέννησιν ἐλθεῖν· οὕτω καὶ ὁ εἰς ἑτέραν ῥίπτων τὸ ἑαυτοῦ σπέρμα εἰς τὸ οἰκεῖον σῶμα ἁμαρτάνει· ἐκεῖνης οὐ τεχθὲν ἀναιρούσης μόνον· ἀλλὰ καὶ τεχθῆναι κωλυούσης· εἰ δὲ καὶ τετάρτην· ἐννοεῖν χρῆ, ὅτι ἡ δρᾷ καὶ πάσχει· εἰ μὲν γὰρ μὴ ἔπαθεν, οὐκ ἂν ἔρρευσεν· εἰ δὲ ἔρρευσεν, ἐφθάρη· εἰ δὲ ἐφθάρη, ὑβρίσθη· ἀμέλει ἐπ’ οὐδεμίᾳ ἄλλῃ πράξει, ἢ ἔπι μόνῃ τῇ ἀνδρὸς πρὸς γυναῖκα συνόδῳ λέγεται, ἔφθαρται τὴν παρθένον καὶ τὸν νεανίσκον πειραθέντας· εἰ δὲ καὶ πέμπτην· ἐννόει, ὅτι τῷ πόρνῃ συνερχομένῳ, εἰ τεχθείη παιδίον, εἰς πορνεῖον ἀνατρέψεται· καὶ ὁ ὁρῶν μετὰ ταῦτα λέξει, ὄντως ἑαυτὸν ἐκεῖνος ἠδίκησεν· ἰδοὺ γὰρ τὸ σπέρμα, μᾶλλον δὲ τὸ σῶμα αὐτοῦ πορνεύει· εἰ δὲ καὶ ἕκτην· ἐπίστησαι, ὅτι εἰ δούλῃ τίς κοινωνήσειεν, δοῦλος ἔσται τὸ τικτόμενον· πῶς οὖν οὐκ εἰς ἑαυτὸν ἁμαρτάνει, ὁ δοῦλον σπουδάζων τεκεῖν· εἰ δὲ καὶ ἑβδόμην· ὅρα ὅτι καὶ τὸ τικτόμενον ἀδικεῖται νόθον καλούμενον καὶ ἄτιμον πανταχοῦ γινόμενον· κἂν ἐν βουλευτηρίῳ, κἂν ἐν δικαστηρίῳ δέοι εἰσελθεῖν, ἐκβάλλεται· δι’ οὗ καὶ ὁ φυτευσάμενος συναπολαύει τῆς αἰσχύνης. ὑπόμνημα γὰρ τῆς οἰκείας λαγνείας κατέλειψεν. εἰ δὲ καὶ ὀγδόην· δοκίμασον τὸ ῥηθησόμενον· ἐπειδὴ ὁ πορνεύων ἒν πρὸς τὴν πορνεύουσαν γίνεται· ὁ τὰ οἰκεῖα μέλη ποιῶν μέλη πόρνης, εἰς ἑαυτὸν τῷ ὄντι ἁμαρτάνει· φόνῳ μὲν γὰρ εὖ τινὲς ἐχρήσαντο, ὡς Μώσης, καὶ Φινεὲς· καὶ ὀργῇ, ὡς Πέτρος καὶ Παῦλος· πορνείᾳ δὲ οὐδεὶς πώποτε εὖ ἐχρήσατο· εἰ δὲ καὶ ἐνάτην· ἐννόει, ἐπειδὴ σῶμα ἕν ἐστιν ἡ ἐκκλησία· ὁ δεκαθέῖς m ἀλλήλων μέλη, ὁ πορνεύων, εἰς πάντας ἁμαρτάνει· ἀνατρέχει γὰρ αὐτοῦ τὸ σφάλμα ἐπὶ τὸ τῆς Ἐκκλησίας πλήρωμα· οὗ καὶ ἐκκοπῆναι αὐτὸν προσέταξεν, ἕως ἂν μετανοήσῃ. εἰ δὲ καὶ δεκάτην βούλει· λεχθείη ἂν, ὅτι ἐπειδὴ οἱ νόμῳ τοῦ τιμίου γάμου συνιέντες, ἓν σῶμα γίνονται· “ ἔσονται γάρ’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν·” διὸ καὶ ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνὴρ, ὡσαύτως δὲ καὶ ὁ ἀνήρ· εἰκότως ὁ πορνεύων μὲν ἀνὴρ εἰς τὴν γαμετὴν, τοῦτ’ ἐστιν εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· ὡσαύτως καὶ ἡ γυνή· ἐπὶ μόνῃ γὰρ ταύτῃ τῇ ἁμαρτίᾳ μόνον ἔθετο ὁ Χριστὸς χωρίζεσθαι αὐτοὺς ἀπ’ ἀλλήλων. Ἢ οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν ; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. Κυτίλλου. “ Κατῴκηκε γὰρ ἐν ὑμῖν τὸ τῆς υἱοθεσίας πνεῦμα, “ τοῦτ’ ἐστι τὸ Ἅγιον, ἐν ᾧτ’ κράξομεν ἀββᾶ ὁ πατήρ· ἠγοράσμεθα “ δὲ καὶ τιμῆς·” τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τοῦ πάν. τῶν ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἆρα ναοὶ Θεοῦ ζῶντος. ἐναυλίζεται γὰρ ἡμῖν δι’ Ἁγίου Πνεύματος Χριστὸς ἔχων ἐν ἰδίᾳ φύσει καὶ τῶν ἐξ οὖ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτὸς “ ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μοῦ τηρήσει, καὶ ὁ “ Πατήρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ “ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.” ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονή. ἀναφοιτάτω δὴ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία. “ καὶ παραστήσωμεν τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν ἁγίαν εὐά- “ ρεστον τῷ Θεῷ τὴν λογικὴν λατρείαν ἡμῶν· ἠγοράσθημεν γὰρ “ οὐ φθαρτοῖς ἀργυρίῳ ἣ χρυσίῳ· ἀλλὰ τιμίῳ αἵματι,” κατὰ τὸ γεγραμμένον· οὐκ οὖν τῷ πριαμένῳ δουλεύσωμεν αὐτῷ· παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοήν· καὶ τὰ μέλη ἡμῶν, ὅπλα δικαιοσύνης τῷ Θεῷ· γέγραπται γὰρ ὅτι τόδε σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι· ὅτ’ ἃν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμόν· τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις ἅγιος ὦν κατὰ φύσιν ὡς Θεός. Ὠριγένουσ.n. Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ “ οὐκ ἐστὲ ἑαυτῶν·” ἐρεῖ γάρ τις εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω, ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν “ ἣ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ Θεοῦ ἐν ὑμῖν “ Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ·” εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἀσεβοῦμεν, καὶ δι’ αὐτοῦ εἰς Πατέρα καὶ Υἱὸν, εἰς οὓς βεβαπτίσμεθα· ἐὰν πορνεύωμεν, εἰς Χριστὸν μὲν, ὅτ’ ἃν “ ἄρας τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη·” εἰς τὸ Ἅγιον δὲ Πνεῦμα, ὅτε τὸν ναὸν τοῦ ἐν ἡμῖν Ἁγίου Πνεύματος φθείρῃ τίς. εἰς τὸν Πατέρα δὲ, ὅτε τὸν ναὸν τοῦ Θεοῦ φθείρω· πρὸς τούτοις οὖν ὅσα ἃν ἁμαρτάνωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν φθορᾶς, μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα, ἔφθαρται ἐκ τοῦ πεφονευκέναι· ἀλλ’ ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν· ἐφθάρη γὰρ ἡ παρθένος λέγομεν· καὶ πάλιν ἄφθορος ὁ νεανίσκος ἢ ἐφθάρη· “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, “ ἐκτὸς τοῦ σώματός ἐστιν·” ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ Χριστοῦ, καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, “ δοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν,” ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος, ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν· ὡς καὶ ὁ Ἀπόστολος λέγει· “ ἡ χάρις τοῦ Θεοῦ μετὰ “ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ.” Θεοδωρίτου. Εἶπεν ἄνω τὸ σῶμα τοῦ Θεοῦ· εἶπεν αὐτὰ τὰ μέλη Χριστοῦ· νῦν πάλιν τοῦ Ἁγίου Πνεύματος ὀνομάζει ναόν· Πνεῦμα δὲ προσαγορεύει τὸ χάρισμα. καὶ διὰ πάντας μανθάνομεν τὴν τῆς τριάδος ἰσότητα. Σευηριανοῦ. “ Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν “ καὶ ἐν τῷ πνεύματι ὑμῶν·” μὴ μόνον ἐν τῷ χαρίσματι, ἀλλὰ καὶ ἐν τῷ σώματι· ἵνα καὶ φύσις καὶ προαίρεσις καἰ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην· ἄλλοι δὲ τὸ πνεῦμα τὴν ψυχὴν ἐξειλήφασιν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg012.local001/.
