# Catena In Epistulam I Ad Corinthios ΚΕΦ. Δ..1

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ΚΕΦ. Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-i-ad-corinthios/%CE%9A%CE%95%CE%A6.%20%CE%94..1

Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας. Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἔχετω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῆ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. ᾿Ὠριγένουσ.ο. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν· ὑποβαίνοντες τὰς ἐντολὰς ἣ ὑπερβαίνοντες. ὅτ’ ἃν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλώμεθα, καὶ ἐσθ’ ὅτε ὑπερβαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου· στάθμιον οὖν ἐστὶν ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν, ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δὴ βιοῦν· δέδεσαι μετὰ γυναικὸς, ἓν στάθμιον μέγα ποιεῖς· οὐ φροντίζεις τῆς γυναικὸς, ἀλλὰ λέγεις ἐγὼ δύναμαι ἐγκρατεύεσθαι καὶ ζῆν καθαρώτερον. ἀλλ’ ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου δι’ ἦν Χριστὸς ἀπέθανεν. Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ· καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν· πῆ μὲν ἀνδρῶν, πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλήλων κατεξανισταμένων. ἔγραψαν οὐν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ Ἀποστόλῳ· καὶ πρὸς τὴν ἐπιστολὴν ταύτην ἀντιγράφει ὁ Ἀπόστολος τὰ προγεγραμμένα. καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον, καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τὸν περὶ γάμου προκρίνας, ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸς οἰκονόμος. ἀλλὰ τηρεῖ δι’ ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινὰ τρόπον, καὶ προτρέπεται καθαρεύειν· καἰ συγχωρήσας συγκαταβαίνειν, προτρέπεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τῷ δεῖν τῆ ἀσθενεία συγκαταβαίνειν τῶν ἀσθενεστέρων· ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρασσεν· ἀλλ’ ἀπὸ τῶν τελειοτέρων πραγμάτων, λέγων· “ περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν “ ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·” οἷον, ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα· ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸ τῆς γυναικὸς· ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς. Διὰ γοῦν τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· (??) καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα· οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ο ισχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μήπως πορνεύσῃ τῇ ἐγκρατείᾳ τῆς γυναικὸς ὁ ἀνήρ· αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι, εὑρισκομένους ἐν τοῖς ἔργοις τοῦ γάμου. ἣ τῇ προφάσει τοῦ ἑνὸς τὴν ἑτέραν ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός· οὐκ ἔστι οὖν καθαρὰ ἡ σεμνότης τῆς τοῦ ἀνδρὸς, ὅτε μὴ ἐκ συμφωνίας τῆς γυναικὸς γίνηται ἡ ἄσκησις ἀμφοτέροις ὑπὲρ τοῦ σχολάσαι ταῖς κατὰ Θεὸν εὐχαῖς· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. προενοήσατο καὶ τοῦ θεραπεύσαι τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην, καὶ τὸ εὐσχημονέστατα οἰκονομῆσαι τὸ κατὰ τοὺς τόπους. διόπερ εἶπεν ὀφειλὴν ὀφείλεσθαι ἀπὸ τοῦ ἀνδρὸς, καὶ τῷ ἀνδρὶ ἀπὸ τῆς γυναικός. εἶτα ἵνα μὴ δυσωπήσῃ τοὺς ἐν γάμῳ ὡς δούλους ἀλλήλων τυγχάνοντας· μὴ χωρὶς συμφωνίας ἥκειν ἐπὶ τὴν ἄσκησιν τῆς καθαρότητος φησίν· “ ἡ “ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως “ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή.” ἐξουσίαν οὖν ἔχει ὁ ἀνὴρ τοῦ σώματος τῆς γυναικός· καὶ ἐξουσίαν ἔχων, ἐὰν θέλῃ, μὴ χρήσθω τῇ ἐξουσίᾳ. ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ φησὶν ὁ Ἀπόστολος. οἶμαι τοῦτο διδάσκων τὸ λέγειν, “ μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν· ὡς “ καὶ οἱ λοιποὶ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς ” ἐξουσίαν οὖν ἔχει ἡ γυνὴ τοῦ σώματος τοῦ ἀνδρός· καὶ οὐ δύναται μὴ χρήσασθαι τῇ ἐξουσίᾳ· τὸ δὲ ὁμοίως δὶς κείμενον, δίδωσι νοεῖν ὅτι μὴ νομιζέτω ὁ ἀνὴρ ἐν τοῖς κατὰ τὸν γάμον πράγμασιν ὑπερέχειν τῆς γυναικός· ὁμοιότης ἐστὶ καὶ ἰσότης τοῖς γεγαμηκόσι πρὸς ἀλλήλους. Ἰωάλλου Ρ. Ἔγραψαν αὐτῷ εἰ δεῖ ἀπέχεσθαι γυναικὸς ἢ οὐ. τὸ μὲν καλὸν, φησὶν, καὶ τὸ ὑπερέχον ἐστὶν, τὸ ὅλως μὴ ἄπτεσθαι γυναικός· τὸ δὲ ἀσφαλὲς καὶ βοηθοῦν ἡμῶν τῇ ἀσθενείᾳ ἐστὶν, τὸ τῇ νομίμῳ κεχρῆσθαι γυναικὶ καὶ τῷ νομίμῳ ἀνδρί. αὕτη τῆς συγχωρήσεως αἰτία εἰς ἐγκράτειαν παρακαλεῖ. Τοῦ Αὐτοῦ. Ἔδειξε χρέος οὖσαν τὴν εὔνοιαν καὶ οὐ δωρεὰν παρεχομένην· ἐπειδὴ εἶπεν τὴν ὀφειλομένην εὔνοιαν, ἡρμήνευσε ποῖά ἐστιν ἡ ὀφειλομένη εὔνοια· αὕτη φησὶν, οὔτε ἀνὴρ, οὔτε γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζουσιν. ἀλλὰ τὴν τούτου ἐξουσίαν ὁ ἕτερος εἶχε τί δήποτε δὲ ἐν μὲν τοῖς ἄλλοις τὸ πλέον δίδωσι τῷ ἀνδρὶ, ἔνθα περὶ ὑποταγῆς ἣ ἐξουσίας ὁ λόγος αὐτῶν, νυνὶ δὲ ἰσότητα ἔδωκεν ; καὶ φαμὲν ὅτι ἐκεῖ μὲν περὶ τοῦ ἀρχικοῦ ὁ λόγος αὐτῷ· νυνὶ δὲ περὶ σωφροσύνης, ἐν ᾗ οὐδεὶς τὸ πλέον ἣ τὸ ἔλαττον ἔχειν ὀφείλει. Μῆ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτόν· ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Ὠριγένουσ.q. Ὀφείλετε γὰρ ἀμφότεροι εἰδέναι, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ εὐχὴ ἀπὸ καθαρότητος ἀνδρὸς καὶ γυναικὸς, καὶ εὐχὴ ἀπὸ κοινωνίας· εἰ γὰρ ἐπὶ τῶν εἰδώλων Ἕλληνες ἔστιν ὅτε ἁγνεύουσι, πόσῳ πλέον σὺ ὁ τῷ Θεῷ τῶν ὅλων εὐχόμενος· καλὸν οὖν ἐστι συγκαταβαίνειν μὲν διὰ τὴν ἀσθένειαν, ἀνέχειν δὲ διὰ τὰς εὐχάς· καὶ Μωϋσῆς μὲν ἁγνίζει τὸν λαὸν, καὶ λέγει, “ τρεῖς ἡμέρας μὴ “ προσέλθητε γυναικί.” ἵνα δυνηθῶσιν ἐκ τοῦ προκεκαθαρευκέναι ἀκροαταὶ γενέσθαι τοῦ Θεοῦ. καὶ ἐν ταῖς βασιλείαις δὲ ἁγίους ἄρτους βούλεται παραστῆσαι τῷ Δαβὶδ, φεύγοντι τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν, Ἀβιάθαρ ἢ Ἀβιμέλεχ ὁ ἱερεύς. καὶ βουλόμενος ἁγίους ἄρτους παραθεῖναι, τι φησι ; “ πλὴν εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ “ γυναικός·” οὐχ οἷον δὲ ἀπὸ ἀλλοτρίας γυναικὸς, ἀλλ’ ἀπὸ γαμετῆς· εἶτα ἵνα μὲν ἄρτους προθέσεως λάβῃ r, καθαρὸς εἶναι ὀφείλει ἀπὸ γυναικός. ἵνα δὲ τοὺς μείζονας τῆς προθέσεως λάβῃ ἄρτους, ἐφ’ ὡν ἐπικέκληται τὸ ὄνομα τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ πολλῷ πλέον ὀφείλει τις εἶναι καθαρώτερος· ἵνα ἀληθῶς εἰς σωτηρίαν λάβῃ τοὺς ἄρτους, καὶ μὴ εἰς κρίμα ; Θεοδωρου. Ἀκρασίαν οὐ τὴν ἀσέλγειαν λέγει, ἀλλὰ τὸν κρατεῖν οὐ δυνάμενον εἰς πορνείαν καταφέρεσθαι. Θεοδωρίτου. Ὅτι δὲ τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοὺς ἐμέτρησεν, ἐδίδαξεν διὰ τῶν ἑξῆς· “ τοῦτο δὲ λέγω κατὰ συγ- “ γνώμην, οὐ κατὰ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι “ ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ·” καὶ τὴν τελειότητα ὑπέδειξε. καὶ τὰ ἐλάττονα συνεχώρισεν, “ ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. παρεμυθήσατο καὶ τοὺς ἐν γάμῳ· χάρισμα Θεοῦ τὸν γάμον προσαγορεύσας.. ὑπ’ ἐκείνης γάρ τις τῆς χάριτος βοηθούμενος, καὶ τὴν ἐν γάμῳ κατορθοῖ σωφροσύνην· ἐπικουρεῖ δὲ ἡ χάρις τοῖς τὴν ἀγαθὴν εἰσφέρουσι προθυμίαν. Θεοδωρου. Οὐκ εἰπεν αὐτῷ γνώμης κατόρθωμα, ἀλλὰ θείας χάριτος ἔργον. εἰκότως, τὸν γὰρ ἐναντία τῇ φύσει κατορθοῦν αἱρούμενον, οὐ τῆς ἡμετέρας δυνάμεως, ἀλλὰ τοῦ τῆς φύσεως ποιητοῦ· οὕτω καὶ ὁ Κύριος, “οὐ πάντες,” φησὶν,“χωροῦσι τὸν λόγον, “ἀλλ᾿ οἷς δέδοται δόσιν αὐτὸ καὶ χάριν καὶ αὐτὸς προσειπών. Ὠριγένουσ. Οἱ πολλοὶ μὲν οἴονται τὸ ἀποστερεῖν ἐπὶ χρυσίου ἣ ἀργυρίου ἣ τινὸς τῶν τοιούτων λέγεσθαι. σαφῶς δὲ ὁ Ἀπόστολος καὶ ἐπὶ τῶν ἐν γάμοις ὄντων καὶ ἀκαίρως καὶ χωρὶς συμφωνίας ἁγνείαν ἀσκούντων, ἀποστέρησιν ὠνόμασεν. ἅπαξ δὲ ἁπλῶς ὁ τὸ ὀφειλόμενον μὴ ἀποδιδοὺς, ἀποστερεῖ ἐκεῖνον ᾧ ὀφείλει, μὴ ἀποδιδοὺς τὸ ὀφειλόμενον· ἐνίοτε δὲ συγκλείεται ὁ ἄνθρωπος εἰς τὸ μὴ δύνασθαι ἅμα δύο ὀφειλὰς ἀποδιδόναι διὸ γέγραπται, ἵνα τὴν ἀναγκαίαν ἀποδῷ ὀφειλήν. ὃ δὲ λέγω, οὕτως ἔσται σαφές. οὐκ ἔνεστι καὶ Θεῷ ἀποδιδόναι δεόντως τὰς εὐχὰς, καὶ ἀποδοῦναι τὴν ὀφειλὴν τὸν γεγαμηκότα τῇ γυναικί· διόπερ τὸ ὀφείλημα τὸ εἰς Θεὸν ἐὰν ἐπείγῃ, δεῖ τὸ ἕτερον ἀποστερεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος ; “ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἃν ἐκ συμφώνου “ πρὸς καιρόν· ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ “ αὐτὸ ἦτε·” ὡς μὴ καθαρᾶς ἀναπεμπομένης τῆς εὐχῆς τοῖς καὶ συνεληλυθόσιν, εἰ καὶ νομίμως συνεληλύθασιν. ἀπέχεσθαι δὲ δεῖ γυναικὸς καὶ ἐν καιρῷ τῆς ἀφέδρου· καὶ εἰς μέγα γε ἔγκλημα λογίζεται τὸ συνέρχεσθαι γυναικὶ οὔσῃ ἐν τῇ ἀφέδρῳ· ἐν γοῦν τῷ καταλόγῳ τῶν ἀνδραγαθημάτων καὶ τὸ καταλόγῳ τῶν ἁμαρτημάτων παρὰ τῷ Ἐζεκιὴλ s ἀναγέγραπται· “ ὅτι καὶ πρὸς γυναῖκα “ ἐν χωρισμῷ οὐ μὴ προσέλθῇ,” καὶ δεῖ καθαρεύειν πάντως καὶ ἀπὸ τῆς ἰδίας γυναικὸς ἐν καιρῷ εὐχῆς καὶ νηστείας. Καὶ πάλιν φησὶ, “ ἐπὶ τὸ αὐτὸ ἦτε· ἵνα μὴ πειράζῃ ὑμᾶς “ ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν· τοῦτο δὲ λέγω κατὰ συγ- “ γνώμην· οὐ κατ’ ἐπιταγήν·” πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον· καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον· “ θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· “ ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὃς μὲν οὕτως· ὃς “ δὲ οὕτως.” πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται τοῦ ἐκ συμφωνίας· καὶ ἀληθῶς ἐστὶν εἰπεῖν ἐπὶ τινῶν· ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν· ὅτε οὐκ ἀκαταστασία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοι γε ὅτι χάρισμα ἐκ Θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὸν καὶ ἐθνικοῦ πρὸς πιστόν, τοῦτο οὐκ ἃν εἴποιμι· οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ Θεοῦ φθάνειν ἐπὶ τοῖς ἐθνικοῖς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος· Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος. καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον· λέγοντες, τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου Θεοῦ, ὃν ἃν ἔπλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἐστιν αὐτοὺς συμβιβάσαι, ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι “ τὸ μὲν οὕτως, τὸ δὲ οὕτως·” χάρισμά ἐστι καὶ ὁ γάμος. εἰ χάρισμα καὶ ὁ γάμος· κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος. εἰ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως ἀπὸ Θεοῦ· δῆλον ὅτι εἷς Θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον· καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου Θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται, ὕστερον δὲ Χριστὸς Ἰησοῦς. Ἰωάλλου t. Μὴ ἐγκρατευέσθω φησὶ θάτερος, θατέρου μὴ βουλομένου. μήπως πορνεία γένηται πρόξενος τῷ ἑτέρῳ μέρει ἡ σὴ ἐγκράτεια· “ πρὸς καιρὸν,” φησὶν, τοῦτ’ ἐστι κατὰ καιρὸν τὸν προσήκοντα. εὐκαιρία δέ ἐστιν ἀποχῆς ἡ νηστεία καὶ ἡ προσευχή· τοῦτο δὲ φησὶν, οὐ τοὺς συνόντας γυναικὶ εὔχεσθαι ἣ νηστεύειν κωλύων, ἀλλὰ ὅπως ἡ εὐχὴ καὶ ἡ νηστεία σπουδαιοτέρα γένηται. ἀπέχεσθε γὰρ, φησὶν, “ ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσ- “ ευχῇ,” ὡς τῆς μίξεως ἀσχολίαν οὐκ ἀκαθαρσίαν ίαν ποιούσης· μίξεως δὲ τῆς πρὸς τὴν νομίμην γυναῖκα, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος μόνος αἴτιος τῆς πορνείας, ἀλλὰ καὶ ἡ ἡμῶν ἀκρασία· ἐπάγει “ διὰ τὴν ἀκρασίαν ὑμῶν·” δεικνὺς ἔνθεν μᾶλλον ἡ ἐκ τοῦ διαβόλου γίνεσθαι. ἐπειδὴ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν “ διὰ “ τὴν ἀκρασίαν ὑμῶν,” νῦν σπουδάζει παραμυθήσασθαι αὐτοὺς ὅτι φησὶν, τὸ εἰναι παρθένον, χάρισμά ἐστιν ἀπὸ Θεοῦ· οὐκ ἐπειδὴ τῆς ἡμετέρας οὐ δεῖται σπουδῆς τὸ πρᾶγμα· αὐτὸς γὰρ ἵνα τις ἀξιωθῇ χαρίσματος, πολλὰ κοπιᾷ· ἀλλ’ ὡς εἴρηται, παραμυθεῖται αὐτοὺς ὑπὲρ τῆς ὕβρεως. ὁ μὲν καὶ παντελῶς ἀπέχεται μίξεως· ὁ δὲ ἀρχὴν τῆς γαμετῆς ἵσταται. Οἰκουμενίου. οὐ γὰρ ὥσπερ τὸ “οὐ μοιχεύσεις, οὐ ἤδη καὶ τὸ μὴ ἀποστερεῖν ἀλλήλους ἐπιταγή τις ἐστὶν καὶ ἐπαινετὸς ὁ τοῦτο ποιῶν ὡς μόνον πληρῶν· κατὰ συγγνώμην, φησὶ, τοῦτο εἶπον, συγκαταβὰς τῇ ἀσθενείᾳ ὑμῶν. ἐκ δὲ τοῦ εἰπεῖν “ συγγνώμην,” ἔδειξεν ὅτι καὶ κατεγνωσμένον πράττει πρᾶγμα ὁ μόνον ἐν τῇ νηστείᾳ καὶ τῇ προσευχῇ ἀπεχόμενος. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Ὠριγένουσ u. τινὲς τῶν καθ’ ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι, καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις· τοῦτο μὲν οὐ ποιοῦσιν· ἀνάγκην δὲ ἐπιτιθέασι, καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους, μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν. οὐκ αἰδούμενοι οὐδὲ τὰς τοῦ Ἀποστόλου φωνάς· ὁ γὰρ λέγων τοῖς καὶ ταῖς χήραις “ εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν.” ἄντικρυς ἐπετρεψάμεθα τὸν πρῶτον γάμον μετὰ τοῦ χηρεῦσαι, γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ “ εἰ οὐκ “ ἐγκρατεύονται γαμησάτωσαν·” ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶν τὸ μὴ ἐγκρατεύεσθαι· οἷον ἔστιν λέγεσθαι ἀνθρώποις Χριστιανοῖς κάλλιον γαμῆσαι ἢ πυροῦσθαι· πύρωσιν ὀνομάσαντος u (??) Cod. αὐτοῦ τὴν ἐπιθυμίαν τῆς σαρκὸς μὴ σβεννυμένης ὑπὸ τοῦ λόγου· ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ. Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ Ἀποστόλου, οὐ κωλύομεν τὴν διγαμίαν· συγκρίσει γὰρ πυρώσεως, αἱρετωτέρα διγαμία· ὅτ’ ἂν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τινος νομίζεται· ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν· οὐκ ἔστιν σωφροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρώτῳ πλαστῷ. οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ “ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν “ μοῦ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ· γέγονεν καὶ μετὰ τῆς Χιττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ, ἀλλὰ ἡ φύσει γυνή. Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ· καὶ Ἰακὼβ δὲ, εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Αἴας, γεγένηται καὶ μετὰ τῶν παιδισκῶν· ἀλλ’ ἐν τῷ μνημείῳ μόνη Αἴα ἐγένετο σὺν αὐτῷ. Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς. οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει, ὅτι τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων· “ λέγετέ “ μοι οἱ τῶν τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε ; γέγραπται γὰρ ὁ δεῖνα δύο υἱοὺς ἔσχεν καὶ τὰ ἑξῆς. οὐ μέλλει καὶ ἐπ’ αὐτοῦ λέγεσθαι, “ ἅτινά ἐστιν ἀλληγορούμενα· καὶ “ αὗται γάρ εἰσι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶς συνέβαινεν “ ἐκείνοις· ἐγράφη δὲ δι’ ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν αἰώνων “ κατήντηκεν·” λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις· “ καλὸν “ αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·” τοῦτο δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ποῖον δεύτερον καλὸν, “ καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς “ κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ “ ἐστι γαμῆσαι ἢ πυροῦσθαι·” διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες, μηδέπω πεπειραμένοι δευτέρων, ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον, μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν κρεῖττον οὑν τὸ γαμῆσαι δεύτερον γάμον οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε· ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς “ πυροῦσθαι.” Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν “ τοῖς δὲ γεγαμη- “ κόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος·” ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ’ ἐμοῦ ἐστιν, ἀλλ’ ἀπὸ τοῦ Κυρίου· ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα. ὅτι γεγαμηκότες ὠνόμασεν· ὅτ’ ἂν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅσοι δὲ τοὺς ἄλλους, ὅσοι ἑτεροζυγοῦσιν, οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν. δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν “ τοῖς δὲ λοιποῖς λέγω ἐγὼ, οὐχ ὁ Κύριος· οὐκ οὖν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες· οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ Θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ εὐχῶν καὶ παιδοποιίας ἁγίας, καὶ πάντων ὧν Χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι Θεοῦ· “ παραγγέλλω οὖν “ οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι.” τὸ γὰρ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δέδεσθαι μὴ λυθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, πολλὰ γὰρ ἃν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι, οἷον πορνεία, ἐὰν γένοιτο τῇ γυναικὶ, ἁμαρτία ἐστιν κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα· ἔαν οὑν καὶ χωρισθῇ καὶ γένοιτό τι ὂν χωρισμοῦ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· ὁμοίως δὲ καὶ ’ν θέλω τοιοῦτον εἶναι. Ἵνα μὴ ἀφίη γυναῖκα· “ τοῖς δὲ λοιποῖς λέγω ἐγὼ οὐχ ὁ “ Κύριος·” τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ’ ὁ Κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ’ ἑτεροζυγοῦσιν ἀπίστοις· οὐκ ἔχω νόμον δοῦναι ἀπὸ Θεοῦ, οὐδὲ γὰρ ἄξιοι εἰσιν νόμων Θεοῦ· ἀλλ’ ἀκουέτωσαν ἡμῶν· καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ· οἱ νόμοι οἱ κατὰ Μωσέα· οἱ μὲν Θεοῦ εἰσιν· οἱ δὲ Μώσεως· καὶ τοῦτο ἐπιστάμενος ὁ Κύριος διαφορὰν νόμων Θεοῦ καὶ νόμου Μώσεως, Μωσέως, ἐπὶ μὲν τῶν ὑπὸ Θεοῦ νενομοθητημένων· ὁ γὰρ Θεὸς εἶπεν “ τίνα τὸν πατέρα καὶ “ τὴν μητέρα·” ἐπὶ δὲ τῶν ὑπὸ Μώσεως, “ Μωϋσῆς διὰ τὴν “ σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολύσαι τὰς γυναῖκας·” τηρήσας γοῦν τὰς τοῦ βιβλίου τοῦ ἀποστασίου, εὑρήσεις οὐκ ἐκ προστάγματος Κυρίου τὸν νόμον γεγραμμένον· Μωῦσῆς μὲν οὖν ὑπηρετῶν Θεῷ· νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ Θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ Εὐαγγελίῳ. νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοῖς ἀτὲρ x Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμον ἀπὸ Κυρίου, ἣ ἀκούειν νόμων Παύλου τοῦ Ἀποστόλου· κἂν γὰρ ἅγιος ᾗ, ἀλλὰ πολλῷ ὑποδεεστέρους y ἔχει νόμους τῶν νόμων τοῦ Κυρίου. Σευηριανοῦ. τὴν “ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·” ἃν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζομένων· “ ἣ τῷ ἀνδρὶ καταλλαγήτω, ἢ μενέτω ἄγαμος,” περὶ τῶν διά τινα μάχην διισταμένων δείκνυται. Θεοδωρίτου. Τῆς εὐαγγελικῆς νομοθεσίας ἀνέμνησεν. ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη “ πᾶς ὁ ἀπολύων τὴν “ γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευ- “ θῆναι·” διὰ τοῦτο προστέθεικεν “ οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος·” τὸ δέ γε “ μενέτω ἄγαμος, ἣ τῷ ἀνδρὶ καταλλαγήτω,” οὐκ ἔστιν ἐναντίον τῷ “ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἃν ἐκ συμφώνου.” ἐκεῖνα γὰρ τοῖς μὴ δι’ ἄλλην πρόφασιν χωριζομένοις, ἀλλὰ διὰ μόνην ἐγκράτειαν εἴρηται· ἐνταῦθα δὲ τοῖς περὶ ἑτέρων πραγμάτων ζυγομαχοῦσιν νομοθετεῖ· καὶ πειρᾶται μὲν ἀρραγῆ φυλάξαι τοῦ γάμου τὴν ζεύγλην. συγκατιὼν δὲ τῇ ἀσθενείᾳ, τῷ χωριζομένῳ νομοθετεῖ τὴν ἐγκράτειαν, καὶ ταύτῃ κωλύων τοῦ γάμου διαίρεσιν· ἀπείργων γὰρ ἑτέρῳ συνάπτεσθαι, πρὸς τὸν πρότερον γάμον μέρος ἑκάτερον ἐπανελθεῖν συνωθεῖ. Ἰωάλλου z. Ὅρα σοφίαν· καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι μεῖζον παράπτωμα γένηται· ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. εἰ πολλὴν, φησὶν, ὑπομένεις βίαν καὶ πύρωσιν, ἀπαλλάγηθι καὶ γάμισον, μή ποτε περιτραπῇς. ἐπειδὴ ῥητῶς νόμον ὑπὸ τοῦ Κυρίου τεθέντα λέγειν μέλλει, διὰ τοῦτο φησὶν, “ οὐκ ἐγὼ ἀλλ’ “ ὁ Κύριος·” τοῦδε ὁ νόμος, μὴ γίνεσθαι διαίρεσιν “ παρεκτὸς “ λόγου πορνείας.” καὶ τὰ μὲν ἔμπροσθεν εἰρημένα, εἰ καὶ μὴ ὀνομαστὶ ὁ Κύριος εἶπεν, ὅμως καὶ αὐτῷ τῷ Κυρίῳ καλῶς ἔχειν δοκεῖ, τῷ διὰ τοῦ στόματος Παύλου λαλοῦντι· πλὴν ἐπειδὴ τὸ τοῦ χωρισμοῦ ῥητῶς ὁ Κύριος εἴρηται παρέδωκεν, τούτου χάριν φησὶν, οὐχ ὁ Κύριος ὥστε τὸ ἐγὼ καὶ “ οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν· ἵνα γὰρ μὴ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, ἐπάγει κατωτέρω, “ δοκῶ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.” Κυτίλλου. Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφορῶντο λίαν πᾶν ὁ τι οὖν τῶν σφισὶ καθ’ ἡδονὴν οἱ ἐξ Ἱερουσαλήμ· ταύτῃ τοι δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρήρηντο τῷ νόμῳ. ἐπ’ αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι καὶ ἁπάντων οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως ἐπ’ ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους· κἂν εἰ μήτι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν. τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος, “ λέγω δέ’ φησὶν, “ τοῖς ἀγάμοις καὶ “ ταῖς χήραις· καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ” καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος, τὸ “ λέγω” τέθεικεν, οὐδὲ Χριστὸς ὁ προστάττων ἦν· τὸ “ παραγγέλλω” φησὶν, προσεπάγων εὐθὺς τὸ οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος. τι ’δε ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δέ τι τὸ ἄμεινον οἱ μυσταγωγοί ; καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ ; Τί οὖν ἐροῦμεν ; οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα. ἐπιμετροῦντος οἶμαι που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι Φαρισαίοις ὁ Κύριος, ἐρωτήσασιν αὐτὸν εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα αὐτοῦ· “ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι·” πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί· “ εἰ οὕτως ἐστι τοῦ ἀνθρώπου “ ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι· ὁ δὲ εἶπεν “ αὐτοῖς· εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώ- “ πων· καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχησαν ἑαυτοὺς διὰ τὴν “ βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω·” προύθηκε γὰρ τοῖς ἐθέλουσι κατορθοῦν· οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι. Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκία· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρόπους εἰς δόξαν Θεοῦ· τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοημάτων· τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόρριψιν ῥύπου, καὶ μὴν καὶ τὰς ἐν σαββάτῳ, τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς. ἠφίει γεμὴν πρὸς τούτοις καὶ ἑκουσιάζεσθαι τινὰς, τοῦτ’ ἐστι προσκομίζειν Θεῷ τὰ ἑκούσια. καὶ ταῦτα δὲ ἦσαν τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέου φιλοτιμίας καρποί· ἀλλ’ ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων ῥαθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας· τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαι φαμέν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν ἃν οὐδὲν ἐκ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζομεν b. Ἄριστα οὖν ὁ Παῦλος “ λέγω μὲν τοῖς ἀγάμοις καὶ ταῖς χή- “ ραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμηκόσι “ παραγγέλλω οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος” καὶ τὰ ἑξῆς. παρακομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης ἀπερισπάστου ζωῆς τὰ καθ’ ἑαυτόν· πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προσθείς· οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω, φησὶν, ἐν ἐγκρατείᾳ. κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ λέγων ὁ τῶν στεφάνων διανομεὺς, ” τάδε λέγει Κύριος τοῖς “ εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξων- “ ται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μοῦ· δώσω αὐτοῖς “ ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείσσων “ υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπουρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· εἰ καὶ ὁ νόμος οἰκονομικὸς ἐφῆκε τοῖς ἀρχαιοτέροις τὸ ποιεῖν διὰ τὴν σκληροκαρδίαν αὐτῶν· καθά φησιν αὐτὸς ὁ Σωτῆρ’· ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον. ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἱερουσαλὴμ ἀπέφησε τὸ δεῖν ἀλλοφύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι, ἡμῖν δὲ ὁ Παῦλος “ εἴ τις “ ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον” καὶ τὰ ἑξῆς. τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος, εἴ τις ἀδελ- φὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῆ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. Θεωδωρίτου. To “ἐγὼ λέγω,” ἀντὶ τοῦ, οὐχ εὗρον τοῦτον τὸν νόμον τοῖς θείοις Εὐαγγελίοις ἐγγεγραμμένον· ἀλλὰ νῦν αὐτὸν τίθημι. ὅτι δὲ οἱ τοῦ Ἀποστόλου νόμοι τοῦ δεσπότου Χριστοῦ νόμοι, δῆλόν ἐστιν τοῖς τὰ θεῖα πεπαιδευμένοις· αὐτοῦ γάρ ἐστι φωνὴ, *’ εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.” καὶ οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί καὶ λέγω διὰ τῆς χάρι- “τος τῆς δοθείσης μοι.” οὕτω κἀνταῦθα νομοθετεῖ, τοῦ Παναγίου Πνεύματος δι’ αὐτοῦ φθεγγομένου. Κυτίλλου. Ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευ- μένος· ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύματι, καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός. βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὅτι οὖν τῶν ἀγαθῶν, δεδίαμεν κατ’ οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαρρήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν· καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκεί- νοις ἀμαθείας ἐσόμεθα θήραμα. καὶ εὐλογοῦμεν μᾶλλον τοὺς οὔπω πιστεύσαντας, ἢ μολυνόμεθα παρ’ αὐτῶν. ’* ἡγίασται γάρ’ φησὶν, “ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί.” οὕτως εἰσὶν ἅγια καὶ τὰ τέκνα ἡμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασ- μοῦ, τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον· “εἰ δὲ ὁ ἄπιστος χωρί- ** ζεται,” φησὶ, “χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ** ἀδελφὴ ἐν τοῖς τοιούτοις·” οἰχέσθω γὰρ εἰ δοκεῖ τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιοςb δὲ παντελῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς. εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, Ὡριγενουσ.c. Ὡς κράσις τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικὸς εἰς σάρκα μίαν, ὥσπερ οἴνου καὶ ὕδατος καὶ ὡσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ· ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί· οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικί· ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τι γὰρ φησὶν, ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τῷ λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ, ἢ ἀπὸ τῆς πιστῆς· καὶ οὐχὶ βεβηλοῦται τῷ λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους ; ἕκαστος γὰρ ἐκ τοῦ περισσεύματος τῆς καρδίας διαλεγόμενος τῷ ἑτέρῳ, ἢ μεταδίδωσιν, ἢ μεταλαμβάνει· καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον· καί τις χρεία, φησὶ, τοιούτου ἀγῶνος τε καὶ κινδύνου ; ἢ γὰρ ἐπιτεύξεται, ἢ ἀποτεύξεται· καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει, ἢ πολλὰ καμὼν, μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν· καὶ σκοπήσαντα, ἢ μὴ γαμεῖν, ἢ γαμοῦντα, ἐν Κυρίῳ γαμεῖν· “ γυνὴ γὰρ δέδεται, ἐφ’ ὅσον χρόνον “ ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθηναι, μόνον ἐν Κυρίῳ οὐκ ἀκούομεν τοῦ μόνον ἐν Κυρίῳ ἀλλὰ τὸ “ ἐλευθέρα ἐστὶν, ᾧ θέλει γαμηθῆναι” ἀναγινώσκομεν· οὐκ ἔτι δὲ συνετάξαμεν τοῦ μόνον ἐν Κυρίῳ· καί τοι γε κακεῖ, ὅτε εἶπεν “ μόνον ἐν Κυρίῳ,” πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπών· “ μακα- “ ριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην·” τὸ οὖν εὐφημότερον εἰπὼν ὁ Ἀπόστολος τὸ “ ἁγίαζεται γάρ’ ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν. Σευηριανοῦ. Οὐ τὸ λαμβάνειν ἄπιστον φησὶν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου. Ἰωάννου. τοῦτο εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ’ ἵνα ἐκ περιουσίας ἐξέλῃ τὸν φόβον τῆς γυναικός· κἀκεῖνον εἰς ἐπιθυμίαν ἀγάγῃ τῆς ἀληθείας· οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτόν ἐστιν ἡ κοινωνία· ἀλλὰ τῆς προαιρέσεως, καὶ τῶν λογισμῶν· εἶτα καὶ ἀποδείξις. εἰ γὰρ ἀκάθαρτος μένων γεννᾷ· τὸ δὲ παιδίον οὐκ ἄτερ σοῦ μόνης, ἀλλὰ καὶ ἐξ ἐκείνου· ἀκάθαρτον ἄρα τὸ παιδίον, ἣ ἐξ ἡμισέας καθαρόν νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον, διὸ καὶ επη- γαγεν· “ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.” τοῦτ’ ἔστιν οὐκ ἀκάθαρτα. αὐτὸς δὲ ἅγια ἐκάλεσεν, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Θεοδωρίτου. Περὶ τῶν πρὸ τοῦ κηρύγματος συναφθέντων ἐνταῦθα φησίν· συνέβαινεν γὰρ τὸν μὲν ἄνδρα πιστεῦσαι, τὴν δὲ γυναῖκα τῇ ἀπιστίᾳ προσμεῖναι, ἣ τοὐναντίον· καὶ παρεγγυᾶ τοῖς ὑγιαίνουσι φέρειν τὴν τῶν ὁμοζύγων ἀσθένειαν· καὶ τὴν τούτων πραγματεύσασθαι σωτηρίαν· τὸ γὰρ “ἡγίασται ὁ ἀνὴρ ὁ ἄπιστος *’ ἐν τῇ γυναικί· καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρὶ,” βού- λεται σημάναι, ὡς ἔχει σωτηρίας ἐλπί δᾶ· εἰ δὲ καὶ αὐτὸς ἢ αὐτὴ ἐπιμένῃ τῇ νόσῳ, τὸ ἐκείνου σπέρμα μεθέξει τῆς σωτηρίας. Θεοώρου. Κατὰ τὸ ἡμέτερον δῆλον ὅτι ἀγόμενον βούλημα ἅγιον εἶναι δύναται· ὑπερβολικώτερον δὲ ταῦτα τέθεικεν, πείθων μὴ καταλιπεῖν τὴν συνάφειαν. Φωτίου. “Εἰ τις γυναῖκα ἔχει ἄπιστον·” ἵνα διασπασθῶσιν ι οἱ γάμοι, καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ εὐσέβεια νομισθῇ τοῖς πολλοῖς. διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις συνοικεῖν κωλύει διαιρεῖσθαι. “ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ “ἄπιστος.” καὶ αὐτὸ δὲ τοῦτο τὸ ἀνέχεσθαι τὸν ἄπιστον, καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς ἐστι τοῦ πρὸς τὴν εὐσέ- βειαν ὁρᾷν. ἀλλ’ εἴποι τις ἂν ἴσως· οὐκ οὖν τὸ αὐτὸ νοοῦντες καὶ περὶ τοῦ πιστοῦ, ἐγγὺς αὐτοὶ εἶναι φαίημεν ἃν τοῦ πρὸς ἀσέβειαν ὁρᾶν ; πρὸς ὃ φαμὲν, ὡς οὐκ ἔστιν ἴσον οὐδὲ πολλοῦ δεῖ. ὁ μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ, τῆς πίστεως ἐντολὴν καὶ νόμον πληροῖ. ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει, καὶ διΐστα- τᾶι τῆς ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν ἐνικοῦντα στοργῇ δεδεμένος, τὴν συνάφειαν οὐ λύει· ἀλλ’ οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας αὐτοῦ ἐκτελῶν, στέργων δὲ τὸν συνοι- κοῦντα, χειραγωγηθήσεταί ποτε καὶ πρὸς τὴν αὐτοῦ πίστιν δι’ αὐτοῦ· καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς ἐστι νομοθε- σίας, ἀλλ’ οὐχὶ τῆς ἀσεβείας. ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ εὐσεβεῖν αὐτὸν, καὶ ἡγίασται διὰ τῆς συνοικήσεως τοῦ πίστοῦ. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. οὐ δεδούλω- ται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις ; ἣ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις, ἢ μή ; ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. Θεοδωρίτου. Καὶ μὴν ὁ Κύριος ἔφη, “ οὐκ ἦλθον βαλεῖν “ εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν·” διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ. ἀλλὰ οὐκ ἐναντίον τοῦτο ἐκείνῳ· ἑρμηνεύει δὲ ὁ Ἀπόστολος τὴν τοῦ Κυρίου διδασκαλίαν. τὸ σωτήριον γὰρ φησὶ κήρυγμα οὐ σύγχυσιν εἰς τὸν βίον εἰσάγει· ἀλλὰ μᾶλλον πραγματεύεται τὴν ἀληθῆ καὶ θεῷ φίλην εἰρήνην· διαιρεῖ μέντοι πρότερον τὴν κακὴν συμφωνίαν· καὶ τῇ διαφωνία, τὴν ἐπαινουμένην ὁμόνοιαν πραγματεύεται. οἱ γὰρ τὸ θεῖον δεξάμενοι κήρυγμα, διδάσκαλοι τῶν ἀπίστων γιγνόμενοι, εἰργάζοντο παραδόξως τὴν θαυμασίαν μεταβολὴν, καὶ τὰς καλῶς διαιρεθείσας ἐποδήγουν εἰς τὴν ἀξιέραστον συμφωνίαν· τοῦτο καὶ ἐνταῦθα φησὶ, “ τί γὰρ “ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις, ἣ μή ; ἑκάστῳ ὡς ἐμέρισεν ὁ “ Θεός·” ἀνάδεξαι, φησὶν, ἐπὶ χρησταῖς ἐλπίσι τὸν πόνον· ἔχεις τὸν Θεὸν τῆς προθυμίας ἐπίκουρον· “ ἕκαστον ὡς κέκληκεν ὁ “ Κύριος, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πά, “ σαῖς διατάσσομαι·” ἐδίδαξεν ἐνταῦθα σαφῶς ὡς οὐκ ἀπίστοις ἀνδράσιν ἣ γυναιξὶ συνάπτεσθαι παρηγγύηκεν, ἀλλὰ τοῖς οὕτω κληθεῖσιν ἐκεῖνα νενομοθέτηκεν. Θεοδωρου. Περιττὸν γὰρ οἴεσθαι ταῦτα ἐμποδῶν αὐτῷ πρὸς εὐσέβειαν γίνεσθαι· ἐν οἷς τὸ πρότερον ὣν, κληθῆναι πρὸς τὴν πίστιν οὐκ ἐκωλύθη· τοῦτο γὰρ σημαίνει τὸ “ ὡς κέκληκεν·” καὶ δεικνὺς τὸ τοῦ παραγγέλματος ἀναγκαῖον, “ καὶ οὕτως ἐν ταῖς “ ἐκκλησίαις πάσαις διατάσσομαι.” Ἰωάλλου. Εἰ δὲ καὶ καθ’ ἑκάστην ἡμέραν πυκτεύει μάχεται, βουλόμενός σε πρὸς τὴν αὐτοῦ ἀγαγεῖν ἀπιστίαν· καὶ οὕτως χωρίσθητι· οὔτε γάρ φησὶ, δεδούλωσαι εἰς τὰ τοιαῦτα· ὥστε καὶ μαχόμενον βαστάζειν· καὶ δῆλον ὅτι περὶ μάχης γενομένης λέγει, “ ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός·” τοῦτ’ ἐστιν ἵνα εἰρηνεύωμεν, καὶ μὴ ᾖ ἐν ὑμῖν στάσις ἣ μάχη. ἐπεὶ οὖν μάχεται, καὶ διὰ τοῦτο ἀπαλλαγῆναι καλόν. Τοῦ Αὐτοῦ.Πάλιν πρὸς τὸ ἀφιέναι μένειν ἐθέλοντα μὴ δὲ στασιάζοντα, μεταβέβηκεν, καὶ φησὶν, εἰ μὴ διαστασιάζει πρὸς σὲ, μένε μετ’ αὐτοῦ· εἰκὸς γὰρ τῷ χρόνῳ καὶ σώσεις αὐτὸν συμβουλεύουσα, καὶ πιστὸν ποιήσεις· ὅρα δὲ πῶς οὐκ ἐν ἀνάγκῃ τοῦτο γενέσθαι ἀπῄτησεν, ἵνα μὴ βάρος ἐπιθῇ· ἀλλὰ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ καὶ τὴν ἀνάγκην ἐξεῖλεν, καὶ ταύτην μὴ ἀπογνῶναι καὶ ναρκῆσαι συμβουλεύουσαν παρεσκεύασεν. Τοῦ Αὐτοῦ. Ἕως τοῦ “ ἢ μὴ,” στίξον τελείαν. ἵνα ᾖ οὕτως· ἣ τι οιοας ἄνερ, εἰ τὴν γυναῖκα σώσεις, ἣ μή ; τουτ’ ἐστιν, πόθεν οἶδας εἰ σώσεις, ἣ μὴ σώσεις ; ἄδηλον γὰρ τὸ μέλλον· ἀδήλου δὲ ὄντος, οὐ δεῖ λύειν τὸν γάμον· εἰκὸς γὰρ, φησὶν, καὶ τὸν καλὸν νομικῶς εἰπεῖν ἐξιέναι, τοῦτ’ ἐστιν τῷ σῶσαι· μὴ σώζων μὲν γὰρ, οὐκ ἐβλάβης· σώζων δὲ, ὠφελήσοις καὶ ὠφελέθῃς. e Οὕτως ὁ ἐν ἁγίοις Σευηριανὸς ἔστιξεν· ἄλλως γὰρ ἐὰν στίξῃς, καὶ ἀσυνάρτητος εὑρίσκεται ἡ σύνταξις. Τοῦ Αὐτοῦ.Οὕτως σε φησὶν ἐμέρισεν ὁ Θεὸς, κέκληκεν μετὰ γυναικὸς ἣ ἀνδρὸς ἀπίστου· στέργε τοιγαροῦν τὸν γάμον, καὶ μὴ διαλύσῃς διὰ τὴν πίστιν. Φωτίου.“ Οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς “ τοιούτοις.” οὐκ ἔχει ἀνάγκην, φησὶν, ὁ πιστὸς ἣ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις τοιαύτην, οἷα αὐτῶ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ τρόπῳ χωρὶς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπ’ ἀλλήλων τοὺς συναφθέντας χωρισθῆναι· ἐνταῦθα δὲ ἃν μὲν συνευδοκῇ τὸ ἄπιστον μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἃν δὲ στασιάζῃ, καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ χωρισθῆναι, ἀλλ’ ἐλεύθερός ἐστιν f τὸ συνοικέσιον διὰ τὴν τοῦ ἀπίστου στάσιν λύειν· ἀλλ’ ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ καὶ καλοκαγαθίᾳ λύσας, μὴ λύσῃ τὸν γάμον· “ ἐν γὰρ εἰρήνῃ,” φησὶ, “ κέκληκεν ἡμᾶς ὁ Θεός·” τοῦτο γὰρ, φησὶ, καὶ τῆς κλήσεως τῆς ἀπὸ Θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ὑμῶν, πρὸς πάντας εἶναι· καὶ τὸ ἐφεξῆς δέ· “ τί γὰρ “ οἶδας γύναι” καὶ ἑξῆς, ταύτῃ συνᾴδει τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίαν· ἑκάστῳ ὡς ἐμὲ g ὁ Θεός· τὸ γὰρ συμφέρον αὐτὸς μόνος οἶδεν· καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ συναφθῆναι ἣ πιστῷ. ἐπ’ ἐνίων μὲν γὰρ συνέφερεν πιστὸν πιστῷ συνοικεῖν, καὶ συνήφθη· ἐπ’ ἐνίων δὲ πιστὸν ἀπίστῳ· καὶ γέγονεν οὕτως· καὶ τούτων οὐδείς ἐστιν ἰκανὸς συνιδεῖν τὰς αἰτίας, πλὴν τοῦ οὕτω διαταξαμένου καὶ μερίσαντος Θεοῦ· καὶ τοῦ καλέσαντος Κυρίου. εἰ δὲ ὁ Θεὸς καὶ ὁ Κύριος τὰς τοιαύτας συναφείας ἔταξεν καὶ ἐμέρισεν κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἣ ἀγωνιᾶν, καὶ λύσιν ἐπιζητεῖν· ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ ἐμμένειν καὶ περιπατεῖν· Περιτετμημένος τις ἐκλήθη ; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τίς ἐκλήθη ; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἢ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ἧ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Ὠριγένουσ. Λέξεις ἀκαίρως παραβεβληκέναι τῷ περὶ καὶ ἁγνείας λόγῳ, μὴ δὲ μιᾶς ζητήσεως γενομένης, περὶ τοῦ μὴ δεῖν τοὺς ἐκ περιτομῆς πιστεύοντας ἐπισπᾶσθαι. καὶ πάλιν τοὺς ἐν ἀκροβυστίᾳ περιτέμνεσθαι· καὶ τὸ περὶ τοῦ “ δοῦλος ἐκλήθης, “ μή σοι μελέτω” καὶ τὰ ἑξῆς· μὴ ποτ’ οὖν παράδειγμα ἔλαβεν τὴν δουλείαν καὶ τὴν ἐλευθερίαν τῶν γεγαμηκότων καὶ ἀγάμων, περιτετμημένον μὲν καλῶν τὸν ἀποβεβληκότα τὴν γυναῖκα, ἀπερίτμητον δὲ, τὸν γεγαμηκότα. ὡς γὰρ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καὶ εἰσὶ μία σάρξ ἡ γυνὴ καὶ ὁ ἀνήρ· ἀποβέβληκε δὲ τὰ τῆς σαρκὸς ὁ περιτετμημένος· οὕτως ὁ ἀποβαλὼν τὴν γυναῖκα καὶ οἱονεὶ περιτέτμηται τὴν σάρκα ἑαυτοῦ· οὕτω καὶ δοῦλον καλεῖ· ἐπεὶ γὰρ, φησὶν, ἐν ἄλλοις οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ὡς δούλων ὄντων τῶν γεγαμηκότων· διὰ τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λέγεται οὖν ὡς περὶ περιτομῆς καὶ περὶ δούλων τὰ εἰρημένα εἰς τὸν τόπον· πλὴν οὐκ ἄτοπόν ἐστι τῷ ῥητῷ χρήσασθαί ποτε πρὸς τοὺς οἰομένους μετὰ τὴν πίστιν δεῖν περιτέμνεσθαι ἐξ εὐλαβείας, εὐλαβείας δὲ τῆς οὐ κατ’ ἐπίγνωσιν διὰ τὰ ἀναγεγραμμένα ἐν τῇ παλαῖᾳ διαθήκῃ περὶ περιτομῆς· πάλιν οὐ καλόν ἐστι διά τινας τοὺς ἐκ περιτομῆς πιστεύοντας, οἰομένους αἰσχύνην φέρειν αὐτοὺς τὴν περιτομὴν καὶ βουλομένους ἀκροβυστίαν περισπᾶσθαι, χρῆσθαι ῥητῷ τῷ λέγοντι· “ περιτετμημένος τις ἐκ- “ λήθη ; μὴ ἐπισπάσθω.’ καὶ ἔχει γε λόγον λέγειν πρὸς τοὺς τοιούτους, ὅτι κατ’ αὐτὸ ἡ περιτομὴ πρᾶγμα ἀδιάφορόν ἐστιν· οὔτε οὖν περὶ περιτομῆς νῦν ἐστιν, οὔτε περὶ ἀκροβυστίας· ἀλλὰ περὶ τοῦ ἀγάμου καὶ τοῦ γεγαμηκότος· “ περιτετμημένος τις “ ἐκλήθη ; μὴ ἐπισπάσθω·” ὡσεὶ ἔλεγεν, μὴ ἐπισπάσθω γυναῖκα· ἤδη περιετμήθη· ἀπέβαλεν γυναῖκα· μὴ γαμείτω ἄλλην· ἐν ἀκροβυστίᾳ ἐκλήθη τις· μὴ περιτεμνέσθω· οἷον, ἐν γάμῳ ἐκλήθης, μὴ ἀπόβαλέ σου τὴν γυναῖκα· “ ἡ περιτομὴ οὐδέν ἐστι· καὶ ἡ “ ἀκροβυστία οὐδέν ἐστιν·” ἐπεὶ τινὲς οἴονται τὸν ἄγαμον πλέον τι ἔχειν κατὰ τοῦτο τοῦ γεγαμηκότος· τὸν δὲ γεγαμηκότα ἧττόν τι ἔχειν πα αὐτὸ τὸ γεγαμηκέναι τοῦ ἀγάμου, θέλομεν, φησὶ, διδάξαι ὅτι τῷ ἰδίῳ λόγῳ ἡ ἀγαμία ἀδιάφορόν ἐστιν, καὶ τῶ ἰδίῳ λόγῳ ὁ γάμος ἀδιάφορός ἐστιν· δυνάται γὰρ καὶ ὁ ἄγαμος ὣν, καὶ ἀληθῶς καθαρεύων ἀπὸ πάσης μίξεως, ἄλλως δὲ κακῶς βιοὺς, μὴ ὠφελεῖσθαι ἀπὸ τῆς ἀγαμίας. δύναται δέ τις καὶ ἐν γάμῳ ὦν, καὶ τὰ τοῦ γάμου πράττων, τάξει δὲ καὶ καιρῷ αὐτὰ ποιῶν τὴν ἄλλην πολιτείαν σώζων, μὴ ἐλάττων εἰναι τοῦ ἀγάμου· ὅτι γὰρ ἀδιάφορόν ἐστιν ἡ ἀγαμία καὶ αὐτὴ ἡ καθαρότης, οὕτως ἀποδείξομεν. εἰ μὲν μόνοι ἀπὸ τῆς ἐκκλησίας, ἤσκουν τὴν ἀγαμίαν, ἦν ἃν εἰπεῖν, ὅτι ἡ ἀγαμία τῷ ἰδίῳ λόγῳ καθαρόν τι καὶ θεῖον πρᾶγμά ἐστιν· νῦν δέ ἐστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους· οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ’ οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵν ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον Θεῷ· ἐκεῖνοι δὲ, ἵνα μὴ συνεργοὶ ὦσι τῷ τοῦ κόσμου Θεῷ· κοσμεῖται δὲ ἡ ἀγαμία ἐκκλησιαστικῷ βίῳ καὶ λόγῳ, γνώσει καθαρᾷ καὶ ἀληθείᾳ· οὕτω καὶ ὁ ἄγαμος ἀδιάφορός ἐστι τῷ ἰδίῳ λόγῳ. ἔστι δὲ καὶ ἐν γάμῳ ὄντα, ἀνεγκλήτως εἶναι, καθὰ καὶ προαποδεδώκαμεν· “ ἡ περιτομὴ “ οὖν οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι,” καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὰ προκείμενα. ἀλλὰ τί ἐστι τὸ σῶζον ; τήρησις ἐντολῶν Θεοῦ· “ πᾶς γὰρ, ὃς ἐὰν μίαν τῶν ἐντολῶν, τούτων λύσῃ “ τῶν ἐλαχίστων, καὶ διδάξει οὕτως τοὺς ἀνθρώπους,” οὐκ εἶπεν, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐράνων· ἀλλ’ “ ἐλάχι- “ στος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐράνων.” εἰ g δὲ ὁ λύσας μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐράνων, ὁ δύο λύσας ἐντολὰς, ποῦ εὑρεθήσεται ; “ ἕκαστος οὖν ἐν τῆ κλήσει ἧ ἐκλήθη, ἐν ταύτῃ μενέτω.” ἐκλήθης ἐν γάμῳ, μὴ ζήλου τὸν γάμον· ἐκλήθης ἄγαμος, μὴ πάντως ἐπισπῶ, εἰ δύνασαι καθαρώτερον ζῇν. Ἰωάννου. Πάλιν ἡ αὐτὴ συμβουλὴ τὸ ἐν τοῖς αὐτοῖς ἐν οἷς ἐκλήθη τις· εἰ δοῦλος οὖν ὣν ἐκλήθης, μὴ θορυβοῦ· οὐ λυμαίνεται πρὸς τὴν πίστιν ἡ δουλεία· καὶ τοσοῦτον ὅτι εἰ καὶ δύνασαι ἐλευθερωθῆναι, μᾶλλον χρῆσαι δουλεύειν· οὕτως οὐ δὲ εἷς ἔσται σοι ἐκ τῆς δουλείας ἐμποδισμός. Οἰκουμενίου. Εἰκὸς γὰρ ἀπό τινος θεραπείας δύνασθαι τὸ ἀρχαῖον ἐπανελθεῖν τὴν περιτομήν· ἐν ἀκροβυστίᾳ, φησὶ, ἐκλήθης· μένε ὃ εἶ. οὔτε τοῦτο, φησὶ, πρὸς σωτηρίαν συμβάλλεται, οὔτε ἐκεῖνο λυμαίνεται· ἑνὸς γὰρ χρεία, πληροῦν τὰς ἐντολάς. Θεοδωρίτου. Μήτε ἀκρόβυστός τις κληθεὶς, δεχέσθω μήτε ο περιτετμημένος πειράσθω ἑαυτὸν ἀπερίτμητον οεικνυναι· ἥτε γὰρ ἀκροβυστία τῆς φύσεως ἐστιν· καὶ ἡ περιτομὴ κατὰ τὸν παλαιὸν γεγέννηται νόμον· ἐπαινεῖται δὲ οὐ τὸ πρᾶγμα, ἀλλ’ ἡ τῆς θείας ἐντολῆς φυλακή. Φωτίου. “ Περιτετμημένος τίς ἐκλήθη ” φησὶ, “ μὴ “ σπάσθω·” ὁ ἅγιος Ἐπιφάνιος τοῦτο φησὶν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς, δύναται τις ποίησαι ’τον εμπεριτομον ἀκρόβυστον· καὶ ὅτι ταύτης ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ησαῦ· καὶ διὰ τοῦτο φησὶν ὁ Θεὸς “ τὸν Ἠσαῦ ἐμίσησα.” “ ἡ περιτομὴ οὐδέν·” οὔτε ἡ περιτομὴ, φησὶν, ὅσον τὸ καθ’ αὐτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ τῇ ἀκροβυστίᾳ· τῶν γὰρ ἐν ἀνθρώποις πράξεων, αἱ μὲν καθ’ αὐτὰς ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας· οἷον ἡ δικαιοσύνη καὶ τὰ ὅμοια· αἱ δὲ διὰ μόνην ἐντολὴν, ὡς τὰ πλεῖστα τῶν ἐν τῳ νόμῳ· Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ σαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκα- στος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῶ. Ὠριγένουσ. Δοῦλον ὠνόμασεν ἀναγκαίως τὸν γεγαμηκότα· δοῦλος γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ, μὴ ἔχων ἐξουσίαν τοῦ ἰδίου σώματος· καὶ τοῦ ἀνδρὸς ἡ γυνὴ, οὐκ ἐξουσιάζει γὰρ τοῦ ἰδίου σώματος, ἀλλ’ ὁ ἀνήρ· *’ δοῦλος οὖν ἐκλήθης ; μή σοι μελλέτω· *’ ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι·” τοῦτ’ ἔστιν, εἰ μὴ παρανομεῖς κατὰ τὸν λόγον, δύνασαι ἐλεύθερος ε-ι’ναι· πῶς ; ἐκ συμφώνου· ἵνα σχολάσητε τῇ προσευχῇ μετὰ πάσης ὁμονοίας· “ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου “ἐστίν·” ο7ον· ἐκλήθης δοῦλος ; τοῦτο ἴσθι, ὅτι οὐ μόνον οὐκ δοῦλος, ἀλλὰ καὶ ἔχεις τὴν ἐλευθερίαν διὰ τὸν Κύριον· ὁ γὰρ ἀπελεύθερος, οὔτε καθαρῶς ἐλεύθερός ἐστιν· οὐ δὲ ἔτι δοῦλος· ὡς εἶναι τὸν μὲν καθαρὸν πάντη ἐλεύθερον· τὸν δὲ ἐν γάμῳ δοῦλον· ὅτ’ ἂν δὲ ἐν Κυρίῳ ᾖ δοῦλος· τότε λέγομεν ὅτι ἀπελεύθερος Κυρίου ἐστίν· ὁ δὲ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν οὐ γυναικὸς, ἀλλὰ τοῦ λόγου τοῦ Θεοῦ· “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀν- “θρώπων·” ὅση δύναμις νοήσατε τὸν ἐξαγοράσαντα ἡμᾶς, τὸν Λόγον τοῦ Θεοῦ· τὸ αἷμα τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ἐξευμενίσωμεν· ἐλέγομεν ἐν τῷ λόγῳ τῷ περὶ ἀγάμων καὶ γεγαμηκότων ὅτι ἐπι- τείνει καὶ ὀνίνησι τὸν λόγον· οὕτως καὶ ἐνθάδε πεποίηκεν εἰπὼν, ** μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.” οἱονεὶ γὰρ ἐπιτείνει καὶ σφοδρό- τερον ποιεῖ τὸν λόγον, προτρεπόμενος τοὺς κατὰ τὸ δυνατὸν οἷοί τε καθαρεύειν, καὶ καθαρεύειν ἕκαστον ἐν τῇ κλήσει ᾗ ἐκλήθη. Ἰστέον δὲ ὡς οἱ λοιποὶ ἑρμηνευταὶ περὶ ἀκροβυστίας καὶ περι- τομῆς κατὰ τὸ ῥητὸν ἐκδεδώκασι τὴν ἔννοιαν· συνήθως γὰρ, φησὶν, ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα. Θεοδωρου. τὴν ἀφῃρημένην σάρκα οὐ δήπου δυνατόν· ὁ μακάριος δὲ Ἐπιφάνιος ὁ Κύπρου, δύνατον ἔφη τοῦτο γίνεσθαι· τὸ δὲ ὅπως, τοὺς βουλομένους εἰδέναι, παραπέμψωμεν τοῖς ὑπ’ αὐτοῦ εἰρημένοις ἐντυχεῖν. Σευηριανοῦ. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ διαφοράν· μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν τῇ πίστει διὰ τοῦτο· εἰ δέ καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατὸν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἃν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ καλοῦ τὴν ἐπιμέλειαν ποιησάμενος· καὶ δεικνὺς ὅτι οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· “ὁ γὰρ ἐν “Κυρίῳ κληθεὶς δοῦλος· ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύ- “θέρος κληθεὶς, δοῦλος ἐστι Χριστοῦ.” Ἰωάννου h. Τοῦτ᾿ ἐστι, μᾶλλον δούλευε· καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μεῖναι δοῦλου; θέλων δεῖξαι ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ· καὶ οὐκ ἀγνοοῦμεν ὅτι τινὲς τὸ “μᾶλλον χρῆσαι” περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι. πολὺ δὲ ἀπεναντιας το ρημα, ει τουτο αἰνίττοιτο. οὐ γὰρ παραμυθούμενος τὸν δοῦλον καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύ- θερον. πῶς δὲ ὁ δοῦλος ἀπελεύθερος ; ὅτι ἠλευθέρωσέν σε οὐ τῆς ἁμαρτίας μόνης, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας, μένοντα δοῦλον. καὶ πῶς ἐλεύθερός ἐστιν ὁ μένων δοῦλος ; ὅτ᾿ ἃν παθῶν ἀπηλλαγμένος ᾐ, καὶ τῶν τῆς ψυχῆς νοσημάτων· ὅτ’ ἃν χρημάτων καταφρονῇ, καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων. Τοῦτο Θεοδωρίτου.ΚΑΙ Κυτίλλου. τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο κἀς ἑαυτούς· πῶς ἐσόμεθα δεκτοὶ, καὶ τὴν ἐν χριστῷ ζωὴν τιμήσομεν, ἔχοντες ἤδη τὴν περιτομήν ; δεήσει τάχα ποῦ καὶ ἐπισπᾶσθαι, τοῦτ’ ἐστι πάλιν δρομεῖν εἰς ἀκροβυστίαν· καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν ; οἱ γε μὴν ἐξ Ἑλληνικῆς ἐρχόμενοι πλάνης παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκίαν, τάχα ποῦ μανθάνοντες ὡς ἔστι χρῆμα τίμιον ἡ περιτομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον· καίτοι τὴν πίστιν ἔσθ’ ὅτε παραδεξάμενοι ἐπετελοῦντο σαρκί· καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήττει λέγων· “ἐναρ- “ξάμενοι Πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖσθε;” ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτῆς ἀνευρῆναι τὴν ὁδόν· καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι, τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι, μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη. προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν, ὅπως ἃν ἔχοι σχήματος Μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν δυσφημίαν ἑτέραν, μόνον οὐχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγματος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον. τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνιέσθαι φησὶ, καὶ οὐκ ἔτι καλοῦν εἰς δουλείαν, ἀλλ’ εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐλευθερίαν, τινὲς τὴν πνευματικὴν τῆς κατὰ σάρκα δουλείας ἀποφοιτᾶν ἐπεχείρουν· οἷς καὶ δι’ ἑτέρων ἐπιστέλλων φησὶ, μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Παραμυθεῖται δὲ αὐτοὺς καὶ διὰ τούτων αὐτῶν λέγων· “δοῦ- “λος ἐκλήθης ; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος “γενέσθαι, μᾶλλον χρῆσαι· τοῦτ’ ἔστι, κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευθέραν υἱότητα· κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσω μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ δουλείᾳ πόνον. δεῖ γὰρ πάντως τοὺς πεπονθότας ἔκ τινος πλεονεξίας τὴν δουλείαν, ἀποφορτίσασθαι τὸ κακὸν, μεταστοιχιοῦντας ἅπαντα κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Κυρίου· ἐλευθέραν γὰρ τὴν φύσιν ὁ δημιουργὸς πεποίηται· καὶ οὕτως ἔσται, ὡς ἔφην, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· καὶ “ἔσται “ ὁ λαὸς ὡς ὁ ἱερεύς· καὶ ὁ παῖς ὡς ὁ κύριος· καὶ ἡ θεράπαινα ὡς ἡ κυρία” κατὰ τὴν ‘Ησαΐου προφητείαν. Οὐκοῦν κἂν εἰ δύναιο, φησὶν, ἐλεύθερος γενέσθαι· μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ, καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγονόσιν· ἄλλως τε, φησὶν, οὐκ ἃν εἴη τῶν ἐνδεχομένων ἀνθρώπους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ· δοῦλος δὲ πάντως καὶ ὁ κεκλημένος εἰς ἐλευθερίαν· καθά φησὶν ὁ ψαλμὸς “ὄντι τὰ σύμπαντα δοῦλά σα.” Ἀποφαίνει γε μὴν ὁ μυσταγωγὸς καὶ καθ’ ἕτερον τρόπον ὠφελουμένους χριστῷ τοὺς δι’ αὐτὸν σεσωσμένους· ταύτῃ τοι φησὶ, “τιμῆς ἠγοράσθητε.” μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως, τεθεικότος ὑπὲρ ἡμῶν τὸ ἴδιον αἰμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμονίων ὠμότητος· κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ· οὐκοῦν ὡς ἠγορασμένοι, μένοι, καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλοντες ζωήν· “μὴ γίνεσθε” φησὶ, “δοῦλοι “ἀνθρώπων.” καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν πηδᾶν ἀναπείθει· διδάσκει δὲ μᾶλλον ἐκεῖνο, καὶ μάλα ὀρθῶς, μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν ἐπιτήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς· καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι· καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν· ἐπειδὴ τοίνυν φησὶ “τιμῆς “ἠγοράσθητε· καὶ οὐ φθαρτοῖς ἀργυρίῳ ἣ χρυσίῳ ἐλυτρώθητε· “τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμώμου καὶ ἀσπίλου Χριστοῦ·” τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις. Οἰκοτμενίου. Σὺ δὲ τάχα, φησὶν, καὶ πλέον ἔχεις· ἀπελεύθερος λεύθερος γὰρ εἶ Χριστοῦ· αὐτὸς γάρ σε πάσης νοητῆς δουλείας ἠλευθέρωσεν. ὅμως ἐκ τῆς περιουσίας τῶν λέξεων, θέλει δεῖξαι τὸ ἴσον δούλου καὶ δεσπότου· ἐπειδὴ πάντες ἀπελευθεροί τε ἐσμὲν Χριστοῦ, καθὸ ἠλευθέρωσεν ἡμᾶς τῆς τυραννίδος τοῦ Σατανᾶ· καὶ δοῦλοι ἐσμὲν Χριστοῦ· καθὸ ἐκεῖθεν ἐλευθερώσας, ὑπὸ τὴν οἰκείαν ἤγαγεν βασιλείαν. Φωτίου. Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν καὶ δουλείαν νομισθῇ· διαρρήδην φησὶν ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδῶν εἶναι, ὥστε οὐδὲ ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. μὴ μελέτω σοι φησὶν, ἀλλ’ εἰ καὶ δύνασαι διά τινος σπουδῆς καὶ ἐπιμελείας ἐλεύθερος γενέσθαι, ἔα τοῦτο, καὶ κέχρησο μᾶλλον τῇ δουλείᾳ· οὐδ’ οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου· ἀπελεύθερος γὰρ εἶ, ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ κοίνου δεσπότου, ὥσπερ κἀκεῖνος· καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος. τι οὖν σοι τῆς σωματικῆς μέλει δουλείας· τῆς μήτε ἐλαττούσης μήτε τῷ δουλευωμένῳ μεῖζόν τι προστιθείσης. ἁλλ’ ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν τῶν ἴσων παραβλαπτούσης Περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. νομίζω οὖν, τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. δέδεσαι γυναικί ; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναι- κός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Θεοδωρου. Δῆλον ὅτι καὶ περὶ τούτου γεγραφηκόσιν ἀποκρίνεται· ἀμφότερα πάντως μαθεῖν βουληθέντων αὐτῶν· καὶ εἰ τοὺς ἐν γάμῳ προσῆκεν ἀλλήλων ἀπέχεσθαι· καὶ εἰ τοὺς μηδέπω πειραθέντας μεῖναι ἐπὶ τοῦ προτέρου σχήματος. ὅτ’ ἃν οὖν εἴπῃ περὶ τῶν παρθένων, δῆλον ὅτι περὶ τῆς παρθενίας λέγει· τὰ ὅμοια καὶ ἐπὶ τούτου πέρι τε τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν φθευγομενος. Θεοδωρίτου. Ὁ γὰρ Κύριος, τῶν Ἀποστόλων εἰρηκότων “εἰ “οὕτως ἐστιν ὁ νόμος τῆς γυναικὸς, συμφέρει μὴ γῆμαι,” ἀπεκρίνατο· “οὐ πάντες χωροῦσι τοῦτον τὸν λόγον.” καὶ πάλιν, “ὁ “δυνάμενος χωρεῖν, χωρείτω.” διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, “ἐπιταγὴν Κυρίου οὐκ ἔχω·” εἰ τοίνυν οὐκ ἐδέξω νόμον, τί σοι βούλεται ὁ λόγος; “γνώμην δὲ δίδωμι,” οὐ νόμον εἰσφέρω· καὶ γὰρ ὁ Κύριος τὰ κατὰ φύσιν νομοθετήσας, ἐπὶ τὰ ὑπὲρ φύσιν προτρέπει· ἐπειδὴ δὴ εἰκὸς ἦν τινὰς ἀντιλέγειν ὡς καινοτομίᾳ τῇ συμβουλῇ, ἀναγκαίως προτέθηκεν “ὡς ἠλεημένος “ὑπὸ Κυρίου πιστὸς εἶναι·” μετὰ τῆς συνήθους μετριότητος τὴν ἀποστολικὴν ἀξίαν ὑπέδειξεν· ἀξιόχρεως, φησὶν, εἰμὶ σύμβουλος· διὰ μέντοι πολὺν τοῦ δεσπότου κληθεὶς ἔλεον, ἐπιστεύθην τὸ κήρυγμα. Τοῦ Αὐτοῦ. Τὸ “νομίζω” προστέθηκεν οὐκ ἀμφιβάλλων ὡς ἡ παρθενία καλὸν καὶ τῶν τεχνῶν κάλλιστον, ἀλλ’ ίνα μὴ νόμος ἡ παραίνεσις γένηται, τὴν ἀμφιβολίαν προσέθηκεν. ἕπεται γὰρ τῷ νόμῳ καὶ φυλακὴ καὶ παράβασις καὶ τῶν παραβαινόντων ἡ κόλασις· διὰ τοῦτο οὐ νομοθετεῖ τὰ μεγάλα, ἀλλ’ ἐπὶ ταῦτα προτρέπει. καὶ εἰρηκὼς “μὴ ζήτει γυναῖκα,” ἐπήγαγεν· “ἐὰν δὲ “καὶ γήμῃς οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρ- “τεν.” καὶ τί δήποτε συμβουλεύεις μὴ γῆμαι, εἴπερ ἄρα ὁ γάμος ἁμαρτίας ἐλεύθερος ; “θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ “τοιοῦτοι.” τοιοῦτοι. καὶ τί σοι τοῦτο μέλει ; “ἐγὼ δὲ ὑμῶν φείδομαι. καὶ τὴν πατρικὴν φιλοστοργίαν ἐγύμνωσεν· καὶ τῆς ἀγαμίας τὸ χρήσιμον ἔδειξεν· εἰδέναι μέντοι χρὴ, ὡς οὐ περὶ τῶν ἅπαξ ἄπο. ταξαμένων τῷ βίῳ ἴῳ εἴρηκεν “καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἡμαρ- “τεν,” ἀλλὰ περὶ τῶν μηδέπω μήτε τοῦτο μήτε ἐκεῖνο προελομένων, ἀλλ’ ἐν μεθορίῳ γάμου καὶ ἀγαμίας ἑστώτων. Σευηριανοῦ. Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει, οὐ κατηγορίαν γάμου, ἀλλ’ ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου. Ὡριγενουσ. τῶν ἐντολῶν αἱ μὲν εἰσὶν ἐπιτεταγμέναι, αἱ οὐκ ἐπιτεταγμέναι· ἀλλ’ αὐτεξούσιοι καὶ τῇ προαιρέσει ἐπιτερταμμέναι ὑπὸ τοῦ Θεοῦ· αἱ μὲν γὰρ αὐτῶν ὧν οὐκ ἔστιν ἄνευ σωθῆναι, αὐταὶ εἰσὶν αἱ προστεταγμέναι· αἱ δὲ μείζονες τῶν προστεταγμένων, ἃς κἂν μὴ ποιήσωμεν, σωζόμεθα, οὐκ εἰσὶν ἐπίταγμα τοῦ Θεοῦ· ἄκουε γὰρ, φησὶν, τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ διδάσκοντος ἐν αὐτῷ καὶ λέγοντος· “ὅτ᾿ ἃν ποιήσετε πάντα τὰ “διατεταγμένα ὑμῖν, ὀφείλετε λέγειν, δοῦλοι ἀχρεῖοι ἐσμέν· ὃ “ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.” καὶ εἰ ἐὰν ποιήσω πάντα τὰ διατεταγμένα, δοῦλός εἰμι ἀχρεῖος, πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος ; ἐὰν φιλοτιμώτερος ὣν, ἐὰν ἐπαναβαίνῃς ἀπὸ τῶν διατεταγμένων· οἷον τὸ “ οὐ μοιχεύσεις ἐὰν τηρήσω, καὶ τὸ “μὴ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι,” ὃ ὤφειλον ποιῆσαι u πεποίηκα· ἐὰν δὲ παρθένος μείνω, οὐ κελευσθεὶς οὐδὲ διαταχθείς· οὐκ ἔτι λέγω ἐπὶ τῷ τῆς παρθενίας κατορθώματι, δοῦλοι ἀχρεῖοι ἐσμὲν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν· οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν, ἐὰν μὴ βλέψω ἢ πλεονεκτῶ, ὀφείλομεν λέγειν ἀχρεῖοι δοῦλοι ἐσμέν· “ἐὰν δὲ πωλήσω πάντα τὰ ὑπάρχοντά μου, “καὶ δώσω πτωχοῖς,” οὐκ ἔτι λέγω ἀχρεῖός εἰμι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα· διὰ τοῦτο λέγει ὁ Ἀπόστολος, “περὶ δὲ τῶν “παρθένων παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς “ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.” ἐν γὰρ τῷ λέγειν τοῖς μαθηταῖς τὸν Κύριον, “οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, καὶ ἐπιφέρει ὁ δυνάμενος χωρεῖν, χωρείτω, οὐκ έπέταξενη ἀλλ’ αὐτεξούσιον εἴασεν· “γνώμην” οὖν φησὶν ὁ Ἀπόστολος “δίδωμι·” καὶ ἵνα παραστήσῃ ὅτι Κύριος ἐν αὐτῷ λέγει, εἶπεν, “ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.” “ Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγ- “κην· ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.” ἀνάγκην φησὶν τὴν ἐν τῷ σώματι διατριβήν· ὡς καὶ ἑτέρωθι φησὶν, “τὸ δὲ ἐπιμεῖναι “τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς·” τετράκις δὲ ἐν τῷ τόπῳ τὸ καλὸν ὠνόμασεν ὁ Ἀπόστολος· φησὶ γὰρ “πρῶτον μὲν καλὸν “ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·” δεύτερον δὲ, “καλὸν αὐτοῖς “ἐὰν μείνωσιν, ὡς κἀγώ.” τρίτον, “νομίζω οὖν τοῦτο καλὸν “ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην·” τέταρτον, “καλὸν ἀν- “θρώπῳ τὸ οὕτως εἶναι.” ὁρᾷς, ὅσα περὶ ἁγνείας εἴρηται· ταῦτα μετὰ τοῦ καλοῦ ὠνόμασται. ὅσα δὲ περὶ τοῦ γάμου, μετὰ τοῦ μὴ ἁμαρτάνειν τὸν γαμοῦντα, “δέδεσαι γυναικὶ ; μὴ ζήτει λύσιν· “λέλυσαι ἀπὸ γυναικός ; μὴ ζήτει γυναῖκα.” διόλου τοῦ λόγου καθὰ εἴρηται, ἐπιτείνει καὶ ἀνίησιν· ἵνα ὁ ἀκροατὴς ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ λαβὼν, κρίνῃ εἴ τι δύναται, καὶ ποίᾳ ἀσκήσει ἑαυτὸν ἐπι- δοῦναι δυνηθῇ. οὕτως οὖν καὶ ἐνθάδε ἀπέτρεψε μὲν τοῦ λύειν τὸν γάμον, προτρέπεται δὲ πάλιν καθαρεύειν· οὐκοῦν δεδεμένον μὲν εἶπεν τὸν ἄνδρα τὸν γεγαμηκότα· εἰ δὲ περίστασίς ἐστι τὸ δέδεσθαι, καὶ δεῖ φεύγειν τὰς περιστάσεις, ὅση δύναμις· καὶ τὸ δεδέσθαι γυναικὶ, μὴ ζήτει λύειν· ὁ δὲ μὴ δεδεμένος ὀφείλει φυλάττεσθαι, ἵνα μὴ δεθῇ. ἀληθῶς γὰρ εὑρήσεις αὐτοὺς δεδεμένους τῷ φίλτρῳ τῷ γαμικῷ· οὐκ ἔξεστιν οὖν τὸν ἐν γάμῳ προληφθέντα, ζητῆσαι ἄκαιρον ἐλευθερίαν· ἀλλὰ μένειν ἐν τῇ δουλείᾳ. καὶ εἰ λέλυταί τις, μὴ ζητεῖν γυναῖκα· “ἐὰν δὲ καὶ “γήμῃς” φησὶν, “οὐχ ἥμαρτες·” οὐκ εἶπεν ἐὰν γαμήσῃς καλὸν, ἀλλ’ “ἐὰν γήμῃς οὐχ ἥμαρτες.” τήρει τὴν διαφοράν· “καὶ ἐὰν “γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν·” οὐκ εἶπεν πάλιν καλὸν, ἀλλ’ οὐχ ἥμαρτεν· Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· πῶς γὰρ οὐχ ἕξουσι θλῖψιν, ὅτε τὰ εἰρημένα πρὸς τὴν γυναῖκα ἔρχεται ἐπὶ τὴν γεγα- μημένην ; “ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ “ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.” τούτων δὲ πάντων ἐλευθέρα ἐστὶν ἡ παρθένος, ἐλευθερωθεῖσα ἀπὸ τῆς καθαρότητος, νυμφίον εὐλογίας περιμένουσα. πᾶς γάμος ἐν σκότῳ γίνεται, διὸ “μὴ κοίταις καὶ ἀσελγείαις·” ὁ δὲ Χριστοῦ γάμος, ὅτ’ ἃν ἀπολάβῃ αὐτοῦ τὴν Ἐκκλησίαν, ἐν τῷ φωτὶ γίνεται· διὰ τί γὰρ μετὰ λαμπάδων καὶ ἐλαίου διαρκοῦντος εἰσέρχονται παρθένοι εἰς τὸν γάμον ; διότι εὐσχημοσύνης ἐστὶν ὁ γάμος ἐκεῖνος ὁ σαρκὶ κολλώμενος, ἓν σῶμά ἐστιν, πνεύματι δὲ ὁ κολλώμενος, ἓν πνεῦμά ἐστιν· τί δὲ εὐσχημονέστερον ψυχῆς πνεύματι κολλωμένης, καὶ ἑνουμένης, καὶ μηκέτι οὔσης ψυχῆς, ἀλλὰ γινομένης ὅπερ τὸ πνεῦμα ; ἐπὶ γὰρ τοῦ γάμου εἴρηται, “ἔσονται οἱ δύο εἰς σάρκα “μίαν. ἐπὶ δὲ τοῦ “ὁ κολλώμενος τῷ Κυρίῳ ἔσται ἓν πνεῦμα. Οἰκοτμενίου. Ἐπειδὴ εἰς μείζονα φιλοσοφίαν ἔρχεται, φοβεῖται αὐτὸ καθαρῶς ἐπιτάξαι, τὴν ἀποτυχίαν τῶν μετιόντων δεδοικώς· διὰ τοῦτο οὐχ ὡς ἐπιταγὴν, ἀλλ’ ὡς συμβουλὴν δίδωσιν. Τοῦ Αὐτοῦ. Τὰ περὶ παρθένων ἀμελέστερον ἡρμήνευσεν ὡς ἐν μονοβίβλῳ· “ἠλεημένος” φησὶν “εἰς τὸ εἶναι πιστὸς” οἷον κῆρυξ καὶ γνωμοδότης. Τοῦ Αὐτοῦ. Ὥρα πάλιν πῶς τὴν ἐξ ἀνάγκης ἐπιταγὴν κολάζει· “νομίζω γάρ” φησίν· τι δὲ νομίζω ; καλὸν τὸ ἄνευ γάμου εἶναι διὰ τὰς ἓν αὐτῷ δυσκολίας καὶ τὰ τοῦ γάμου κακά. Τοῦ Αὐτοῦ. Ἐπιδιορθοῦται αὐτὸ, τὸ ἀσθενὲς τῶν ἀκροατῶν δεδοικὼς, ὡς οὐ χωρούντων τὴν παρθενίαν· παρθένον ἐνταῦθα φησὶν οὐ τὴν ἀφιερωμένην Θεῷ, ἀλλὰ τὴν ἔτι ἄγαμον κόρην· ὡς ἥ γε U 2 ἀφιερωθεῖσα Θεῷ εἰ γήμει, μοιχὸν ἐπεισφέρει τῷ Χριστῷ ᾧτ’ νενύμφευται. Τοῦ Αὐτοῦ. Οἱ γαμοῦντες, φησὶ, θλῖψιν ἕξουσιν, διὰ τὰς ἐν τῷ γάμῳ λύπας· ἐγὼ δὲ, φησὶ, φείδομαι ὑμῶν ὡς τέκνων, καὶ βούλομαι ἐλευθέρους εἶναι καὶ ἀλύπους. τέως γὰρ ἐν δεσμοῖς εἰσίν δέδεσαι γὰρ, φησὶ, γυναικί. ε7τα καὶ ἑαυτῶν οὐκ ἐξουσιάζουσιν, ὡς ἄνω φησίν. Φωτίου. “ Ὡς ἠλεημένος ὑπὸ Κυρίου” ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα· καὶ ταύτην ὑμῖν ἀποφαίνω τὴν ἐμὴν βουλὴν καὶ γνώμην. “διὰ τὴν ἐνεστῶσαν “ἀναγκήν·” τὸν διωγμὸν ο-ι’μαι λέγειν αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανακείμενον· καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ ἀκόλουθον ἐνεστῶσαν ἀνάγκην αὐτὸν καλεῖν· ἐπειδὴ γὰρ παραίνεσιν ὑψηλὴν καὶ μεγάλην ἠθέ- λησεν ποιήσασθαι, μετὰ περιστάσεως ἔδειξεν αὐτὴν εἰσάγειν. καλὸν, φησὶν, ἡ παρθενία, καὶ διὰ τὴν ἐνεστῶσαν τῶν πειρασμῶν συμφοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν, ἣ γυναῖκας καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι· καταμεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς, ἐν ἀφορήτῳ κακῷ ἀνάγκη καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίαν· εἶτα ἵνα μή τις εἴπῃ, οὐκ οὖν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι, ἄμεινον ποιήσει λύων τὸν γάμον ; ἐπή- γαγεν, μὴ γένοιτο· τοῦτο γὰρ δηλοῖ διὰ τὸ εἰπεῖν “δέδεσαι “γυναικὶ ; μὴ ζήτει λύσιν·” ἀλλ’ ὥσπερ, φησὶν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν· οὕτως οὐδὲ ὁ λελυμένος δεσμὸν ἑαυτῷ ὀφεί- λει περινοεῖν. τὸ δὲ “λέλυσαι,” διχῶς ἐστιν ἐκλαβεῖν· ἣ ὅτι οὔπω ὅλως ἐδέθης· ἢ ὅτι λυθεὶς ἀφ’ οὗ ἐδέθης δεσμοῦ, οὐκ ὀφεί- λεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι. Τὸ “ἐὰν δὲ καὶ γήμῃς οὐχ ἥμαρτες καὶ ἐφεξῆς, τοῖς κα ὑπερβατὸν συντακτέον· οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἽναι. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν αὐτὸ τῷ θελῆσαι ἄτερ γυναικὸς, μὴ ζήτει γυναῖκα, ἐὰν δὲ καὶ γήμῃς οὐχ ἥμαρτες. πρῶτον μὲν γὰρ ἀνακόλουθος οὕτως λαμβα- νομένη ἡ ἔννοια. τι γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι προσήκει λέγειν, ἐὰν δὲ καὶ γήμῃς ; τοῦτο γὰρ τοῖς μήπω γεγαμηκόσιν ἁρμόδιον· ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα λυσάμενον ἀπὸ τῆς γυναικὸς, ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ χωρίον, ἀλλ’ ὡς πρότερον εἴρηται· καὶ γὰρ καὶ πρὸ ὀλίγου φησὶν, “ἐὰν δὲ καὶ καὶ χωρισθῇ· μενέτω ἄγαμος·” διά τε οὖν τὰ προειρημένα καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ’ ὑπερβατὸν συντακτέον· “εἰ δὲ λέλυνσαι” οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα διαλυθέντας, ἀκούσεις· ἀλλ’ ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ ἐγχωρεῖ καὶ κατὰ πόδα ἡ σύνταξις. τοῦτο δὲ φημὶ, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου Σευηριανοῦ. Ἄλλην αἰτίαν λέγει, δι’ ἣν προτιμᾷ τὴν παρθενίαν. πανταχοῦ δεικνὺς ὅτι οὐ κατηγορεῖ γάμου, τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος· καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν· ἀφιέμεν γὰρ αὐτῷ αὐτά· ἵνα καὶ οἱ ἔχοντες, “ὡς μὴ ἔχοντες.” εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν, ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ ; “καὶ “οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι·” τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου· τὴν μέντοι χρείαν καταλιμπάντε· τὸ “παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου·” δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μεταβάλλεται· ἡ φθορὰ, εἰς ἀφθαρσίαν· αἱ πόλεις, τὰ τείχη· οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ, ἥτις λαμβάνει μεταβολήν. Οἰκοτμενίου. Ἐπειδὴ εἶπεν ὅτι θλῖψιν τῇ σαρκὶ ἕξουσιν, ἵνα μή τις εἴπῃ ἀλλὰ καὶ ἡδονὴν, ἐκ τοῦ συνεσταλμένου καιροῦ πειρᾶται τὰ τῆς ἡδονῆς ὑποτεμεῖν. διὰ τοῦτο γὰρ, φησὶ, λέγω ὅτι θλῖψιν ἕξουσιν· ἐπειδὴ μήτε ἡδονὴν δύνανται ἔχειν ἐν τῷ τὸν καιρὸν οὕτω συνεστάλθαι καὶ πρὸς λύσιν i ἐπείγεσθαι· ἤδη γὰρ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· καὶ λοιπὸν ἀποδημεῖν πρὸς αὐτὸν κελευ- όμεθα Τοῦ Αὐτοῦ. Ἢ ὅτι καὶ περὶ τὴν μίξιν ἐγκρατεῖς εἶναι βού- λεται Τοῦ Αὐτοῦ. Διὰ τὴν τοῦ καιροῦ βραχύτητα πάντα τὰ ἐν σπουδῇ τισιν ὑπάρχοντα ὡς οὐκ ὄντα, φησὶν, ὀφείλομεν ἡγεῖσθαι· καὶ τὸ ἔχειν γυναῖκα, καὶ τὸ χαίρειν, καὶ τὸ λυπεῖσθαι· ὅτ’ ἃν γὰρ ἐγγὺς ὁ θάνατος, τι δεῖ τοῖς ἐνταῦθα εμφιλοχωρεῖν καὶ νομίζειν ζειν εἶναί τι γάμον ἣ ἀγορασίαν K. ἣ τὸ ὅλως χρᾶσθαι τῷ κόσμῳ ; Τοῦ Αὐτοῦ. Τὸ πάνυ τῇ τοῦ κόσμου ἀπολαύσει, οἷον τρυφῇ καὶ πλούτῳ καὶ δυναστείᾳ κεχρῆσθαι, παράχρησιν καλεῖ· τοῦτ’ ἔστι τὸ μὴ κεχρῆσθαι αὐτῷ καθὼς πρέπει σημαίνων· οὐ γὰρ διὰ τοῦτο παρήχθημεν ἐν κόσμῳ, ἵνα ταῦτα πράττωμεν· ἐπ’ ἔργοις γὰρ ἀγαθοῖς ἐκτίσμεθα. ὁ οὖν τὰ ἐν οἷς ἐπλάσθη ἀφεὶς, καὶ ἑτέρως τῳ κόσμῳ χρώμενος, παραχρᾶται αὐτῷ· Ἰωάννου 1. Παρέρχεται καὶ τέλος ἕξει, φησὶν, ὁ κόσμος ὁ νῦν ὁρώμενος· τί οὖν ἔχεσθαι δεῖ τοῦ λυομένου ; σχῆμα δὲ ἐκάλεσεν· ἐμφαίνων ἄχρι ὄψεως εἶναι τὰ τοῦ παρόντος κόσμου, καὶ οὐκ ἔχειν μόνιμόν τι ἢ βέβαιον. Σετηριανοῦ. Ἔδειξε διατὶ εἶπεν τὸ “ἐγὼ δὲ ὑμῶν φείδομαι·” ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας· καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν. Θεοδώρου. Παρενθεὶς τὴν καθόλου παραίνεσιν, ἐπὶ τὴν οἱκείαν ἀκολουθίαν ἀνατρέχει, ἑρμηνεύων τὸ “διὰ τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸ θλῖψιν τῇ σαρκὶ ἕξουσιν. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος· ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ἦ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τῶν ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Σευηριανοῦ. Ἀπέδωκεν τὴν αἰτίαν δι’ ἣν τοῦ γάμου προτιμοτέρα ἡ παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων· τὸ κατὰ Θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν. Οἰκοτμενίου. Ὄρα πῶς τῇ τῆς μερίμνης διαφορᾷ ἐπὶ παρθενίαν παρακαλεῖ· τὸ γὰρ “τὰ τοῦ Κυρίου μεριμνᾶν” οὐκ ἔστιν μερίμνα, ἀλλὰ σωτηρία· ὅθεν ἄνω λέγει· “θέλω δὲ ὑμᾶς ἀμεριμνους εἶναι·” Τοῦ Αὐτοῦ. “Μεμερίσται·” τοῦτ’ ἔστιν οὐ τὴν αὐτὴν ἔχουσι φροντίδα· ἀλλὰ μεμερισμέναι εἰσὶ ταῖς σπουδαῖς. “ἡ μὲν γὰρ,” φησὶ, “παρθένος τὰ τοῦ Κυρίου μεριμνᾷ· ἵνα ᾐ σώματι καὶ “πνεύματι ἁγία.” σώματι μὲν διὰ τὴν ἁγνείαν· πνεύματι δὲ διὰ τὴν πρὸς Θεὸν οἰκειότητα, καὶ τὴν ἐνοίκησιν τοῦ παρακλήτου Πνεύματος· ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ· ἀνδρὶ γὰρ ἀρέσαι βούλεται. τί ἐστι τὰ τοῦ κόσμου ; ἴσως καὶ εὔοπτος εἶναι βούλεται καὶ οἰκουρὸς καὶ μηδὲ τῷ δεομένῳ ἁπλοῦσα χεῖρα φιλάνθρωπον. Τοῦ Αὐτοῦ. Τοὺς δὲ περὶ παρθενίας λόγους φησὶν, ἐκίνησα, τοῦτο ὑμῖν συμφέρον εἰδώς· οὐχ ἵνα ἀναγκάσω ὑμᾶς καὶ θέλοντας καὶ μὴ παρθενεύειν, τὴν γὰρ ἀνάγκην “βρόχον” καλεῖ. Τοῦ Αὐτοῦ. Οὐ γὰρ λέγω, φησὶν, ταῦτα, ἵνα βρόχον καὶ ἀνάγκην ὑμῖν ἐπιβάλω· ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ἀπερισπάστως εὐπρόσεδρον τῷ Κυρίῳ ἀγαγεῖν ὑμᾶς βουλόμενος. Οἰκοτμενίου. Πῶς δ᾿ ἂν εἴημεν ἀμέριμνοι, εἰ ἄγαμοι ὦμεν; τὰς γὰρ τοῦ κόσμου φροντίδας τίς ἀγνοεῖ; Τοῦ Αὐτοῦ. Γυναῖκα φησὶν τὴν γεγαμηκυῖαν. Τοῦ Αὐτοῦ. Τί γὰρ παρθένου καὶ τοιαύτης ζωῆς εὐσχημο- νέστερον ; Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθενίαν αὐτοῦ νομίζει, ἐὰν ἦ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιήτω, οὐχ ἁμαρτάνει· γαμείτωσαν. ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῆ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῆ καρδίᾳ αὐτοῦ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. ὥστε καὶ ἐκγαμίζων, καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐκγαμίζων, κρεῖσσον ποιεῖ. Σετηριανοῦ. Νομίζουσι τίνες, ὅτι αὐτόν τινα ἑαυτοῦ περὶς ἀσχημονεῖν λέγει· ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ, εἴ τις ἀσχημονεῖν νομίζοι· οὐκ ἔστι δὲ οὕτως· καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γὰρ, “ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ’ ὑφ’ ἑτέρου δίδοται. Θεοδωρίτου. Πἀλιν ἐνταῦθα περὶ τῶν μηδέπω τὴν παρθενίαν ἑλομένων παρεκελεύσατο. Θεοδωρου. Καλῶς παρέθηκε τὸ “μὴ ἔχων ἀνάγκην·” ἐκχωρεῖ γὰρ πολλάκις προειλῆφθαί τινας μνηστείας ἐγγύην, ὑφ’ ἧς ἐπὶ τὴν ἔκδοσιν συνωθεῖται τῆς οἰκείας παιδός· ἔστιν δὲ ὅτι καὶ οἰκέτης ὦν φυλάττειν μὲν βούλεται, οὐ δύναται δὲ τῷ τὸν δεσπότην πρὸς γάμον ἐκδοῦναι βούλεσθαι. Θεοδωρίτου. Καὶ τῶν τοῦ γάμου κατηγορούντων αἱρετικῶν τὰς γλώττας ἐπέδησε· καὶ τὸ κάλλιστον τῆς παρθενίας ὑπέδειξεν· ἀναγκαῖον δὲ νενόμικεν καὶ ταῖς χήραις συμβουλεύσαι τὰ πρόσφορα. Ἰωαννου m. Ἀσθένια φύσεως ἀνθρώπου τὸ νομίζειν ἀσχημονεῖν· εἴ γε τὴν ἑαυτοῦ θυγατέρα φυλάττει παρθένον καὶ Θεῷ ἀφιεροῖ. Οἰκουμενίου. Οὕτω πῶς ὃ θέλει, φησὶν, ποιείτω· εἴτε ἐγγαμισάτω· εἴτε τηρείτω παρθένον· οὐδέτερον γὰρ ἁμαρτία· εὐδοκιμεῖ δὲ μᾶλλον ὁ φυλάττων παρθένον, ὡς προιὼν φησίν. Τοῦ Αὐτοῦ. Ὁρᾷς πῶς ἐκ προοιμίων θαυμάζει τὸν τηροῦντα αὐτὴν παρθένον ; “ὃς ἕστηκε,” φησὶν, “ἑδραῖος ἐν τῇ καρδίᾳ·” δῆλον ὅτι ἐκεῖνος ὁ διὰ τὴν δοκοῦσαν ἀσχημοσύνην καθυφεὶς καὶ ἐγγαμίσας, οὐκ ἕστηκεν ἑδραῖος εἰς τὸ ἔργον τοῦ Θεοῦ. Τοῦ Αὐτοῦ. Οὐκ ἔχει, φησὶν, ἀνάγκην μὴ ἐγγαμίσαι αὐτήν· ἣ γὰρ ἂν οὔτε οὕτω θαυμάσιος ἦν μὴ ἐγγαμίζων, τῇ γὰρ ἀνάγκῃ καὶ οὐκ αὐτῷ τὸ ἔργον ἐλογίζετο· νυνὶ δὲ φιλοτιμία ἐστὶν αὐτῷ τὸ πᾶν, καὶ θεοφιλὴς προαίρεσις. Τοῦ Αὐτοῦ. Ἑδραῖόν τινα ὑποτίθεται ἄνθρωπον· ὃν οὐκ ἴσχυσεν σαλεῦσαι ἡ δοκοῦσα παρὰ τοῖς ἀνθρώποις ἀσχημοσύνη, ἐπὶ τῶν φυλαττόντων παρθένους τὰς θυγατέρας. Τοῦ Αὐτοῦ. Καὶ ἐκεῖνο μὲν φησὶν καλόν· οὐ γὰρ ἁμαρτία τὸ ἐγγαμίζειν· πᾶν δὲ ὃ οὐκ ἁμαρτία, καλόν· ὁ δέ γε μὴ ἐγγαμίζων, καὶ κατόρθωμά τι πράττει, ὃ κρεῖττόν ἐστιν· ὅρα δὲ πῶς ἐκ τῆς συγκρίσεως, τὸ μὴ ἐγγαμίζειν συμβουλεύει. Φωτίου. Εἰ δέ τις φησὶν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτως μᾶλλον ὀφείλειν γίνεσθαι, οἷον ἐκδοῦναι, ποιείτω ὃ θέλει· οὐ γὰρ κεκώλυται ὁ γάμος, μὴ γένοιτο, εἰ καὶ ὑψηλότερον ἡ παρθενία· ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησιν· εἰ δέ τις ἕστηκεν ἐν ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ γαμίσαι αὐτὴν, μὴ ποιῶν τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος. ὁ γὰρ οὕτως τοῦτο ποιῶν λίαν ἁμαρτάνει· ἐὰν οὖν τις τοῦτο ὡς μὴ ἔχων ἀνάγκην ποιεῖ, ἀλλ’ ὡς κύριος μὲν οὖν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου· αὐτὸς δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐγγαμίζειν, καὶ οὕτως καλῶς ποιεῖ φυλάττων παρθένον καὶ ἀμερίμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ μὴ ἔχειν ἀνάγκην καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι· οἷον μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ὑπὸ τῆς θυγατρός. Ἐὰν ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐγγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ ὀφείλει παρθένον αὐτὴν τηρεῖν· εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ τῆς γνώμης ἐκβιαζόμενος· ἑκούσιον γὰρ ἀλλ’ οὐκ ἀκούσιον τὸ τῆς παρθενίας· ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἃν ἀποκλίνειεν· ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα· ἢ τὸ μὴ ἔχων ἀνάγκην, καὶ τοῦτο ἃν ὑποδηλώσειεν· μὴ ἔχων, φησὶν, ἀνάγκην τοῦτο ποιεῖν· ἣ ὥσπερ ὁ ἀφιερώσας τῷ Θεῷ καὶ ἀναθεὶς παρθενεύειν· ἣ ὡς τῆς θυγατρὸς ἐπὶ τοῦτο καταναγκαζούσης· τὸ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ ἐγγαμίζειν· οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ μελετῆσαι· ἀλλ’ οὐδὲ ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπιτελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον· ὃς δὲ χωρὶς ἀνάγκης X ἐν τῇ καρδίᾳ τοῦτο κέκρικεν ποιεῖν· παρθένον μὲν ἔχειν, μέγα κατώρθωσεν· ἐγγαμίσας δὲ, οὐδὲν ὅλως ἥμαρτεν. Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῆ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. μακαριωτέρα ’δε ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Θεοδωρίτου. “Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ “αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμη- “θῆαι· μόνον ἐν Κυρίῳ·” τοῦτ’ ἐστι νόμῳ πιστῷ, εὐσεβεῖ· σωφρόνως, ἐννόμως· ” μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ κατὰ “τὴν ἐμὴν γνώμην·” πάλιν οὐ νόμον τέθεικεν, ἀλλὰ συμβουλὴν εἰσήνεγκεν· ἀξιόπιστον δὲ ταύτην ποιῶν, ἐπήγαγεν, “δοκῶ δὲ “κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.” οὐκ ἐμοῦ φησὶ, τὰ ῥήματα, ἀλλὰ τῆς τοῦ Ἁγίου Πνεύματος χάριτος· ὄργανον γὰρ ἐκείνου ἐγώ· ἐπισημήνασθαι μέντοι χρὴ, ὡς οὐχ ἁπλῶς μακαρίαν τὴν ἐγκρατευομένην, ἀλλὰ μακαριωτέραν ἐκαλέσεν· διδάσκων ὡς οὐδὲ ἡ δευτέροις ὁμιλοῦσα γάμοις ἀθλία, ἀλλὰ καὶ αὐτὴ μακαρία κατὰ τὸν ἀποστολικὸν νόμον συναπτομένη· ἡ γὰρ σύγκρισις κἀκείνην μακαρίαν ἀπέφηνεν. ἱκανὴ δὲ καὶ αὕτη τῶν Ναβάτου κατηγορία, οἳ τῆς διγαμίας ὡς πορνείας κατηγοροῦσιν, ἄντικρυς τοῖς n ἀποστολικοῖς ἐναντιούμενοι νόμοις. Σετηριανοῦ. Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως· τὸ δὲ τελειοτέρας εὐσεβείας. Ἰωαννου. Μετὰ σωφροσύνης φησὶ, μετὰ κοσμιότητος· ἐπὶ παιδοποιίᾳ καὶ προστασίᾳ, μὴ ἐν πάθει ἐπιθυμίας. Τοῦ Αὐτοῦ. Ἴνα μή τις νομίσῃ τὰς τοιαύτας συμβουλὰς Παύλου εἶναι, καὶ διὰ τοῦτο ἀνθρωπίνας, ἐπάγει “ὅτι Πνεῦμα “Θεοῦ ἔχω.” δεικνὺς ὅτι νομοθεσίαι εἰσὶ τοῦ παρακλήτου. Οἰκοτμενίου. Νόμῳ λέγει τὸ περὶ τῶν μοιχῶν· τοῦτο γὰρ κατέχεται εἰς τὸ μὴ συμπλακῆναι ἑτέρῳ· εἰπὼν δὲ δέδεται, ἔργῳ δείκνυσιν, ὅτι ὁ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ· δεσμοῦ γὰρ αὐτὴν ἐλευθεροῖ. Τοῦ Αὐτοῦ. Ἐλευθέρωται γὰρ καὶ ἐκ τοῦ πρώτου δεσμοῦ καὶ νόμου, καὶ λέλυται· εἰπὼν δὲ καὶ ὅτι ἐλύθη, προετρέψατο μὴ πάλιν γῆμαι καὶ δεθῆναι. Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἀνάγκης τὸ πρᾶγμα εἶναι νομίσῃς, φησὶ, “κατὰ τὴν ἐμὴν γνώμην.” ὅσον ἐγὼ γινώσκω φησίν. Τοῦ Αὐτοῦ. Πόλλης ταπεινοφροσύνης τὸ δοκῶ· τοῦτ’ ἐστιν ἡγοῦμαι, ὑπονοῶ. Φωτίου. “Κατὰ τὴν ἐμὴν γνώμην·” κατὰ τὴν ἐμὴν παραίνεσιν νεσιν καὶ συμβουλήν· οὐ κατά τινα νομοθεσίας ἀνάγκην· εἶτα ἵνα μή τις εἴπῃ, οὐκοῦν ἐμή ἐστιν νομοθεσία, τι χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν ποιεῖν ; ἐπήγαγεν, ὅτι καὶ ταῦτα ἐκ τοῦ Παναγίου Πνεύματος παραινοῦμεν· εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην, διὰ τὴν ἀσθένειαν ὑμῶν, τὴν συμβουλὴν κατακλείομεν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg012.local001/.
