Ancient Greek · ~449 min
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios ΚΕΦ. Η..1
Not analysed yet
Περὶ διαφορᾶς χαρισμάτων καὶ οἰκονομίας αὐτῶν. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοὶ, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἃν ἤγεσθε, ἀπαγόμενοι· διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει, Ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ. διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτός ἐστι Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἰωάννου. Τοῦτο ἅπαν τὸ χωρίον, σφόδρα ἐστιν ἀσαφές. τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἴα τε καὶ ἔλλειψις ποιεῖ, τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων· δι’ ἃς εὐκαίρως αἰτίας ἀφηγήσομαι. τί οὖν τότε συνέβαινεν; εἰ τις ἐβαπτίσθη, γλώσσαις εὐθέως ἐλάλει· πολλοὶ δὲ καὶ προεφήτευον. τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο. ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσήεσαν, οὐδὲν εἰδότες σαφῶς, οὐ δὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως πνεῦμα ἐλάμβανον. καὶ αἰσθητόν τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνου ἡ χάρις. καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν ὅτι πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ, γλώττη ἦν μὴ μεμάθηκεν. διὸ καὶ οὕτως αὐτὸ καλεῖ λέγων, “ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦ πνεύματος πρὸς τὸ “συμφέρον.” τὰ χαρίσματα, φανέρωσιν τοῦ πνεύματος ὀνομάζων· καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγίνετο, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. οἵτε γὰρ τὰ μείζονα ἔχοντες, ἐπειρῶντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων. οὗτοι δ᾿ αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται ὥστε αὐτὸ διορθῶσαι· καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης. διὸ καὶ ἀρχόμενος πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησιν. Διὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι τις μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ· ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν, προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ ᾧ λέγεται, ἀλλ’ ἐν τῷ καιρῷ τῆς ἐκβάσεως, παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον. καὶ οὐκ ἦν εὔκολον διαγνῶναι, τίς μὲν ὁ προφητεύων, τίς δὲ ὁ ψευδόμενος, δίδωσιν αὐτοῖς σημεῖον· ὃ λαὶ πρὸ τῆς ἐκβάσεως διεδείκνυ τοῦτον, κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτως καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν ἐγγιγνομένην. τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου, οὕτω λέγων, “περὶ “δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν,” πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι μάλιστα ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπιφερούσης σπουδῆς, εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. καὶ μέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τὴν διαφορὰν τῆς μαντείας καὶ τῆς προφητείας τίθησιν οὕτω λέγων, “οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα “ὡς ἃν ἤγεσθε ἀπαγόμενοι,” ἐν τοῖς εἰδώλοις, Φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο· ὥσπερ ἀπαγόμενος, οὕτως ἕλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. τοῦτο γὰρ μάντεως ἴδιον· τὸ ἐξεστηκέναι· τὸ ἀνάγκην ὑπομένειν· τὸ ὠθεῖσθαι· τὸ ἕλκεσθαι ὥσπερ μαινόμενον· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ διανοίας νηφούσης καὶ σωφροσύνης καὶ καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται ἅπαντα, ἅπερ φησίν· ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην, καὶ σκόπει πῶς ἀνύποπτον ποίει ’τον λόγον. αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ του πράγματος γενομένους· Τί δέ ἐστι “πρὸς τὰ εἴδωλα τὰ ἄΦωνα;” οὗτοι οἱ μάντεις πρὸς ἐκεῖνα ἤγοντο ἑλκόμενοι· εἰ δὲ αὐτὰ ἄφωνα, πῶς ἑτέροις ἔχρα; τίνος ἕνεκεν τοῖς ξοάνοις αὐτοὺς προσῆγεν ὁ δαίμων; ὡς αἰχμαλώτους καὶ δεσμίους. ὁμοῦ δὲ καὶ τὴν πλάνην πιθανὴν ἐργαζόμενος· ἵνα γὰρ μὴ δόξῃ ὁ λίθος ἄφωνος εἶναι, ἐσπούδαζον τοῖς εἰδώλοις προσηλοῦν τοὺς ἀνθρώπους, ἵνα τὰ αὐτῶν ἐκείνοις ἐπιγράΦηται. ἀλλ’ οὐ τὰ τῶν προφητῶν τῶν ἡμετέρων τοιαῦτα, ἀλλὰ μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. διάτοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ’ ἐξουσίᾳ ἦσαν τετιμημένοι. διὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, καὶ Ἱερεμίας παρητεῖτο· ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν· οὐ σκοτῶν τὴν διανοίαν. καὶ αὕτη μὲν πρώτη διαφορὰ μάντεως καὶ προφήτου. Δευτέρα δὲ ἑτέρα ἣν ἐφεξῆς τίθησι λέγων, “διὸ γνωρίζω ὑμῖν “ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν.” εἶτα καὶ ἑτέραν· “καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν “Πνεύματι Ἁγίῳ.” ὅτ’ ἂν οὖν ᾔδης τινὰ μηδὲ φθεγγόμενος αὐτοῦ τὸ ὄνομα καὶ ἀναθεματίζοντα, νόησον ὅτι μάντις ἔστιν· πάλιν ὅτ᾿ ἃν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστιν. τί οὖν; οὐδεὶς δαίμων ὀνομάζει τὸν Ἰησοῦν; οὐχὶ οἱ δαίμονες ἔλεγον “οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ;” οὐχὶ Παύλῳ ἔλεγεν “οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ ὑψίστου εἶσιν;” ἀλλ’ ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμενοι, οὐδαμοῦ. Θεοδωρου. Ἀντὶ τοῦ θέλω ὑμᾶς καὶ τῶν πνευματικῶν χαρισμάτων εἰδέναι τὴν τάξιν· ὥστε βούλομαι τι καὶ περὶ τούτων εἰπεῖν. Θεοδωρίτου. Ἀσαφῶς εἴρηται διὰ πολλὴν συντομίαν. βούλεται δὲ καὶ τῆς Ἑλληνικῆς μυθολογίας τὴν διαφωνίαν ἐλέγξαι, καὶ τῆς εὐσεβείας τὴν ἀλήθειαν δεῖξαι. οἱ γὰρ δαίμονες τὴν Θεοῦ προσηγορίαν ἁρπάσαντες, καὶ ἑαυτοῖς αὐτὴν ἐπιθέντες, πολλὴν πλάνην ἐν τοῖς ἀνθρώποις εἰργάσαντο. τῆς γὰρ εὐθείας οὗτοι παρατραπέντες ὁδοῦ, καὶ τὸν ὄντως καταλιπόντες Θεὸν, πολλοῖς τὸ σέβας τὸ θεῖον προσήνεγκαν· οὐ πάντα γὰρ ἰσχύειν ἐνόμιζον ἕκαστον, ἀλλὰ τὸν μὲν σοφίας, τὸν δὲ πολεμικῆς ἐμπειρίας, τὸν δὲ ναυτικῆς ἐπιστήμης χορηγὸν ὑπελάμβανον. τοῦτο τοίνυν ὁ θεῖος Ἀπόστολος διὰ τῶν εἰρημένων δεδήλωκεν, ὅτι πρὶν δέξησθε τῆς ἀληθείας a τὸ Φῶς, ἔτι τῷ ψεύδει δουλεύοντες, δίκην ἀλόγων, τῇδε κἀκεῖσε περιήγεσθε, τῇ τῶν ἀναισθήτων εἰδώλων ἀπάτῃ δεδουλόμενοι. Θεοδωρίτου. Καὶ Θεοδωρου. Πλείστη συμφωνία τε καὶ ὁμόνοια. οὐ γὰρ ἄλλα μὲν ὁ μονογενὴς Υἱὸς διδάσκει, ἀλλὰ δὲ τὸ Πανάγιον Πνεῦμα· ἀλλ’ ὥσπερ ἐν τοῖς θείοις Εὐαγγελίοις τοῦ Παναγίου Πνεύματος τὴν ἀξίαν ἐδίδαξεν ὁ δεσπότης Χριστὸς, οὕτως αὐτοῦ τὴν δεσποτείαν τὸ θεῖον ἐκήρυξε Πνεῦμα· καὶ οὐχ οἷόν τε τὸν ὑπὸ τοῦ θείου νεύματος ἐνεργούμενον, ἀλλότριον τῆς θείας φύσεως τὸν Χριστὸν ἀποφῆναι· οὐδ’ αὖ πάλιν αὐτὸν δυνατὸν εἰλικρινῶς ὁμολογῆσαι Θεὸν, μὴ ὑπ’ ἐκείνης τῆς χάριτος φωτιζόμενον. Ὡριγενουσ. Πόλλαι διαφοραί εἰσι τῶν πνευμάτων· ἅστινας οὐδεὶς εἴσεται ἀκριβῶς, ἂν μὴ ἔχῃ τὸ χάρισμα τῆς διακρίσεως τοῦ πνεύματος. καὶ ἵνα μὴ προπεπτέστερον ἣ ἀποδοκιμάζομεν τὰ πνεύματα τὰ ἐν τοῖς λέγουσιν, ἢ δοκιμάζομεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ, “Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύητε· “ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν. πᾶν “πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ “Θεοῦ ἐστιν· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν, οὐκ “ἔστιν ἐκ τοῦ Θεοῦ.” καὶ διδάσκει ἡμᾶς ἐπὰν ἀκούσωμέν ποτε λεγόντων, μὴ δὲ ὡς ἔτυχεν συγκατατίθεσθαι, μή τε προπετῶς ἀρνεῖσθαι τὰ λεγόμενα, ὡς οὐκ ἀπὸ θείου ὄντα πνεύματος· ἀλλ’ ἵνα ἕκαστος τῶν ἀκουόντων εἰδὼς κινδυνεύειν ἐν αὐτῷ τῷ δοκιμάζειν ἣ ἀποδοκιμάζειν, ἐπιμελῶς προσέχῃ· μήτε τῷ ψεύδει πιστεῦσαι, μήτε τῇ ἀληθείᾳ ἀπιστεῦσαι. Περὶ τούτου καὶ ἑξῆς ἐπιφέρει τούτοις ὁ Ἀπόστολος· “εἰ τίς “ἐν ὑμῖν προφήτης ἣ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω, ὅτι “Θεοῦ ἐστιν· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. οὐ μόνον οὐκ εἴ τις ἀγνοεῖ τὰ τοῦ Ἀποστόλου, οὕτος ἀγνοεῖται ὑπὸ του Θεοῦ, ἀλλ’ εἰ τις ἀγνοεῖ λέγων Πνεύματι θείῳ λέγοι ὅτι μὴ Πνεύματι θείῳ λέγει, ἀγνοεῖται ὑπὸ τοῦ Θεοῦ· ἔοικε δὲ διὰ τούτων διδάσκειν ὁ Ἀπόστολος ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐκ ἔχει ἕτερον πνεῦμα ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἴτε γὰρ ἀλλότριός ἐστι τῆς πίστεως, εἴτε οἰκεῖός ἐστι αὐτῆς, ἔχει πνεῦμα οἰκεῖον παρὰ τοῦ Θεοῦ. πῶς δὲ χρήσομεν οἱ ἀκούοντες τοῦ λόγου τοῦ θείου μανθάνειν “ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνά- “θέμα Ἰησοῦν;” ἴδωμεν τίνες δύνανται εἶναι ἀμφίβολοι τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰ πράγματα. πότερον Πνεύματι Θεοῦ λαλοῦσιν, ἣ μὴ, ἀναθεματίζοντες τὸν Ἰησοῦν· εἴποτέ τινα Ἰουδαῖον θεάσῃ διηγούμενον τὰς θείας γραφὰς, καὶ οὐκ εὐκαταφρονήτως τοῖς πολλοῖς προφητικὰ ῥήματα, τάχα ἀμφέβαλεν, μή ποτε Πνεῦμα Θεοῦ ἐστι καὶ ἐν ἐκείνω· ἵνα οὖν μὴ περισπασθῇς ὑπὲρ τοῦ τοιούτου, πότερον Πνεῦμα Ἅγιόν ἐστιν ἐν αὐτῷ ἣ μὴ, διδάσκει ὅτι ἐπεὶ ἀνάθεμα λέγει τὸν Ἰησοῦν πᾶς Ἰουδαῖος, οὐδεὶς δὲ ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν, οὐκ ἔχει Πνεῦμα Θεοῦ ὁ λέγων τὸν νόμον καὶ τοὺς προφήτας εἰδέναι, ἀναθεματίζων δὲ ’τον Ἰησοῦν. ἐστι τις αἵρεσις ἥτις οὐ προσίεται ’τον προσίοντα, εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν· καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων ὈΦιανῶν· οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὃς ἐπικατάρατός ἐστιν ἀπὸ τοῦ Θεοῦ. Φωτίου. Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τὸ “ἐκεῖνος ἐμὲ δοξάσει.” συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς, ὅτι δοξάζει Χριστὸν τὸ πνεῦμα αὐτοῦ, καὶ σοφοὺς ἀποτελοῦν τοὺς ἐν οἷς ἃν γένοιτο, καὶ αὐτὸν τοῖς ἁγίοις ἐνοικίζον δι’ ἑαυτοῦ. ἔστι γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος. δοξάζει δὲ καὶ ἑτέρως· ἐνεργεῖ γὰρ τὰ εἰς δόξαν αὐτοῦ διὰ χειρὸς ἁγίων εἰ δὲ δοξάζει τὸν Υἱὸν τὸ Πνεῦμα αὐτοῦ· πῶς ἃν εἰς αὐτὸν δυσφημήσειεν τις λαλῶν ἐν πνεύματι; ἐρεῖς γὰρ μᾶλλον ὅτι Κύριος Ἰησοῦς· οὐκοῦν οἱ τῇ κτίσει συντάττοντες τὸν διὰ τοῦ τὰ πάντα παρῆκται πρὸς γένεσιν, ἀμέτοχοι παντελῶς εἶεν ἃν τοῦ Ἁγίου Πνεύματος. οἱ δὲ ὅτι Θεὸς καὶ Κύριος ὁμολογοῦντες εὐσεβῶς, ἐξ αὐτοῦ μαρτυρηθήσονται τοῦ πράγματος, ὅτι τῆς ἐπ’ αὐτοὺς θεοπτίας τὴν γνῶσιν μεμυσταγώγηνται διὰ Πνεύματος. “τὸ γὰρ Πνεῦμα “πάντα ἐρευνᾷ καὶ βάθη τοῦ Θεοῦ.” εἰδὼς δὲ τὸ Πνεῦμα τὰ ἐν Θεῷ κεκρυμμένα, ταῖς τῶν ἁγίων αὐτὰ διαπορθμεύει ψυχαῖς, καὶ ἀπλανῆ καὶ ἀμώμητον αὐταῖς ἐνίησι γνῶσιν. καὶ τούτου μαρτὺρ αὐτὸς ὁ θεσπέσιος Παῦλος προστίθησι καὶ λέγων, “διαιρέσεις “δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακο- “νιῶν εἰσιν· καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ὥσπερ γὰρ οἱ τῶν ἐπὶ γῆς κρατοῦντες πραγμάτων καὶ τοῖς τῆς βασιλείας ἐμπρέποντες θρόνοις, διαφόροις τιμαῖς τοὺς τῶν ἰδίων ὑπασπιστῶν στεφανοῦσι γνησιωτέρους, οὕτως η ἅγια τε καὶ ὁμοούσιος τριὰς τοῖς ἐξ ὑγιοῦς καρδίας καὶ φρενὸς ὁλοτελοῦς ἀγαπῶσιν αὐτὴν, ἀμφιλαφῆ διανέμει τῶν ἄνωθεν ἀγαθῶν τὴν κτίσιν δι’ ἑνὸς τοῦ Πνεύματος, ὡς διὰ Χριστοῦ παρὰ τοῦ Πατέρος· πάντα γὰρ παρὰ τοῦ Πατέρος δι’ Υἱοῦ ἐν Πνεύματι. Φωτίου. “Οὐδεὶς,” φησὶν, “ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει “ἀνάθεμα Ἰησοῦν.” μία μὲν διαφορὰ προφητῶν καὶ ψευδοπροφητῶν· ὅτι οἱ μὲν καθεστηκότες καὶ μάλιστα σωφρονοῦντες προλέγουσι τὰ ἐσόμενα· οἱ δὲ προφῆται ἐξεστηκότες καὶ μαινόμενοι, καὶ ὥσπερ βίᾳ ὑπὸ τῶν κινούντων δαιμόνων ἀγόμενοι. δευτέρα δὲ, ὅτι οἱ μὲν οὐδὲν βλάσφημον, οὐδὲ ἀπαίσιον φθέγγονται, ἀλλὰ καὶ θεολογοῦσιν ὡς ἄριστα, καὶ πάντα σεμνῶς λέγουσιν. οἱ δὲ βλασφήμους τε καὶ ἀπηχεῖς φωνὰς ἀπερεύγονται. Τοῦ Αὐτοῦ. “Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ τὸ “Πνεῦμα.” χαρίσματα μὲν αὐτὰ καλεῖ, τὴν φιλοτιμίαν δεικνὺς τοῦ δωρησαμένου. διακονίας δὲ διδάσκων μὴ ἐπαίρεσθαι τούτοις τοὺς ἀξιωθέντας, ἀλλὰ μετὰ συστολῆς καὶ μετριοφροσύνης ὡς εἰς ὑπηρεσίαν καὶ διακονίαν τῶν πλησίον κληθέντων, οὕτως ἐντυγ- χανεῖν τοῖς προσιοῦσιν· ἐνεργήματα δὲ πάλιν, αὐτὴν δηλῶν τὴν πρᾶξιν. Εἰσ τὸ αὐτό. Ὄρα ἀκριβῶς πῶς τὸ πανάγιον Πνεῦμα καὶ Κύριον καὶ Θεὸν ἀνεκήρυξεν. εἰπὼν γὰρ “διαιρέσεις δὲ “χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα.” καὶ πάλιν ἐπὶ τοῦ πράγματος ἐπαγαγὼν, “καὶ διαιρέσεις διακονιῶν εἰσὶν, ὁ δὲ αὐτὸς “Κύριος.” εἰτα ἔτι ἐπὶ τοῦ αὐτοῦ μείνας νοήματος, καὶ εἰπὼν καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, ὁ δὲ αὐτός ἐστι Θεὸς, ἐπισυνάπτει λέγων “ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται “πρὸς τὸ συμφέρον,” δεικνὺς ὅτι καὶ τὸ Θεὸς καὶ τὸ Κύριος, ἐπὶ τοῦ Ἁγίου ἔταξεν Πνεύματος. πάντα γὰρ ὅσα προεῖπεν, εἰς τὴν τοῦ Πνεύματος συνῆξεν ὑπόστασιν· οὐ μόνον διὰ τοῦ εἰπεῖν “ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος, ”ἀλλὰ καὶ διὰ τῆς ἐφεξῆς τῶν χαρισμάτων ἀπαριθμήσεως. πάντα γὰρ διὰ τοῦ Πνεύματος δίδοσθαι διατείνεται· καὶ συγκεφαλαιούμενος πάλιν λέγει, “πάντα δὲ ταῦτα τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα ἐνεργεῖ.” ὥστε φανερὸν ὅτι τὸ Πανάγιον Πνεῦμα καὶ Κύριον καὶ Θεὸν λαμπρῶν καὶ διαρρήδην ἐνταῦθα ὁ θεῖος Παῦλος θεολογεῖ. εἰ δέ τις τὸ μὲν Πνεῦμα ἐπὶ τοῦ Ἁγίου Πνεύματος ἐκλάβοι, τὸ δὲ Κύριος καὶ Θεὸς, τὸ μὲν ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ ἐπὶ τοῦ Πατέρος· καὶ οὕτως οὐδὲν ἧττον ἥτε κυριότης καὶ ἡ θεότης ἐξ οὗ τούτων μαρτυρηθήσεται τῷ Ἁγίῳ Πνεύματι. πῶς καὶ τίνα τρόπον; ἃ μὲν ὅτι διαιρεῖν τὰ χαρίσματα εἰπὼν τὸ Πανάγιον Πνεῦμα, τὸ αὐτὸ τοῦτο πράττειν καὶ τὸν Κύριον καὶ τὸν Θεὸν φησίν· ὥστε ἅπερ ἐνεργεῖ τὸ Πνεῦμα, ταῦτα καὶ ὁ Κύριος τῇ κυριότητι, καὶ ὁ Θεὸς τῇ θεότητι ἐνεργεῖ. εἰκότως ἄρα ταῦτα ἐνεργοῦντι τῷ Πνεύματι, καὶ ἡ κυριότης ὑπάρξει τοῦ Υἱοῦ, καὶ ἡ θεότης τοῦ Πατέρος. ὥστε τὸ Πνεῦμα καὶ Κύριος καὶ Θεός. καί μοι δοκεῖ καὶ ὁ θεσπέσιος Παῦλος διὰ τοῦτο ἐπὶ μὲν τοῦ Πνεύματος, τῷ ὑποστατικῷ ὀνόματι χρήσασθαι, ἐπὶ δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πατέρος τοῖς κοινοῖς, ἵνα ἐξῇ τοῖς συνορῶσιν ἀπὸ τῆς ταὐτότητος τῆς ἐνεργείας, τὴν ταὐτότητα τῆς οὐσίας, καὶ τὰ αὐτὰ ὀνόματα τὸ Κύριος καὶ Θεὸς κατὰ τὴν ταὐτότητα τῆς οὐσίας, ἐπὶ τοῦ Πνεύματος ἐκλαμβάνειν. Οὐ μόνον δὲ ἐκ τῶν εἰρημένων ἡ κυριότης καὶ ἡ θεότης ἀπο- δείκνυται τοῦ νεύματος, ἀλλὰ καὶ ἐκ τῆς ἐπαγομένης συγκεΦαλαιώσεως· Φησὶ γὰρ καὶ ἐνταῦθα πάλιν σαφέστερον· ὅτι “πάντα “δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ. πῶς; αὐτοκρατορικῶς καὶ κυρίως· “καθὼς γὰρ βούλεται,’ φησίν· ὥστε εἰ πάντα ἃ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐνεργεῖ, ταῦτα καὶ τὸ Πνεῦμα ποιεῖ· καὶ θεικῶς καὶ κυρίως ποιεῖ· ὧς γὰρ βούλεται, οὕτως ποιεῖ· βούλεται δὲ δηλονότι, ὥσπερ ὁ Κύριος καὶ ὁ Θεός. οὐ γάρ ἐστιν αὐτοῖς ἀντίξουν, ἄπαγε, βούλημα· φανερὸν ὡς καὶ Κύριος ἂν εἴη τὸ Πνεῦμα καὶ Θεός. αὐτοκρατορικῶς τε γὰρ τὰ Πατέρος καὶ Υἱοῦ ἔργα ποιεῖ· καὶ ὡς Κύριος καὶ Θεὸς ποιεῖ, καὶ πάντα ποιεῖ. ἐπισημειῶσαι δὲ δεῖ καὶ τοῦτο, ὡς ἐν πορισμάτων μοίρᾳ ἀναφανὲν, πῶς τὸ αὐτὸ πνεῦμα ἐνεργεῖν ἀποφαινόμενος ἅπαντα, ἄλλοτε μὲν τῇ “κατὰ” προθέσει κέχρηται, ἄλλοτε δὲ τῇ “διὰ,” καὶ πάλιν ἐνίοτε τῇ “ἐν·” δεικνὺς ὅτι παρ’ αὐτῷ καὶ τῶν προθέσεων χρῆσις ἀδιάφορος. καταυτὸ γὰρ φησὶ, καὶ δι’ αὐτοῦ, καὶ ἐν αὐτῷ· περὶ τοῦ αὐτοῦ διαλαμβάνων Ἁγίου Πνεύματος. καὶ τούτοις εἰς ἔλεγχον χρήσῃ τῶν λεσχηνευόντων περὶ τοῦ δι’ αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ, καὶ διὰ τῆς ἑτερότητος τῶν λεξειδίων εἰς βλασφήμους ἐννοίας ἐξαγομένων. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ σύμφερον. ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ νεῦμα· ἑτέρῳ δὲ πίστ’ ἲς, ἐν τῷ αὐτῷ νεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ δὲ προφητεία· ἄλλῳ δὲ διακρίσεως πνευμάτων· ἑτέρῳ δὲ γένη γλωσσῶν· ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Κυτίλλου. Οἶδεν γὰρ οἶδεν καιροὺς τοὺς ἑκάστῳ πρέποντας τῶν παρ’ αὐτοῦ δρωμένων, “ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς “σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι” κατὰ τὸ γεγραμμένον. ποῖά γε μὴν χαρίσματα καὶ ποῖαί τινες αἱ διανομαὶ, καὶ μὴν καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα διαλευκαίνει λέγων, “ᾧ μὲν γὰρ “διὰ τοῦ Πνεύματος δίδοται λόγος σοΦίας. “σοφίας δὲ λόγος κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ὁ ἐν ἀνοίξει τοῦ στόματος ὁ πρόχει- ρός τε καὶ εὔρους· “ἄλλῳ δὲ λόγος γνώσεως.” εἰσὶ γὰρ τῶν ἐν ἡμῖν τινες, οἱ τὸ πρόχειρον εἰς λόγους οὐκ ἔχοντες καὶ τοῦ φρά- φράζειν εὐκόλως δύνασθαι τὴν παρρησίαν οὐ κεκτημένοι· βαθεῖς γε μὴν ἄγαν εἰς σύνεσιν νουνεχέστα τά τε τοῖς ἱεροῖς προσβάλλοντες λόγοις· καὶ οὗτος μέντοι ὁ λόγος κἀκεῖνος δι’ ἑνὸς τοῦ Πνεῦ- πνεύματος τοῖς ἑλεῖν ἀξίοις χορηγεῖται παρὰ τοῦ Πατέρος δι’ Υἱοῦ, ὃς διαιρεῖν λέγεται τὰς διακονίας· οὓς μὲν γὰρ τῶν ἁγίων Ἀπο- στόλων διακυρήττειν ἐκέλευσε τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸν τῆς πίστεως λόγον· ἑτέρους δι’ αὐταῖς τῶν ἐθνῶν ἀπονενέμηκε χώραις. ἐνήργηκε δὲ τοῦτο διὰ τοῦ Ἁγίου Πνεύματος. καὶ γοῦν ἐν ταῖς Πράξεσι τῶν ἁγίων Ἀποστόλων γεγραμμένον εὑρήσομεν ὅτι λει- τουργούντων δὲ αὐτῶν τῷ Κυριῷ καὶ νηστευόντων, ει-πεν τὸ Πνεῦμα τὸ Ἅγιον· “ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς *’τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. ’τέθειται δὲ ὁ θεσπέσιος Παῦλος εἰς ἀποστολὴν ἐθνῶν, καὶ ταύτην ἔλαχεν τὴν διακονίαν, καὶ πιστώσεται γράφων αὐτός· **ἐφ’ ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν “εἰμὶ Ἀπόστολος, τὴν διακονίαν μου δοξάσω.” Οὐκ οὖν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ’ ἐξουσίας. Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ· ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τοῦτ’ ἐστι τὰς διὰ τῶν ἁγίων θεοσημείας ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός. πάντα γὰρ, ὡς ἔφην, παρὰ Πατέρος δι’ Υἱοῦ ἐν Πνεύματι· καὶ ἐφ’ ἅπασι τοῖς κατορθουμένοις ἡγίασται καὶ ὁμοούσιος τριὰς δοξάζεται. ἄθρει γὰρ ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος, ὡς ὄντος ἐν ἡμῖν καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν. ἀναβιβάσας δὲ τὸν λόγον ἐπὶ τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ Πνεύματος ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ. “ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι·” πίστις ἐν τούτοις εἴη ἂν καθάπερ ἐγῷμαι· ἡ πρὸς πᾶν ὅτι οὖν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός. φαμὲν γὰρ οὕτω γενέσθαι πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ τὸν ἱεροφάντην Μωσέα. οὐ γὰρ τὸ χρῆναι πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστιν ἂν νοοῖτο καὶ λέγοιτο, ἀλλὰ τὸ εὖ βεβη- κεναὶ κατὰ ψυχὴν, καὶ ἕτοιμον εἰναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσήεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς, “πρόσθες “ἡμῖν πίστιν.” Δίδοται δὲ πρὸς τούτῳ καὶ “χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ “Πνεύματι.” καὶ μοι πάλιν ἐπιτήρει λεπτῶς. τοῦ γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ διδούς. δέδωκε γὰρ τοῖς ἁγίοις Ἀποστολοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά. καὶ δὴ καὶ ἔφασκεν, “ἀσθενοῦντας θεραπεύετε, καὶ νέκρους ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαιμόνια ἐκβάλλετε. δωρεὰν ἐλάβετε, “δωρεὰν δότε.” αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύματι τῷ ἑνί. οἷον ἔρριψεν ὁ Μώσης τὴν ῥάβδον εἰς γῆν, καὶ γέγονεν ὄφις· μετεσκεύασεν εἰς αἷμα τοὺς ποταμοὺς, ἐξήγαγεν ὕδωρ ἐκ πέτρας. τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα λόγου καὶ θαύματος οἱ μακάριοι προφῆται. ταῦτα δὲ εἰναι Φαμὲν τὰ τῶν δυνάμεων ἐνεργήματα δι’ ἑνὸς τοῦ Πνεύματος. ἀλλὰ καὶ προφητεύει τίς ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύματος. ἔχει δέ τις καὶ διακρίσεις πνευμάτων, εἴρηται πρότερον. διδόναι γε μὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτο φαμὲν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν οἰκονομικῶς κεχορηγημένον· ἀλλ’ οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτάς· καὶ συνῆσαν διερμηνεύοντες, καίτοι πάλαι οὐκ ἐν ἔθει τῶν τοιούτων ὄντες φωνῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ τηνικάδε διϊσχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ’ ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς. καίτοι καὶ προφητικὸν παρετίθει λόγιον οὕτως ἔχον, “ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν “ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ ὡς πιστεύσουσιν.” ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομὴν, ἵνα ὥσπερ, φησὶν, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων· οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τοῦτ’ ἐστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελειοτάτην ἔχοι τὴν σύστασιν· ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαβὶδ περιεστάλθαι φησὶν αὐτὴν ἐν ἱματισμῷ διαχρύσῳ περιπεποικιλμένῳ· τὸ τῶν χαρισμάτων οἴμαι πολυειδὲς καὶ τίμιον ὡς ἐν γε τούτῳ σημαίνων· Ἰωάλλου. Ἐνεργήματα καὶ χαρίσματα καὶ διακονίαι ὀνομάτων διαφοραὶ μόναι· ἐπεὶ πράγματα τὰ αὐτά. ὃ γάρ ἐστι χάρισμα, τοῦτο καὶ διακονία, καὶ ὃ φησὶν διακονίαν, τοῦτο ἐνέργειαν λέγει. “τὴν γὰρ διακονίαν σου,” φησὶν, “πληροφόρησον. καὶ “δι’ ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ “Θεοῦ, ὁ ἐστιν ἐν σοὶ,” Τιμοθέῳ γράφων καὶ Γαλάταις ἐπιστέλλων ἔλεγεν, “ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περι- “τομῆς, ἐνήργησεν κἀμοὶ εἰς τὰ ἔθνη.” λόγον σοφίας εἰχεν Παῦλος καὶ Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς. λόγον δὲ γνώσεως εἰχον οἱ πολλοὶ τῶν πιστῶν· γνῶσιν μὲν ἔχοντες, διδάσκειν δὲ οὕτως μὴ δυνάμενοι, οὐδὲ εἰς ἕτερον εὐκόλως ἐξενεγκεῖν, ἅπερ ᾔδεσαν. πίστιν δέ φησιν ἐνταῦθα, οὐ τὴν τῶν δογμάτων, ἀλλὰ τὴν τῶν σημείων· περὶ ὣν φησὶν, “ἐὰν ἔχητε πίστιν ὡς κόκκον συνάπεως, “ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι, καὶ μεταβήσεται.” καὶ οἱ Ἀπόστολοι περὶ αὐτῆς ἠξίουν λέγοντες, πρόσθες ἡμῖν πίστιν·” αὕτη γὰρ ἡ μήτηρ τῶν σημείων ἐστίν. χαρίσματα δὲ ἰαμάτων εἶχον οἱ θεραπεύοντες· ἐνεργήματα δὲ δυνάμεων καὶ οἱ τιμωρούμενοι· δύναμις γάρ ἐστιν οὐ τὸ ἰάσασθαι μόνον, ἀλλὰ καὶ τὸ κολάσαι· ὥσπερ ὁ Παῦλος τὸν Ἐλύμαν ἐπήρωσεν, καὶ ὁ Πέτρος ἀνεῖλεν Ἀνανίαν καὶ ΣάπΦειραν. διάκρισις δὲ πνευμάτων ἐστιν, τὸ εἰδέναι τίς ὁ πνευματικὸς καὶ τίς ὁ μὴ τοιοῦτος· τίς ὁ προφήτης καὶ τίς ὁ ἀπατεών. Θεοδωρίτου. Χαρίσματα καλεῖται, διὰ τὸ κατὰ θείαν δίδοσθαι φιλοτιμίαν· διακονίαι δὲ δι’ ἀνθρώπων τῶν εἰς ταύτην τεταγμένων τὴν λειτουργίαν ἐδίδοντο· ἐνεργήματα δὲ πάλιν ἐκάλεσεν τὰ χαρίσματα, ὡς ὑπὸ τῆς θείας ἐνεργούμενα φύσεως. οὐ γὰρ ὥς τινες ὑπέλαβον τῶν ἀνοήτων αἱρετικῶν, τὰ μὲν ἔφη ὑπὸ τοῦ Πνεύματος ἐνεργεῖσθαι, τὰ δὲ ὑπὸ τοῦ Κυρίου, τὰ δὲ ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἀλλὰ τῶν αὐτῶν δωρεῶν χορηγὸν ἔδειξε τὴν ἁγίαν τριάδα. καὶ τοῦτο ἐν τοῖς ἑξῆς διδάσκει σαφέστερον· ἐνταῦθα γὰρ εἰρηκὼς τὸν Θεὸν ἐνεργεῖν, μετὰ βραχέα φησὶν, “πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ “ἑκάστῳ καθὼς βούλεται.” ταῦτα μέντοι πρὸς τὰς Ἐλληνικὰς δόξας τέθεικεν ἐπὶ τοῦ παρόντος ὁ θεῖος Ἀπόστολος. ἐκείνων μὲν τὴν διαφωνίαν ἐλέγχων, τῆς δὲ ἀληθείας τὴν συμφωνίαν δεικνύς. πρὸς δὲ τούτῳ καὶ τοὺς τὰ ἐλάττονα δοκοῦντα εἶναι τῶν χαρισμάτων εἰληφότας παραμυθούμενος, καὶ διδάσκων ὡς ἐκ τοῦ αὐτοῦ Πνεύματος δέδοται καὶ ταῦτα κἀκεῖνα. τοῦτο γὰρ αἰνίττεται τὰ ἑξῆς, “ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ “συμφέρον.” οὐκ εἰπεν ἡ χάρις, ἀλλ’ “ἡ Φανέρωσις.” ἡ μὲν γὰρ χάρις καὶ νῦν δίδοται τοῖς τοῦ παναγίου Πνεύματος ἠξιωμένοις. Τοῦ Αὐτοῦ. Παραυτίκα καὶ γλώτταις διαφόροις ἐλάλουν καὶ ἐθαυματοποίουν· βεβαιούμενοι διὰ τούτων, καὶ τῆς διδασκαλίας τἀληθὲς διδασκόμενοι. ἀναγκαίως δὲ ἔφη πρὸς τὸ συμφέρον δίδοσθαι τοῦ Πνεύματος τὴν φανέρωσιν, τούτους αὐτοὺς ψυχαγωγῶν, καὶ διδάσκων ὡς πανσόφως ἐπιστάμενος, καὶ τὸ λυσιτελοῦν ἑκάστῳ γινώσκων, σοφῶς τὰ πάντα ἰθύνει· λόγον δὲ σοφίας καὶ λόγον γνώσεως ὁμοίως τῷ μακαρίῳ Ἰωάννῃ ἐξέδωκεν· οὐ τὴν εὐγλωττίαν φήσας λέγειν αὐτὸν λόγον σοφίας, ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν, ἧς καὶ μετεῖχον Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης. οὐ γὰρ ἃν ἠδυνήθησαν, φησὶν, ἄνδρες ἁλιεῖς καὶ ἀποχειροβίωτοι καὶ γραμμάτων ἀμύητοι, καὶ δημηγορίας κατατολμῆσαι καὶ συγγραφῆς, καὶ δυνάμεως ὅτι μάλιστα πλείστης ἐμπλῆσαι τοὺς λόγους, εἰ μὴ παρὰ τοῦ θείου Πνεύματος τὴν ἀληθῆ σοφίαν ἐδέξαντο. Θεοδωρου. Προφητείαν δέ φησιν εἶναι τὴν τῶν μελλόντων προσαγόρευσιν. λέγεσθαι δὲ καὶ τὸ τὰ ἐν πράξει ἤτοι καὶ βουλεύμασιν, ἄδηλα ὄντα τοῖς πολλοῖς εἰπεῖν. ἀλλὰ μὴν καὶ τὸ τὰ παρεληλυθότα καὶ ἀγνοούμενα τοῖς πᾶσι δυνηθῆναι εἰπεῖν, ὡς Μωϋσῆς διηγήσατο ἅπαντα. Τοῦ Αὐτοῦ. Πολλοὶ τότε διὰ τὸ πλῆθος χαρισμάτων ὑπεκρίνοντο τὴν εὐσέβειαν, εἰς ἀπάτην ἑτέρων. καὶ δὴ καὶ θαύματα δαιμονικῇ τῇ συνεργείᾳ κεχρημένοι ὁμοίως τοῖς πιστοῖς ἐπιτελεῖν ἐδόκουν. οὕτως οἱ τοῦ Σκευᾶ υἱοὶ περιῄεσαν ἐν ἐπορκιστῶν σχήματι, δαίμονας καὶ αὐτοὶ ἀπελαύνειν προσποιούμενοι δῆθεν. ἦν οὖν χάρισμα Πνεύματος καὶ πρὸς τοῦτο ὥστε διακρίνειν, τινες μὲν οἱ ἀληθῶς τῇ δυνάμει τοῦ θείου Πνεύματος ἐπιτελοῦντες τὰ θαύματα, τίνες δὲ οἱ δαιμονικῇ συνεργείᾳ ὑποκρινόμενοι τὴν ἀλήθειαν. Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς, πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτως καὶ ὁ Χριστός. καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι· καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν· καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Θεοδωρίτου. Ἔσχατον τοῦτο τέθεικεν, τὸ δὲ τῆς διδασκαλίας πρῶτον. ἐπειδὴ δι’ ἐκεῖνο καὶ τοῦτο καὶ τὰ ἄλλα ἐδόθη, ἴνα τὸ κήρυγμα πιστευθῇ, οὕτως καὶ ὁ Χριστός. πάντες ὁμοίως φασὶν ὡς Χριστὸν ἐνταῦθα ἐκάλεσεν τὸ κοινὸν τῆς Ἐκκλησίας σῶμα, ἐπειδὴ κεφαλὴ τοῦ σώματός ἐστιν ὁ δεσπότης Χριστός. παρεγγυᾷ τοίνυν ἀπιδεῖν τὸ σῶμα, καὶ γνῶναι ὡς ἐκ διαφόρων μὲν σύγκειται μέλων, ἓν δὲ σῶμα καὶ ἔστι καὶ καλεῖται. καὶ μαθεῖν ἐντεῦθεν ὡς καὶ ἡ Ἐκκλησία σῶμα μὲν τοῦ δεσπότου Χριστοῦ καλεῖται, μέλη δὲ πολλὰ ἔχει καὶ διάφορα· καὶ τὰ μὲν μείζονα, τὰ δὲ ἐλάττονα· καὶ τὰ μὲν τίμια, τὰ δὲ ἐκείνων ὑποδεέστερα. πάντα δὲ ὁμοίως ἀναγκαῖα καὶ χρήσιμα. διδάσκει δὲ καὶ πῶς ἅπαντες οἱ πιστεύοντες, ἓν προσαγορευόμεθα σῶμα· “καὶ γὰρ ἐν ἑνὶ πνεύ- “ματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν· εἴτε Ἰουδαῖοι, “εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι· καὶ πάντες ἓν πόμα “ἐποτίαθημεν.” Κυτίλλου. ‘Ηνώμεθα γὰρ ἀλλήλοις, σύσσωμοι τε γεγόναμεν ἐν Χριστῷ συναγείραντι ἡμᾶς καὶ μόνον οὐχὶ συνδέοντι, διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος· ὃ καὶ ἐν πόματος τάξει ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς, ὅτε πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακὼβ, “ὁ “πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ᾿ ἃν πίη ἐκ τοῦ “ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος “ἁλλομένου εἰς ζωὴν αἰώνιον.” ἔΦη δέ που καὶ πρὸς Ἰουδαίους, “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἰπεν ἡ γραφὴ, ποταμὼ ἐκ τῆς Η h “κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπεν φησι “περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντος εἰς “αὐτόν.” καὶ μὴ θαυμάσῃς. εἰ γάρ ἐστιν αὐτὸς ὁ ποταμὸς τοῦ Θεοῦ, κατὰ τὴν τοῦ ψάλλοντος Φωνὴν “ὁ πλήρης ὑδάτων, ὁ χει- “μάρρους τῆς τρυΦῆς” ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν; οὐκ οὖν εἰς ἑνότητα κεκλημένοι διὰ τοῦ νεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀρραγῆ. Θεοδωρίτου. ὸ “εἰς ἓν σῶμα ἐβαπτίσθημεν” ἀντὶ τοῦ ἐπὶ τοῦτο· ὥστε εἰς ἓν σῶμα τελεῖν. καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλὰ, καὶ ἐκ πολλῶν μορίων συγκείμενον. Ἰωάλλου. Οὕτω φησὶν ὁ Χριστὸς, πολλὰ μὲν ἔχει μέλη τοὺς καθέκαστον, ἓν δὲ σῶμα τὴν κοινότητα τῆς Ἐκκλησίας. ἐκ πολλῶν συγκειμένη ἕν ἐστιν σῶμα, κεφαλὴν ἔχουσα τὸν Χριστόν. ὡς εἰναι τὸν Χριστὸν καὶ τὴν Ἐκκλησίαν, ἓν αὐτοτελὲς σῶμα. εἶτα ἐπάγει καὶ τὸ κατασκευάσαν πάντας ἓν σῶμά τε εἶναι, ἔντε’ πνεῦμα, καὶ πάντας ὑπὸ τοῦ ἑνὸς βεβαπτίσθαι Πνεύματος εἰς ἓν σῶμα, τοῦτ’ ἔστιν εἰς τὸ ποιῆσαι πάντας σῶμα ἕν· τέως διὰ δύο τούτων παραμυθεῖται τοῦτο ἔλαττον ἔχοντα χάρισμα· τῷ τε εἰπεῖν ὅτι ἓν σῶμα πάντες ἐσμὲν, καὶ τοῦ εἰπεῖν διὰ τοῦ αὐτοῦ νεύματος καὶ διὰ τῆς αὐτῆς κολυμβήθρας ἓν ἡμᾶς γεγονέναι. δι’ ἑνὸς φησὶν Πνεύματος ἐσχήκαμεν τῶν χαρισμάτων τὴν δωρεάν. “ἐποτίσθημεν” δὲ εἶνεν, ἀπὸ μεταφορᾶς τῶν δένδρων τῶν ἐκ τῆς αὐτῆς ἀρδομένων πηγῆς. καὶ μὴ θαυμάσῃς, φησὶν, εἰ τοσοῦτοι ὄντες, ἓν σῶμα ἐσμέν· ὁπότε καὶ ἐπὶ τοῦ ἀνθρωπίνου σώματος ἀπὸ πολλῶν μελῶν, ἕν ἐστιν εὑρεῖν τὸ σῶμα. Ἐὰν εἴπῃ ὁ ποὺς, Ὅτι οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ πάρα τοῦτο οὐκ ἐστιν ἐκ του σώματος. καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος. εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσΦρησις; νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν. εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Θεοδωρίτου. Πάλιν τοὺς τὰ ἐλάττονα τῶν χαρισμάτων εἰληΦότας διὰ τούτων παιδεύει μὴ δυσχεραίνειν ἀλλὰ στέργειν τὰ δεδομένα. εἰ γὰρ καὶ μὴ χειρὸς ἐνέργειαν, ἀλλὰ ποδὸς πληροῖς· μήτι μὴν ὀφθαλμοῦ χρείαν, ἀλλ’ ἀκοῆς ἐκτελεῖς. εἰδέναι σε χρὴ ὡς καὶ ταῦτα ἀναγκαῖα τῷ σώματι. “εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, “ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή· ποῦ ἡ ὄσΦρησις;” εἰ γὰρ ἔμελλεν ἅπαν τὸ σῶμα ἓν ἔχειν μέλος, τὸ τιμιώτατον ἄχρηστον ἃν ἦν παντελῶς τῶν λοιπῶν ἐστερημένον μελῶν. “νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν “ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν·” ἱκανὰ ἦν καὶ ταῦτα πεῖσαι τὸν δυσχεραίνοντα στέργειν τὰ δεδομένα· εἰ γὰρ ὁ Θεὸς τοῖς τοῦ σώματος μορίοις τὰς ἐνεργείας ἀπένειμεν, ὁ μὴ τοῖς κειμένοις ὅροις ἐμμένων, ἄντικρυς ἀντιτείνει τῷ τεθεικότι τοὺς ὅρους. καὶ διὰ τούτων μέντοι τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος τὸ ὁμότιμον ἔδειξεν. καὶ γὰρ καἰ περὶ τοῦ Πνεύματος εἴρηκεν, ὅτι πάντα ταῦτα ἐνεργεῖ καθὼς βούλεται· “καὶ περὶ τοῦ Θεοῦ, “ἔθετο “τὰ μέλη καθὼς ἠθέλησεν.” εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος· ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. ἄχρηστον γὰρ ἦν τὸ σῶμα; τὴν τῶν μελῶν οὐκ ἔχον διαφοράν. ἐντεῦθεν λοιπὸν τοὺς τὰ μείζονα τῶν χαρισμάτων εἰληφότας διδάσκει μὴ διαπτύειν τοὺς ἄλλους, ἀλλ’ ὡς ἀναγκαῖα μέλη τιμᾶν. Ἰωάλλου. Τὰ πρὸς ἐκείνους ἁρμόδια ῥήματα ὡς ἐκ τῶν μελῶν τέθεικεν· δεῖξαι θέλων ὅτι εἰ καὶ ἔλαττόν τις ἔχει χάρισμα, οὐ παρὰ τοῦτο ἐκβλητέον τοῦ εἶναι μέλος τοῦ σώματος. καὶ γὰρ καὶ ἐπὶ τοῦ ἀνθρωπίνου συγκρίματος, καὶ τὸ ἔλαττον μέλος καὶ τὸ τιμιώτερον εἰς ἓν συντελεῖ σῶμα· ἐὰν τοῦτο εἴπῃ οὐ πᾶν τὸ εἰπεῖν ἤδη ἀπέστη τοῦ εἶναι ἐκ τοῦ σώματος. οὕτως οὐδὲ σύ ἐπειδὴ τόδε ἔχεις χάρισμα καὶ οὔχι τόδε, ἤση πέπαυσαι τοῦ εἶναι σῶμα ἓν σὺν τοῖς ἄλλοις. ἐπειδὴ ὀφθαλμοῦ καὶ ποδὸς ἐμνήσθη, ἐκ δὲ τούτου ἐλύπησεν αἰνιξάμενος καὶ αὐτοὺς ἐλάττωσίν τινα ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν μελῶν, νῦν δείκνυσιν οὕτως εἶναι συμφέρον τὸ διάφορα εἶναι χαρίσματα· ὥσπερ γὰρ τὸ σῶμα διὰ τοῦτό ἐστι σῶμα, ἐπειδὴ ἐκ διαφόρων συνέστηκε μελῶν· οὕτω καὶ τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ’ ἔστιν τὴν ἐκκλησίαν, τοῦτο εἶναι ποιεῖ σῶμα· ἡ διαφορὰ τῶν χαρισμάτων καὶ διακονιῶν. εἰ οὖν ὁ Θεὸς οὕτως ἠθέλησεν· ἄτοπον τὸ ἀδημονεῖν ἐφ’ οἷς ὁ Θεὸς ἠθέλησεν. τὸ δὲ καθὼς ἠθέλησεν, ἄνω περὶ τοῦ Πνεύματος εἰπεν οὕτως· οὐκ ἔστιν διαφορὰ τῆς Ἀγίας Τρίαδος. εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; αὐτὸ τὸ ποιοῦν ἐκείνοις πρόφασιν μικροψυχίας τὸ εἶναι διάφορα τὰ χαρίσματα, αὐτὸς εἰς πρόφασιν ἑνώσεως λαμβάνει· εἰ γὰρ μὴ εἴχετε, φησὶ, διάφορα χαρίσματα· οὐδὲ σῶμα ἦτε· σῶμα δὲ μὴ ὄντες, οὔτε ἰσότιμοι ἃν ἦτε· ἡ γὰρ ἰσοτιμία καὶ ἡ ἕνωσις ἐκ τοῦ εἶναι ἓν σῶμα. Φωτίου. Ὄρα κἀνταῦθα πῶς τρανότερον καὶ χωρίς τινος ἀμΦιβολίας τὸ Πνεῦμα Θεὸν ἀνεκήρυξεν· εἰπὼν γὰρ πρὸ βραχέως ὅτι πάντα ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ, νῦν πάλιν περὶ τῶν αὐτῶν λέγων, Φησὶν, “ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν καθὼς ἠθέλησεν·” μέλη γὰρ τοὺς τὰ χαρίσματα τὰ διάφορα παρὰ τοῦ Πνεύματος εἰληφότας ὠνόμασεν. κἀκεῖ μὲν ἔλεγεν “ἐνεργεῖ διαιροῦν ἑκάστω “καθὼς βούλεται,” ὧδε δὲ, “ἔθετο ἕκαστον αὐτῶν ἐν τῷ σώματι “καθὼς ἠθέλησεν.” Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν· καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλ’ ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμὴν, ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· καὶ εἶτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Θεοδωρίτου. Ἀσθενέστερα τῶν μορίων καὶ ἀναγκαιότερα. ὁ ἐγκέφαλος, τὸ ἧπαρ· τούτων γὰρ τὰ ὀστᾶ στεγανώτερα· ἀλλ’ ὅμως πλείονος ἀσφαλείας τετύχηκεν παρὰ τοῦ ποιητοῦ. άτιμότεροι δὲ πάλιν τῶν τοῦ σώματος μορίων εἶναι δοκοῦσιν οἱ πόδες· ἀλλὰ καὶ τούτων πολλὴν ποιούμεθα πρόνοιαν, τοῖς ὑποδήμασιν αὐτοὺς συγκαλύπτοντες. Θεοδωρου. “Περιτίθεμεν” εἶπεν καὶ οὐ περίκειται· οὐ γὰρ τῆς φύσεως μέρος τὰ ὑποδήματα, ἀλλ’ ὕστερον εὕρηνται παρ’ ἡμῶν· “καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ “εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει·” ἀσχήμονα, ὡς πρὸς τὴν κοινὴν ὄψιν ἀποκαλεῖ. ὥστε τῇ μὲν φύσει οὐκ ἔτι ἀσχήμονα· εἴπερ δὴ περισσοτέραν ἔχει τὴν εὐσχημοσύνην. τῇ δὲ ὑπολήψει κρινόμενα λέγεται οὕτως καθ’ ἣν οὐκ εὐσχημοσύνην τὴν ἄνευ αἰτίας γύμνωσιν αὐτῶν εἶναι νομίζομεν. Θεοδωρίτου. τὸ μὲν γὰρ πρόσωπον οὐ δεῖται καλύμματος· τὰ δὲ παιδογόνα μόρια καὶ ἡμεῖς τῇ ἐσθῆτι καλύπτομεν. καὶ ἡ φύσις αὐτοῖς τὰς τρίχας οἷόν τι περιβόλαιον περιτέθεικεν· τοῦτο γὰρ ἐπήγαγεν, “ἀλλ’ ὁ Θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστεροῦντι “περισσοτέραν δοὺς τιμήν.” οὕτω τοῖς γλουτοῖς τὸ τῆς ἀποκρίσεως συνεκάλυψε μόριον. ἀσχήμονα δὲ κέκληκεν ἀπὸ τῆς κατεχούσης δόξης, ἴνα μὴ ῄ σχίσματα ἐν τῷ σώματι· ἀλλὰ τὸ αὐτὸ ὕπερ “ἀλλήλων μεριμνῶσι τὰ μέλη. καὶ εἴτε πάσχῃ ἓν μέλος, συμ- “πάσχει πάντα τὰ μέλη· εἴτε δοξάζηται ἓν μέλος, συγχαίρῃ “πάντα τὰ μέλη·” ταύτην ἔστιν εὐρεῖν τὴν ἄκραν κοινωνίαν κρατοῦσαν ἐν τοῖς μορίοις τοῦ σώματος. καὶ γὰρ τοῦ ποδὸς προσπταιοντος, ἅπαν ἀνιᾶται τὸ σῶμα· καὶ ὄνυχος πέρα τῆς χρείας περιτεμνομένου, πάντοσε χωρεῖ τῆς ὀδύνης ἡ αἴσθησις· καὶ γλώττης βλασφημούσης ἣ ψευδομένης, δακρύουσιν οἱ ὀφθαλμοί· καὶ αὖ πάλιν ῥητορευούσης, μειδιῶσι, τὴν εὐφροσύνην ὑποσημαίνοντες. οὕτω τὴν εἰκόνα δείξας διὰ πλειόνων, ἐπὶ τὸ προκείμενον μεταβαίνει. Ἰωάλλου. Πείσας ἐν ταῖς ἔμπροσθε μὴ ἀθυμεῖν τοὺς τὰ ἐλάττονα ἔχοντας χαρίσματα· νῦν καταστέλλει τὸ φρόνημα τῶν τὰ μείζονα ἐχόντων· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς οὐ δύναται λέγειν τοῖς λοιποῖς μέλεσι, χρείαν ὑμῶν οὐκ ἔχω· ἑνὸς γὰρ ἐνδέοντος ἅπαν χωλεύει τὸ σῶμα· οὕτως οὐδὲ οἱ τὰ μείζονα εἰληφότες χαρίσματα δύνανται ἐπαίρεσθαι κατὰ τῶν τὰ ἐλάττονα ἐχόντων, ὡς οὐ χρήζοντες αὐτῶν· ἑνὸς γὰρ ἀποβολὴ χωλεύειν ποιεῖ τὸ πλήρωμα τῆς ἐκκλησίας· οὐκ αὐταρκῶν ὄντων τῶν τὰ μείζονα ἐχόντων χαρίσματα μόνων οἰκοδομεῖν αὐτήν. Τοῦ Αὐτοῦ. Νῦν δεῖξαι θέλει ὅτι καὶ εἰσὶν οἱ γὰ δοκοῦντα ἐλάττονα τῶν χαρισμάτων εἰληφότες· καλῶς δὲ εἶπεν “τὰ δοκοῦντα,” δεικνὺς ἐν δοκήσει μόνῃ τὴν ἐλάττωσιν εἶναι, οὐ μὴν ἐν ἀληθείᾳ. Τοῦ Αὐτοῦ. Φάσι τινες περὶ τῶν ὀφθαλμῶν αὐτὸν οἳ ἀσθενέστεροι μὲν εἰσὶν ὡς πρὸς τὰ λοιπὰ μέλη, μέγα δέ τι συντελοῦσι τῷ σώματι. Τοῦ Αὐτοῦ. Πανταχοῦ τὸ δοκοῦν μὲν ἐπιλέγει· εἰναι ταύτην τὴν οἴησιν· τὸ δὲ “ἀτιμότερα” τινές φασιν αὐτὸν περὶ τῶν ποδῶν εἰρηκέναι· οἱ τὴν μὲν κάτω χώραν εἰλήφασι, θάλπονται δὲ καὶ προνοοῦνται παρ’ ἡμῶν πλεῖον σχεδὸν τῶν λοιπῶν μελῶν· ἐπ’ αὐτῶν γὰρ ἐστήρικται πᾶν τὸ σῶμα· ἢ γοῦν τοῦτο λάβε περὶ τῶν γεννητικῶν μορίων, ἅπερ δοκεῖ μὲν ἀσχήμονα εἶναι καὶ ἄτιμα· πλὴν ἕλοιτο ἄν τις ὅλον ἔχειν τὸ σῶμα γυμνὸν, ἢ ταῦτα· διὸ ἐπάγει, “τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ “εὐσχημοσύνην περισσοτέραν ἔχει· τὰ δὲ ἀσχήμονα ἡμῶν οὐ χρείαν “ἔχει·” ἵνα μή τις εἴπῃ, καὶ ποῖος οὗτος λόγος προνοεῖν τῶν ἀσχημόνων καὶ ἀτίμων, καταφρονεῖν δὲ τῶν εὐσχημόνων; οὐ καταφρονοῦμεν φησὶν, ἀλλ’ οὐδενὸς τῶν ἀφ’ ἡμῶν δέονται· φύσει τὸ εὔσχημον ἔχοντα. “ἀλλ’ ὁ Θεὸς συνεκέρασεν τὸ σῶμα.” εἰ συνεκέρασεν, οὐκοῦν καὶ ἐνεποίησεν; τὸ γὰρ κιρνώμενον ἐγγίνεται· ὅρα οὐκ ἔτι εἶπεν τῷ ἀτίμῳ ἢ τῷ ἀσχήμονι· ἀλλὰ “τῷ ὑστεροῦντι· δεικνὺς οὐκ ὄντα φύσει ἀσχήμονα ἢ ἄτιμα. Τοῦ Αὐτοῦ. Ἀντίθεσις. ἐπὶ μὲν τοῦ σώματος τοῦτο ἄν· ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἐστιν εὑρεῖν τοὺς ἀτιμοτέρους καὶ ἀσθενεῖς, πλείονος τῆς κηδεμονίας ἀπολαβόντας; καὶ φαμὲν ὅτι ὁ Θεὸς τῶν ἀσθενεστέρων μᾶλλον προνοεῖ· καὶ ὅρα τὸν λῃστὴν πρὸ τῶν Ἀποστόλων εἰς τὸν παράδεισον εἰσελθόντα· καὶ τὸ ἀπολωλὸς ἐκ τῆς ἑκατοντάδος πρόβατον, ὃ καὶ εὑρεθὲν ἐπὶ τῶν ὤμων ἐβαστάγη· καὶ τοὺς τῆς ἑνδεκάτης ἐργάτας, οἱ πρῶτοι τὸν μισθὸν κομίζονται, βαστάζοντος καὶ συγκαταβαίνοντος τοῦ Θεοῦ τοῖς ἀσθενέσι μᾶλλον. διὸ καὶ Φησὶ “περισσοτέραν δοὺς τιμὴν, ἵνα ἐκ τούτου παραμυθήσηται τοὺς τὰ ἐλάττονα ἔχοντας χαρίσματα· ἵνα μὴ ᾐ σχίσματα ἐν τῷ σώματι· ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. τὸ γὰρ εἶναι ὅλως σῶμα ποιεῖ τὸ μὴ ἀποσχίζεσθαι· ὡς εἴ γε ἀποσχισθείη, τὸ πᾶν ἀπόλωλεν. τοῦτο δὲ φησὶ, φοβῶν τοὺς τὰ μεγάλα κατέχοντας χαρίσματα κατεστάλθαι. ὡς ἦγε τῶν ἐλαττόνων ἐν χαρίσμασιν ἀποφοίτησις καὶ αὐτοὺς ἐκείνους λυμανεῖται κινδυνεύοντας μηκέτι εἶναι σῶμα Χριστοῦ. ὥστε, φησὶ, προνοητέον καὶ μεριμνητέον ἀλλήλων. ἐν γὰρ τῇ ἑνώσει τὸ εἶναι ἔχομεν. εἰ γὰρ ἡνῶσθαι δεῖ ἀκριβῶς καὶ προνοεῖν ἀλλήλων τὰ μέλη, εὔδηλον ὡς καὶ τὰ ἀποβαίνοντα, εἴτε πάθη, εἴτε εὐδοκιμήσεις, κοιναὶ εἶναι ὀφείλουσιν. ἡ γὰρ ἀπορραγὴ τῶν ἐλαττόνων καὶ σοὶ, φησὶ, τῷ μείζονι λυμανεῖται· ὥσπερ καὶ τοὺς ὀφθαλμοὺς λυμαίνεται ὁ ποὺς ἀποκοπείς. Φωτίου. Τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα φησὶν ἀναγκαῖά ἐστιν· ὥστε εἰ ἀσθενεῖς οἴεσθε ἑαυτοὺς, μὴ ἀθυμεῖτε, ἀναγκαῖοι ἐστέ. ὅτι δὲ οὐδὲ ἀσθενεῖς ὑμεῖς, ἀλλ’ ἐκεῖνοι μᾶλλον οἷς ἡ οἴησις, δῆλον ἐντεῦθεν, φησὶν, ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, πλέον ἀξιοῦμεν βοηθείας καὶ προνοίας καὶ ἑξῆς. “καὶ ἃ δοκοῦμεν ἀτιμότερα τοῦ σώματος.” ἔστι δὲ τοῦτο οἰκειότερον καὶ οὕτως ἐκλαβεῖν· οὐ σημαίνει ὑμῖν ἐλάττους εἶναι, φησὶν, ἐκ τοῦ δοκεῖν ἐλάττονος χαρίσματος τυχεῖν. οὐ πάντως γὰρ εἰ τις ἔτυχεν μείζονος χαρίσματος, ἤδη καὶ μείζων. ἐπεὶ καὶ πολλοὶ τῶν εἰληφότων, τῶν μηδόλως εἰληφότων ἐλάττους εἰσίν. καὶ τί λέγω ἐλάττους; ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες Κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης, μήτε εἰδέναι αὐτοὺς ποτέ. οὐ γὰρ καλῶς ἐχρήσαντο τῷ χαρίσματι· ἀλλὰ καὶ ἀποχωρεῖν κατὰ κεφαλὴν ἐπέταττεν· οἷος ἦν καὶ ὁ μὴ ἀκολούθων τῷ Χριστῷ καὶ σημεῖα ποιῶν· οἷος αὐτὸς ὁ Ἰούδας· αὐτὸς δὲ ταῦτα μὲν τέως οὐ καταλέγει, ἀπὸ τῶν σωματικῶς δὲ εἰρημένων αὐτῷ, καὶ τοῦτο κατασκευάζει, ὅτι οὐκ ἀνάγκη μείζους νομίζειν τοὺς λογιζομένους μεῖζον εἰληφέναι χάρισμα. τοὐναντίον δ᾿ ἔσθ’ ὅτε καὶ ἐλάττους· φησι γὰρ ὅτι τοῖς ἀσχήμοσιν ἡμῶν εὐσχημοσύνην περισσοτέραν περιτιθέαμεν· καὶ τοῖς ἀτιμοτέροις τιμὴν περισσοτέραν. Μῆ ἄρα διὰ τοῦτο καὶ τιμιώτερα καὶ εὐσχημονέστερα τῶν τιμιωτέρων καὶ εὐσχημονεστέρων ἐστίν. οὕτως, φησὶ, καὶ ὁ Θεὸς ἐνίοτε τῷ ὑστεροῦντι πλεῖον δι’ δῶσι χάρισμα. τῷ δὲ αὐταρκῶς καὶ ἱκανῶς ἔχοντι ῥυθμίσαι ἑαυτὸν ἔλαττον. μὴ οὖν ὑμῖν ἀθυμητέον, ἔλαττον δοκοῦσιν ἔχειν χάρισμα· ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὰ εὐσχημονέστερα καὶ τιμιώτερα ἡμῶν μέλη ἅτε οὐ πολλοῖς ἔχοντα χρείαν εὐσχημοσύνης, ἐφ’ ἧς εἰσι κοσμιότητος καὶ σεμνότητος μένειν ἐῶντες, τοῖς ἀτιμοτέροις καὶ ἀσχημονεστέροις τιμὴν καὶ εὐσχημοσύνην περιτιθέαμεν· ὥστ’ ἐκ τοῦ ἔλαττον λαβεῖν, μᾶλλόν ἐστιν εὐθυμεῖν καὶ εὐχαριστεῖν, ὅτι οὐ καταρχὰς ἔπλασεν ὁ πάντα σοφῶς καὶ ἀκαταλήπτως Θεὸς ἡμῶν ποιῶν, ὥστε ἐλαττόνων δεῖσθαι εἰς αὐτάρκειαν καὶ τελείωσιν. ταῦτα δὲ φησὶν τούς τε ἔλαττον δοκοῦντας ἔχειν ἐπὶ τῇ ἀθυμίᾳ παρακαλῶν, καὶ τοὺς πλέον λαβεῖν οἰομένους τῆς οἰήσεως κατασπῶν· τι φυσᾷς ἑαυτὸν πλέον ἔχειν δοκῶν; ἀσθενείας σου τοῦτο μαρτύριόν ἐστιν, ὅτι πλειόνων ἐδεήθης. τι καταπίπτεις ἔλαττον ἔχειν δοκῶν; ἰσχύος σου τοῦτο τεκμήριον ἐστιν, ὅτι ἐλαττόνων σε δεηθέντα παρέδειξεν ὁ Θεός. καὶ σκόπει πῶς ἤρξατο μὲν καταβραχὺ πρὸς τὴν χρείαν ἰσάζειν αὐτούς κἂν ἀνίσων ἐδόκουν τῶν χαρισμάτων τυχεῖν ἔπειτα δὲ καὶ πλέον ἐπῆρεν τοὺς ἐλαττοῦσθαι δοκοῦντας. μᾶλλον γὰρ οἱ ἀθυμοῦντες δέονται παραψυχῆς, ἢ οἱ ἀλαζονευόμενοι Φειδοῦς καὶ ἐπιεικοῦς ἐπιτιμήσεως. εἶτα ταῦτα εἰπὼν, πάλιν ἀναβιβάζει αὐτοὺς εἰς τὴν ὁμοτιμίαν καὶ ὁμόνοιαν· ἵνα μὴ ᾖ φησὶν σχίσμα ἐν τῷ σώματι· ἀλλὰ τὸ αὐτὸ ἀλλήλων μεριμνῶσι τὰ μέλη καὶ ἑξῆς. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῆ ἐκκλησίᾳ πρῶτον Ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Θεοδωρίτου. Οὐ γὰρ ἡμεῖς μόνοι· ἀλλὰ πάντες οἱ κατὰ τὴν οἰκουμένην πεπιστευκότες· τοῦτο γὰρ τὸ ἐκ μέρους προστέθεικεν. Θεοδωρου. Οὕτω δὴ καὶ ὑμεῖς· ἐπειδὴ τάξιν ἐπέχετε σώματος ἐκ διαφόρων συγκειμένου μελῶν, τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν τοῦ δεσποτικοῦ σώματος καταστάντες συνάφειαν· ταύτην ἀναγκαίως σώζετε τὴν συμφωνίαν μηδεμίαν ἀπὸ τῆς διαφορᾶς τῶν χαρισμάτων δεχόμενοι φιλονεικίας παρείσδυσιν. Ἰωάννου Τί ἐστιν ἐκ μέρους; τό τε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος. ἐπειδὴ γὰρ εἶπεν σῶμα· τὸ δὲ πᾶν σῶμα ἦν, οὐχ ἡ παρὰ Κορινθίοις Ἐκκλησία, ἀλλ’ ἣ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν ἐκ μέρους. Σευηριανοῦ. Οὐκ εἶπεν μέλη ἐκ μελῶν, ἀλλὰ μέλη πολλὰ ἐκ μέλους ἑνός. μέλος γὰρ ἡ κεφαλὴ τοῦ ὅλου σώματος. Τοῦ Αὐτοῦ. Ἐπειδὴ μελῶν μέμνηται καὶ ἀπὸ τοῦ τιμιωτέρου τῶν ἄλλων μελῶν τῶν μετὰ τὴν κεφαλὴν τῶν Ἀποστόλων· προφήτας δὲ λέγει τοὺς ἐν τῇ ἐκκλησίᾳ· οὐ τοὺς ἐν νόμῳ· τρίτον διδασκάλους. μὴ θαυμάσῃς εἰ πρὸ τῶν τὰς ἰάσεις καὶ τὰς δυνάμεις ἐπιτελούντων, τέθειται διδάσκαλος· τὰ γὰρ σημεῖα, ἵνα πιστευθῇ ἡ γνῶσις· ἡ δὲ γνῶσις διὰ τῶν διδασκόντων παρίσταται. “ἀντιλήψεις.” τοῦτο ἀλλαχοῦ λέγει, “ὁ προϊστά- “μενος ἐν σπουδῇ.” “κνβερνήσεις·” αἱ διοικήσεις αἱ ἐκκλησιαστικαι. Ἰωάλλου. Ἐπειδὴ μέγα ἐφρόνουν ἐν ταῖς γλώσσαις· αὐτὸ τίθησι πανταχοῦ· τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν. ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ τὸ καταδεέστερον δεικνύς. διὸ καὶ τοὺς Ἀποστόλους προὔθηκεν, οἱ πάντα εἶχον ἐν ἑαυτοῖς τὰ χαρίσματα. προφήτας δὲ καὶ αὐτὸς τοὺς ἐν τῇ νέᾳ φησί. πολλῷ γὰρ πλείους τότε ἦσαν φησὶν, ἢ ἐπὶ τῆς παλαιᾶς. οὐ γὰρ εἰς δέκα ἣ εἴκοσι ἣ ἑκατὸν περιέστηκε τὸ χάρισμα, ἀλλ’ ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη. καὶ ἑκάστη ἐκκλησία πολλοὺς εἶχεν τοὺς προφητεύοντας. εἰ δὲ φησὶν ὁ Χριστὸς “ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου·” περὶ ἐκείνων φησὶν, τῶν προφητῶν, τῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. τρίτον διδασκάλους· ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται. ὁ δὲ διδάσκαλος ἔστιν ὅτε καὶ ἀπὸ οἰκείας ἐννοίας διαλέγεται. διὰ δὴ τοῦτο μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν, ὅτι τὸ μὲν ἔστιν ὅλον χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. ἔπειτα “δυνάμεις,” ἔπειτα “χαρίσματα ἰαμάτων·” ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ χαρίσματα ἀπὸ τῶν ἰαμάτων; ὅπερ καὶ ἔμ- I i 2 πρόσθεν ἐποίησεν· ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χαρίσματα ἰαμάτων, θεραπεύει πόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει· τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτίθησιν· ἀνωτέρω μὲν γὰρ ἔλεγεν ὅτι τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας· ἄλλῳ λόγος γνώσεως· οὐ κατὰ τάξιν τιθεὶς, ἀλλ’ ἀδιαφόρως ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. τίνος οὖν ἕνεκεν τὴν προφητείαν προτίθησιν ; ὅτι καὶ ἐν τῇ παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν· ὅτε γοῦν ὁ Ἠσαίας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαι- μόνων εὐτελείας· τοῦτ’ αὐτὸ ἔφησε τῆς θεότητος ε-ι’ναι δεῖγμα μέγιστον τὸ λέγειν τὰ μέλλοντα· καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτο τῆς θεότητος αὐτοῦ εἶναι λέγει σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, “ταῦτα εἴρηκα ὑμῖν· ἵνα ὅτ’ ἃν γένηται, πιστεύσητε ὅτι ἐγὼ εἰμι. διατὶ δὲ καὶ τὰς διδασκα- λίας προστίθησιν ; ὅτι οὐκ ἔστιν ἴσον λόγον καταγγέλλοντας τοῦ κηρύγματος σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι’ ἐκεῖνον γίνονται· ὅτ’ ἃν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων· διδασκά- λους γὰρ τούτους φησίν· εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας τίθησιν, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας, καὶ εἰς τὸ κοινὴ συμφέρον ἅπαντα λέγοντας. ἅπερ προιὼν σαφέστερον ἡμῖν ποιεῖ. τί δέ ἐστιν ἀντι- λήψεις ; ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν· τοῦτο οὖν χάρισμά ἐστιν. μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς τὸ προστατικὸν εἶναι τὸ πρᾶγμα, τὸ οἰκονομεῖν πνευματικά· ἄλλως τε πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ· δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι. Θεοδωρίτου. Ἀποστόλους οὐ μόνους λέγει δώδεκα, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα, καὶ τοὺς μετὰ ταῦτα τῆς χάριτος ταύτης τετυχηκότας. καὶ γὰρ καὶ αὐτὸς ὕστερον κληθεὶς, τῆς χειροτονίας ταύτης τετύχηκεν· καὶ ὁ μακάριος δὲ Βαρνάβας, καὶ ἕτεροι πρὸς τούτοις μυρίοι. καὶ τὸν Ἐπαφρόδιτον δὲ Ἀπόστολον τῶν Φιλιπ- πησίων καλεῖ. “ὑμῶν γὰρ,” φησὶν, “ἀπόστολον καὶ συνεργὸν “τῆς χρείας μου.” Ὠριγένουσ. Ἐκεῖ μᾶλλον τὸν λόγον ἐν τάξει τετήρηκεν. δὲ ὡσεὶ ἀποκληρωτικῶς ἐπέρχεται, καὶ κατὰ τὸ ἐπελθὸν αὐτῷ μνημονεύει τῶν χαρισμάτων. πλὴν καὶ οὕτως ἐκ τοῦ δευτέρου ῥητοῦ ἀναφωνεῖ, ὅτι ἐλάττονα τὰ χαρίσματά ἐστι παρὰ τὰς δυνάμεις ἐνεργούμενα τοῦ χαρίσματος, τοῦ κατὰ τὴν ἀποστολὴν καὶ τὴν προφητείαν καὶ τὴν διδασκαλίαν. εἰ μὴ ἄρα τις δύο εἴδη προφητείας δώσει· ἵνα καὶ ἐνθάδε τηρήσῃ τὸ τὴν τάξιν σώζεσθαι. ὥστε εἶναι τινὰ μὲν προφητείαν ὑπερβεβηκυῖαν, τινὰ δὲ προφητείαν ἀναβεβηκυῖαν. τὴν μὲν γὰρ καθολικωτέραν καὶ μιμουμένην τὰς προφητείας Ἠσαίου καὶ Ἱερεμίου δευτέραν τάξιν μετὰ τὴν ἀποστολὴν ἐρεῖ. ταύτην δὲ τὴν τελευταίαν τεταγμένην τάξιν μετὰ τὰ εἰρημένα χαρίσματα τοιαύτην οὖσαν. “ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος “ἣ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· ἀνακρίνεται ὑπὸ πάντων.” τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, καὶ ἀπαγγελεῖ ὅτι ὄντως Θεὸς ἐν ὑμῖν ἐστιν. τοῦτο γὰρ οὐ μακράν ἐστι τοῦ ἐνεργήματος τῶν δυνάμεων· καὶ χαρίσματος ἰαμάτων ἐπὶ ἐκπλήξει γινομένων τῶν ὁρώντων· ἵνα ὁ προφητεύων εἴπῃ, τόδε ἔχεις ἐν τῇ καρδίᾳ σου, ἀπὸ δὲ τοῦ ἁμαρτήματος ἐλήλυθας ἐπὶ τὴν ἐκκλησίαν. δύναται δὲ καὶ αὕτη ἡ προφητεία τάξει εἶναι ὑστέρα παρὰ τὰ πρότερα, κἀκείνη ἡ θειοτέρα καὶ μείζων δευτέρα εἶναι· περὶ ἧς έγει “ὁ Θεὸς, “ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον Ἀποστόλους, δεύτερον προφήτας· “τρίτον διδασκάλους,” εἰς κατασκευὴν τοῦ δύο σημαίνεσθαι ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος τὰ εἰρημένα προεθέμην ἃ προεῖπον· ὅρα εἰ δύναμαι ἔτι παραστῆσαι σαφέστερον τὸ λεγόμενον. ὁ Θεὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ πρῶτον Ἀποστόλους, ἀλλ’ οὐ πάντες Ἀπόστολοι· ἐὰν γὰρ πάντες Ἀπόστολοι, τίσι διακονοῦνται τὴν ἀποστολήν; δεύτερον προφήτας. οὐ πάντες προφῆται· κατὰ δὲ τὴν ἄλλην προφητείαν· “ἐὰν δὲ πάντες προφητεύητε· εἰσέλθῃ δὲ ἄπιστος ἡ “ἰδιώτης,” οὐχ ὡς ἀδυνάτου ἀλλ’ ὡς δυνατοῦ ὄντος τοῦ πάντας οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος· διὸ καὶ ἐνθάδε τετήρηται ἡ τάξις τῶ Ἀποστόλῳ ἡ λέγουσα· “πρῶτον Ἀποστόλους, δεύτερον προφήτας,” καὶ τὰ ἑξῆς. ταῦτα μὲν ὡς περὶ τῆς τάξεως. ἐπεὶ δὲ ἔδοξεν ἡμᾶς θλίβειν τὸ “ἄλλῳ δὲ προφητεία·” τελευταῖα τεταγμένη ἐν ἄλλῃ λέξει. a Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Θεοδωρίτου. Πάλιν διὰ τούτων ἐψυχαγώγησεν τοὺς δοκοῦντας εἰληφέναι χαρίσματα, καὶ σαφῶς ἐδίδαξεν ὡς οὐχ οἷόν τε πάντας τὰ αὐτὰ ἔχειν· καὶ ὅτι ἀλλήλων προσδέονται, ὥσπερ τῆς ἀλλήλων ἐπικουρίας δεῖται τά μέλη. Θεοδωρου. Ἀντὶ τοῦ ὅλως γὰρ ἐφίεσθε τῶν μειζόνων χαρισμάτων· εἰ ὄντως ἐφίεσθε, ἐγὼ ὑμᾶς ἐπὶ ταῦτα προοδηγήσω προθύμως. τοῦτο γὰρ ἐπήγαγεν, “καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.” τοῦτ’ ἔστι τῶν καθ’ ὑπερβολὴν μειζόνων χαρισμάτων δείκνυμι τὴν ὁδόν· καὶ διδάσκει αὐτοὺς ὡς τούτων ἁπάντων κρείττων ἡ περὶ τοῦ πέλας ἀγάπη. Σευηριανοῦ. Διὰ τοῦτο δείκνυσιν ὅτι μέγα ἐφρόνουν ἐπὶ χαρίσματι τῶν γλωσσῶν· ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις χαρίσμασι· δείκνυσιν οὖν ὅτι τὸ μέγιστον ἡ ἀγάπη ἐστίν. ἐκεῖνα μὲν γὰρ χαρίσματά ἐστιν καὶ τοῖς ἀναξίοις διὰ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας διδόμενα. τὸ δὲ τῆς ἀγάπης κατόρθωμα τοῦ εὐσεβοῦς. τοῦτο οὖν λέγει. ποθεῖτε τὰ χαρίσματα τὰ κρείττονα· καὶ ὁδὸν ὑμῖν δείκνυμι τὴν ἄγουσαν ὑμᾶς ἐπὶ τὴν τῶν κρειττόνων χαρισμάτων ἀπόλαυσιν· ὁδὸν δὲ τὴν ἀγάπην· ὁ γὰρ ἀγαπῶν νόμον πληροῖ· ὁ δὲ νόμου πληρῶν εὐδοκιμεῖ. ὁ δὲ εὐδοκιμῶν λαμβάνει χάρισμα πνευματικόν. Ἰωάννου. Εἶτα ἵνα μὴ τῇ τάξει ταύτῃ καὶ τῷ φανερῶσαι τὰ μείζονα καὶ τὰ μικρότερα χαρίσματα, πάλιν λύπην ἐμβάλῃ τοῖς τὰ ἐλάττονα ἔχουσιν, ἄκουσον τί φησίν· “μὴ πάντες Ἀπό- “στόλοι ἢ προφῆται;” εἰ γὰρ πάντες ἓν ἦτε, οὐκ ἔτι διάφορα μέλη. εἰ πάντες, φησὶν, ἦτε προφῆται, ποῦ οἱ Ἀπόστολοι; εἰ πάντες Ἀπόστολοι· ποῦ οἱ διδάσκαλοι; ὥστε φησὶν ἡ τάξις αὕτη καὶ συμφέρουσα καὶ ὠφελιμωτέρα, ἵνα ἕκαστος τοῦ πλησίον δέηται. “ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα·” ἠρέμα καὶ ἠνίξατο αὐτοὺς ὅτι ὑμεῖς, φησὶν, αἴτιοι τοῦ μεγάλα λαβεῖν χαρίσματα διὰ τὴν ῥαθυμίαν ὑμῶν. τοῦτο γὰρ τὸ “ζηλοῦτε” ἐμφαίνει· ἀλλ’ οὐκ εἰπεν μεγάλα ἀλλὰ “τὰ κρεῖττονα·” τοῦτ’ ἔστι τὰ ὠφελιμώτερα καὶ δυνάμενα μᾶλλον τὴν ἐκκλησίαν ὠφελεῖν. καὶ ἔτι καθ’ ὑπερβολήν. ἐὰν ὅλως, φησὶ, ζηλωταὶ ἐστὲ κρειττόνων χαρισμάτων, δείκνυμι ὑμῖν καθ’ ὑπερβολὴν κρεῖττον χάρισμα· τὴν ἀγάπην δὲ μέλλει δεικνύειν, καὶ ὅρα, οὐκ εἶπεν καθ’ ὑπερβολὴν χάρισμα ὑμῖν δείκνυμι, ἀλλ’ “ὁδόν·” σημαίνων ὁδὸν εἶναι τὴν ἀγάπην, εἰς πάντα ἀπάγουσαν τὰ χαρίσματα· καὶ ὁ ταύτην κτησάμενος δι’ αὐτῆς ὁδεύσει καὶ εἰς τὰ λοιπὰ χαρίσματα. Φωτίου. Τὸ “ζηλοῦτε δὲ τὰ χαρίσματα,” δοκῶ μοι μὴ παραίνεσιν καὶ ἀπόφασιν εἰρηκέναι· πῶς γὰρ ὁ γε πολλάκις πρός τε τὸ συμφέρον εἰπὼν λαβεῖν ἕκαστον τὸ χάρισμα, καὶ μηδὲν διαφέρειν πολλάκις ἐνδειξάμενος τὸν δοκοῦντα ἔχειν τὸ μεῖζον χάρισμα, πρὸς τὸν ἔχοντα τὸ ἔλαττον; ἀλλ’ εἰρῆσθαι μοι δοκεῖ τῷ θεσπεσίῳ Παύλῳ κατ’ ἐρώτησιν· “ζηλοῦτε” φησὶν “τὰ “χαρίσματα τὰ κρείττονα;” καὶ οὔπω ὑμᾶς ἐπείσαμεν μὴ ἀθυμεῖν ἐπὶ τοῖς ἐλάττοσιν· ἀλλ’ ἔτι ἐρασταὶ καὶ ζηλωταὶ τῶν μειζόνων ἐστέ· ἐγὼ δὲ ἔτι πρὸς τοῖς εἰρημένοις μέθοδον ὑμῖν καὶ ὁδὸν δείκνυμι, δι’ ἧς οὐδὲν τούτων τῶν χαρισμάτων τῶν μεγίστων δεηθέντες, καθ’ ὑπερβολὴν ἃν τῶν ἄλλων μείζους ὡς ἀληθῶς καὶ τελειότεροι φανείητε· τι οὑν ἔστιν τοῦτο; ἁπλοῦν καὶ ἄκοπον καὶ ἐκ τοῦ ῥᾴστου παραγινόμενον. τί οὖν ἐστιν; τί δὲ ἄλλο, ἀλλ’ ἡ ἀγάπη; ταύτην γὰρ ὁ καθαρῶς ἀναλαβὼν, πάντων προέχει, πάντων ὑπερβέβηκεν· ὁ δὲ ταύτην μὴ ἔχων, πάντων ἐκπέπτωκεν· πάντων ἐστὶν ἔρημος. ἃν δὲ τὴν ἀγάπην ἔχωμεν, οὔτε περὶ χαρισμάτων ἀλλήλοις ἐρίσαντες μικρολογησόμεθα, οὔτ’ ἄλλο τι τῶν οὐ προσηκόντων ὑμῖν ἅψεται. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἣ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Σευηριανοῦ. Καὶ τίς γλῶσσα Ἀγγέλων· παρ’ οἱς οὐ οὐ λάρυγξ, οὐ γλῶσσα, οὐ φωνή; ἀλλ’ ἐπειδὴ ὡς λέγει Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ, “ἔστησεν ὁ Θεὸς ὅρια ἐθνῶν κατὰ ἀριθμὸν Ἀγγέλων Θεοῦ, τότε δὲ δηλαδὴ ἔστησεν, ὅτε εἰς γλώσσας ἐμέρισεν τοὺς τὸν πύργον οἰκοδομεῖν ἐπιχειρήσαντας· ἐπειδὴ γὰρ οὐκ ἔτι ἀπὸ τῆς ὁμοφωνίας ἐφυλάττοντο εἰς συμφωνίαν. ἀλλ’ ὥσπερ ἠλλοτριώθησαν ἀλλήλων ταῖς τῆς γλώσσης ἐναλλαγαῖς, ἐτέθησαν Ἄγγελοι, ἵνα ἕκαστος φυλάσσῃ ὃ ἐπιστεύθη ἔθνος· καὶ μηδὲν παραναλωθῇ, καὶ ἀπόληται· διὰ τοῦτο Ἀγγέλων γλώσσαις καλεῖ, τὴν διαφορὰν τῶν γλωσσῶν· δεῖ δὲ εἰδέναι ὅτι ὥσπερ “ἄρτον “Ἀγγέλων” λέγει ὁ Δαβὶδ, οὐχ ὡς ἐσθιόντων· οὕτως καὶ Ἀγγέλων γλώσσας οὐχ ὡς λαλούντων. ἐκεῖνό τε γὰρ καὶ τοῦτο, ὡς υπουργούντων τῇ τοῦ Θεοῦ διατάξει. ἀνθρώπων μὲν οὖν γλῶσσα ἡ πεπαιδευμένη. ἐπείσακτος γὰρ αὕτη παρὰ τὴν φυσικὴν, ἡ ἔνταγνος b. Ἀγγέλων δὲ γλῶσσα, ἡ κατὰ φύσιν εἰς πολλὰ μερισθεῖσα· “γέγονα χαλκὸς ἠχῶν, ἣ κύμβαλον ἀλαλάζον·” ἐντεῦθεν φαίνεται ὅτι Ἀγγέλων λέγει τὴν ἐναλλαγὴν τῶν γλωσσῶν καὶ τὴν διαφοράν· ὁ γὰρ λαλῶν ἄλλαις γλώσσαις παρὰ τοῖς οὐκ εἰδόσιν αὐτὰς, ὥσπερ κύμβαλόν ἐστι μόνον ἦχον ἀποτελοῦν, νόημα δὲ οὐδὲν ἐπιδεικνύμενον. Θεοδωρου. Πρῶτον ἁπάντων τέθεικεν τὴν παρεζέτασιν ποιούμενος. τὸ χάρισμα τῶν γλωσσῶν ἐπειδὴ τοῦτο ἐδόκει παρὰ τοῖς μεῖζον εἶναι τῶν ἄλλων. μεῖζον δὲ αὐτὸ ὑπέλαβον, ἐπειδὴ πρὸ τῶν ἄλλων ἁπάντων τοῖς Ἀποστόλοις ἐδόθη κατὰ τὴν τῆς Πεντηκοστῆς ἡμέραν τοῦ Παναγίου ἐπιφοιτήσαντος Πνεύματος· λέγει τοίνυν ὅτι κἂν πάσας εἰδῶ τὰ τῶν ἀνθρώπων φωνὰς, πρὸς δὲ τούτοις καὶ τὰς τῶν ἀοράτων δυνάμεων, τὴν δὲ περὶ τὸν πέλας ἀγάπην μὴ ἔχω, τῶν ἀψύχων ὀργάνων οὐδὲν διενήνοχα· Ἀγγέλων δὲ γλώττας οὐκ αἰσθητὰς λέγει, ἀλλὰ νοητὰς τίνας, δι’ ὧν καὶ τὸν τῶν ὅλων ὑμνοῦσι Θεόν· καὶ ἀλλήλοις προσδιαλέγονται· ἤκουσεν γὰρ αὐτῶν καὶ Ἠσαίας ὑμνούντων καὶ Ἰεζεκιήλ· καὶ μέντοι καὶ Δανιὴλ προσδιαλεγομένων αὐτῶν ἀκήκοεν, Ζαχαρίας c καὶ Μιχαίας. τέθεικεν δὲ αὐτὸ ὁ θεῖος Ἀπόστολος ὑπερβολικῶς· δεῖξαι βουλόμενος τῆς ἀγάπης τὸ κέρδος. Ὠριγένουσ. Ζητοῦμεν ἐνταῦθα εἰ δύναταί τις ἐν τῷ τούτῳ καὶ προφητείαν ἔχειν, καὶ τὰ μυστήρια ἅπαντα γνῶναι χωρὶς ἀγάπης· καὶ ὅλως εἰ δίδοταί τινι τὰ μυστήρια πάντα γνῶναι. φησὶ γὰρ ὁ Παῦλος “εἰ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω “ἔγνω καθὼς δεῖ γνῶναι.” καὶ πάλιν· “ἐκ μέρους.” φησὶ, “γι- “νώσκομεν· καὶ ἐκ μέρους προφητεύομεν· ὅτ’ ἂν δὲ ἔλθῃ τὸ “τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.” τὸ δὲ ταῦτα λέγειν περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων Ἀποστόλων αὐτῷ, δηλοῖ ὅτι οὐ δυνατόν ἐστιν εἰδέναι πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν. πῶς οὖν ὡς δυνατοῦ ὄντος τοῦ εἰδέναι πᾶσαν τὴν γνῶσιν καὶ πάντα τὰ μυστήρια ἐπίστασθαι ταῦτα φησίν; ἐὰν ἴδωμεν τὸ προοίμιον τῶν λόγων ἐν οἷς φησὶ “καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν “ὑμῖν δείκνυμι,” καὶ νοήσωμεν τί ἐστιν ὑπερβολὴ, ταῦτα πάντα ἔσται σεσαφηνισμένα. ὑπερβολὴ τοίνυν ἐστὶν, ὡς καὶ Ἕλληνες ὁρίσαντο, λόγος ἐμφάσεως ἕνεκεν, ὑπεραίρων τὴν ἀλήθειαν. καὶ χρῶνται ἐκεῖνοι παραδείγματι, ὅτι λευκότεροι χιόνος λέγονταί τινες εἶναι· οὐχ ὅτι δυνατόν τι εἶναι λευκότερον χιόνος, ἀλλὰ καθ’ ὑπερβολὴν λέλεκται· καὶ ἔτι, τρέχουσί τινες ἵπποι ὡς ἄνεμος· οὐχ ὅτι δυνατόν ἐστι τὸ τοιοῦτον, ἀλλ’ ἐμφάσεως ἕνεκεν, ἵνα τὸ τάχος τῶν ἵππων παραστῇ, λέγεται τὸ τοιοῦτον περὶ αὐτῶν· καὶ ἐν τῇ γραφῇ δὲ λέγεται τῶν Ψαλμῶν περὶ τῆς θαλάσσης· “ἀνα- “βαίνουσι τὰ κύματα αὐτῆς ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. ὅπερ ἀδύνατον ἀλλ’ ἐμφάσεως ἕνεκεν εἴρηται. καὶ ἐν τῇ νόμῳ δὲ εὑρήσεις γεγραμμένον τῆς ὑπερβολῆς τὸν τρόπον ἔνθα γέγραπται, “εἴδομεν πόλεις μεγάλας καὶ τει- “χήρεις ἕως τοῦ οὐρανοῦ.” πῶς δὲ τοῦτο δύναται εἶναι; ἀλλ’ ὑπερβολικῶς λέγεται. οὐ πάντως αὐτὸ τὸ δηλούμενον παριστῶντος τοῦ λόγου, ἀλλ’ ἵνα δηλώσῃ τὸ μέγεθος τῶν κυμάτων, ἢ τὴν ταπείνωσιν· ἢ τὸ μέγεθος τῶν τειχῶν, ἤτοι τούτοις παραπλήσιον. οὕτω καὶ ἐνθάδε ὑπόθεσιν λαμβάνει ὁ Ἀπόστολος ὑπὲρ τοῦ ἐξε- τασθῆναι φύσιν χαρισμάτων φύσιν ἀγάπης· οὐχ ὅτι δυνατόν ἐστι εἰναι χάρισμα καὶ ταῦτα τηλικοῦτον χωρὶς ἀγάπης· ἣ ὅτι δυνατὸν ἐν τῷ βίῳ τούτῳ εἰδέναι τινὰ πᾶσαν τὴν γνῶσιν χωρὶς ἀγάπης, ἣ ἔχειν πίστιν τηλικαύτην ὥστε ὄρη μεθιστάνειν· ἀλλὰ βουλόμενος παραστῆσαι ὅτι εἰ ἐν ζυγῷ τεθείη ἡ ἀγάπη καθ’ ὑπόθεσιν εἰρημένου τοῦ λόγου. δεῖ οὖν, φησὶ, μάλιστα ζηλοῦν τὴν ἀγάπην. Ἄρα δὲ Ἄγγελοι διαλεγόμενοι πρὸς ἀλλήλους, ταύταις ταῖς γλώσσαις διαλέγονται αἷς καὶ ἄνθρωποι· ὥστε τῶν Ἀγγέλων τινὰς μὲν‘ Ἕλληνας εἶναι τυχόν· τινὰς δὲ Ἑβραίους, καὶ ἄλλους Αἰγυπτίους; ἣ τοῦτο ἄτοπον λέγειν περὶ τῶν ἄνω ἀγγελικῶν ταγμάτων; μή ποτε οὖν ὧσπέρ εἰσιν ἐν ἀνθρώποις διάλεκτοι πολλαὶ, οὕτως εἰσὶ καὶ ἐν Ἀγγέλοις· καὶ ἐὰν ὁ Θεὸς ἡμῖν χαρίσηται ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ἐπὶ τὴν ἀγγελικὴν καταταγὴν, τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπαγγελίαν λέγοντος, “ἰσάγγελοι ἔσονται καὶ Υἱοὶ Θεοῦ, “τῆς ἀναστάσεως υἱοὶ ὄντες,” οὐκ ἔτι χρησόμεθα διαλέκτῳ ἀνθρώπων, ἀλλὰ διαλέκτῳ τῇ ἀγγελικῇ· καὶ ὥσπερ ἄλλη διάλεκτος παιδίων, καὶ ἄλλη τετρανωμένων τὴν φωνὴν, οὕτως πᾶσα ἐν ἀνθρώποις διάλεκτος οἱονεὶ παιδίων ἐστὶν διάλεκτος· ἡ δὲ ἀγγελικὴ οἱονεὶ ἀνδρῶν ἔστι τελείων καὶ τετρανωμένων· ἴσως δὲ κἀκεῖ κατὰ τὴν ἀναλογίαν τῆς καταστάσεως καὶ διάλεκτοι εἰσιν· “ἐὰν” οὖν “ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, ἀγάπην “δὲ μὴ ἔχω, γέγονα καλκὸς ἠχῶν ἣ κύμβαλον ἀλαλάζον.” ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν· ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανὸν, τὸν αὐτὸν τρόπον χωρὶς μὲν ἀγάπης γλῶσσα κἂν Ἀγγέλων ἐν ἀνθρώποις καθ’ ὑπόθεσιν ᾖ, ἀτράνωτός ἐστιν· οὐδὲν γὰρ ποιεῖ τῶν ἀνθρώπων ἤτοι τῶν Ἀγγέλων τρανῆ καὶ σαφῆ, ὡς ἡ ἀγάπη· ἀγάπης δὲ μὴ παρούσης, τὸ λαλούμενον οὐδέν ἐστιν· τίς δὲ ἡ διαφορὰ τῆς γνώσεως καὶ τῆς τῶν μυστηρίων εἰδήσεως; περὶ δύο γὰρ πραγμάτων ὁ Ἀπόστολος λέγει· ἡγοῦμαι τοίνυν τὸ μὲν περὶ τῶν φανερῶν εἰδέναι τὴν γνῶσιν εἶναι γενικωτέραν οὖσαν τῶν μυστηρίων· ἐν μέρει γὰρ τῆς γνώσεως ἡ τῶν μυστηρίων ἐστὶν ἐπιστήμη· τὸ δὲ περὶ τῶν ἀπορρητοτέρων καὶ θειοτέρων εἰδέναι τοῦτ’ εἶναι τὸ μυστήριον γινώσκειν, ὡς εἶναι γενικὸν μὲν λόγον τῆς γνώσεως, οὐκ ἔτι δὲ πάσης τῆς γνώσεως εἰναι τὴν κατάληψιν μυστηρίων περὶ ὧν λέλεκται· ἀλλὰ “λαλοῦ- “μὲν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ὑμῶν. ὅτ’ ἃν γὰρ εἰδῶ ταῦτα, τότε ἔχω τὴν γνῶσιν τῶν μυστηρίων· “κἂν ἔχω πᾶσαν “τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν·” γέγραπται ἐν τῷ εὐαγγελίῳ· “ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει “τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μεταβήσεται· “καὶ οὐδὲν ὑμῖν ἀδυνάτησει.” ὁ γὰρ ἔχων πίστιν ὡς κόκκον σινάπεως ὅλην ἔχει τὴν πίστιν. Ἰωάλλου. Γλώσσαις Ἀγγέλων εἰπὼν, οὐ σῶμα τοῖς ἀγγέλοις περιτίθησιν· ἀλλ’ ἐκ τοῦ ἡμῖν ἐγνωσμένου φωνῆς ὀργάνου τὴν πρὸς αὐτοὺς τῶν ἀγγέλων ὁμιλίαν δηλοῖ. ὡς καὶ ἀλλαχοῦ φησὶν, ὅτι “αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων.” Τοῦ Αὐτοῦ. Ποῖα οὖν αὕτη ἐστίν ὁδός; ποῖα ἡ ἧς χωρὶς, οὐδὲ ἓν ἔνι χάρισμα ἐπωφελές; καὶ πρῶτον ἀπὸ τοῦ παρ’ αὐτοῖς τιμίου τῶν γλωσσῶν ἄρχεται, καὶ φησὶν, ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων λαλῶ ἄνευ ἀγάπης· εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον φθέγγομαι· ὥσπερ τὰ ἄψυχα, ὁ χαλκὸς καὶ τὸ κύμβαλον. Τοῦ Αὐτοῦ. Θέλων δεῖξαι μέγαν τὴν ἀγάπην, αὔξει τὰ χαρίσματα, καὶ τότε φησὶν ἐκτὸς ἀγάπης οὐδὲν εἶναι. ἄνω γὰρ εἰπὼν, ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων καὶ Ἀγγέλων λαλῶ, ὅπερ ἦν μέγιστον· νῦν πάλιν ἐπὶ τῆς προφητείας τὸ αὐτὸ ποιεῖ· προφητείαν γὰρ ἐὰν ἔχω, οὐ τὴν τυχοῦσαν, φησὶν, ἀλλὰ τὴν ἀκροτάτην, τὴν τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχουσαν, ἄνευ ἀγάπης οὐδὲν εἰμί· τοῦτο γὰρ κάτω ἀποδίδωσιν. Τοῦ Αὐτοῦ. Ὃ εἶπεν ὁ Κύριος ἐν τοῖς τὸ διὰ πίστεως ὄρη μεθιστᾶν, τοῦτο φησὶ μηδὲν εἶναι, ἀγάπης χωρίς· οὐκ εἶπεν μικρός εἰμι καὶ εὐτελὴς, ἀλλ’ οὐδέν εἰμι. Γενναδίου. Νῦν πίστιν οὐ τὴν τῶν πιστῶν ἔφη, τὴν κοινὴν καὶ καθολικήν· ἀλλὰ τὸ χάρισμα τὸ τῆς πίστεως· ἦν γάρ τι χαρίσματος εἶδος, ὁμωνύμως οὕτω τῇ πίστει λεγόμενον· ὅθεν ἐπὶ φανερώσει πνευματικῆς μετουσίας ἐχορηγεῖτο πολλοῖς ἐν τῷ τότε τῶν εὐσεβῶν. περὶ τούτου γὰρ ὁ Κύριος ἐν Εὐαγγελίοις φησὶν, “ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ “ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται οὕτως.” οὐ δήπου γὰρ ὡς πρὸς ἀπίστους τὴν κοινὴν πίστιν ταῦτα πρὸς αὐτους διελέγετο. Θεοδωρίτου. Πίστιν ἐνταῦθα οὐ τὴν κοινὴν ταύτην λέγει· διὰ γὰρ δὴ τὴν τηνικαῦτα κατέχουσαν ἀπιστίαν, πολλὰ τοιαῦτα ἐθαυματούργουν εἰς ἔκπληξιν· διὰ τούτων ποδηγοῦντες πρὸς τὴν ἀλήθειαν. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῷ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ. ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῆ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ὠριγένοτσ. Κἂν ψωμίσω πάντα μου τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην· κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ὡς δυνατοῦ ὄντος ψωμίσαι τινὰ τὰ ὑπάρχοντα, οὐ διὰ τὴν ἀγάπην ἀλλὰ διὰ κενοδοξίαν· καὶ ὡς δυνατοῦ ὄντος καὶ μαρτυρῆσαι τινα ἕνεκεν καυχήσεως, καὶ δόξης ἧς δοξάζονται ἐν ταῖς ἐκκλησίαις οἱ μάρτυρες. ἀγάπην αὐτὸν νῦν λέγειν, οὐ τὴν εἰς Θεὸν, ἀλλὰ τὴν εἰς τὸν πλησίον· πιστοῖς γὰρ, φησὶ, γράφει. καὶ ὅτι ὑπερβολικῶς εἴρηται πάντα τὰ νῦν λεχθέντα. Ὠριγένουσ. Τὰ ἐγκώμια τῆς ἀγάπης τῆς ὑπερεχούσης τὰ χαρίσματα διεξέρχεται. ἔδει γὰρ αὐτὸν διδάξαι καὶ τι ἐστιν ἀγάπη, καὶ πῶς ἐστιν ὁ ἔχων τὴν ἀγάπην· “ἡ ἀγάπη μακροθυμεῖ.” ”ἔχεις μακροθυμίαν τὴν οὖσαν καρπὸν τοῦ Πνεύματος, ἔχεις αὐτὴν διὰ τὴν ἀγάπην· “χρηστεύεται·” τι χρηστότητι ἐναντίον; ἡ πονηρία. εἰ πονηρεύει κατά τινος, οὐκ ἔχεις τὴν ἀγάπην. εἰ χρηστὸς εἰ καὶ γλυκὺς πρὸς πάντας ἀνθρώπους, ἔχεις ἀγάπην· “ἡ ἀγάπη οὐ ζηλοῖ εἰ ζῆλός ἐστιν ἔν σοι, ὁποῖος ἢν ἐν τῷ Καΐν πρὸς τὸν Ἄβελ· ἢ ὁποῖος ἦν ἐν τοῖς ἀδελφοῖς τοῦ Ἰωσὴφ πρὸς τὸν Ἰωσὴφ, οὐκ ἔχεις τὴν ἀγάπην· μαχόμενον πρᾶγμά ἐστι τὸ ἀγαπᾶν τῷ ζηλοῦν. “ἡ ἀγάπη οὐκ περπερεύεται·” ὅτ᾿ ἄν τις προπετὴς ᾖ ἐπαγγελόμενος εἰδέναι ἢ περὶ τέχνης ἢ περὶ ἐπιστήμης η πέρι γνώσεως, οὕτος ἐστιν ο περπερευόμενος, πάρα τὸ μὴ ἔχειν τὴν ἀγάπην. “οὐκ ἀσχημονεῖ·” οὐδεὶς τὴν ἀγάπην ἔχων ἄσχημόν τι πράττει· ἐὰν οὖν πότε ἀδελφοὶ ἡμῶν ἄρρεν καὶ θήλεια, φάσκοντες κατὰ Θεὸν ἀλλήλους ἀγαπᾶν, δι’ ἀσθένειαν πέσωσι προφάσει ἀγάπης, λέγομεν αὐτοῖς ὅτι οὐκ ἔχουσι τὴν ἀγάπην· “ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς.” οὐδεὶς ἀγάπην ἔχων ζητεῖ τὰ ἑαυτοῦ· οἷον μητὴρ τὸ ἀγαπᾶν τὸν υἱὸν, ἢ πατὴρ, οὐ ζητεῖ τὰ ἴδια, ὡς τὰ τοῦ υἱοῦ. τὸ γὰρ ἔχειν ἀγάπην οὐ φίλαυτον. εἰ ἐζήτει τὸ ἑαυτοῦ ὁ Σωτῆρ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων καὶ ὢν ἴσα Θεῷ, ἔμενεν ἂν ἐν τῇ μορφῇ ἐκείνῃ· νῦν δὲ σῶσαι κόσμον ἀπολλύμενον θελήσας, “ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” ἔλθε καὶ ἐπὶ τοὺς ἁγίους· ἴδε τὴν ἀγάπην Μωΰσεως· “εἰ μὲν ἀφεῖς αὐτοῖς “τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου “σου, ἧς ἔγραψας.” καὶ ὁ Ἀπόστολος δὲ φησὶ “καθὼς κἀγὼ πάντα “πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἑοῦ συμφέρον ἀλλὰ τὸ τῶν πολ- “λῶν, ἵνα σωθῶσιν· καὶ εὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ “Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα·” ἀνάθεμα τοῦ Χριστοῦ εὔχεται εἶναι ὑπὲρ τῆς ἄλλων σωτηρίας. Ἰωάννου. Καλῶς τὸ “Ψωμίσω·” μετὰ τῆς δόσεως, καὶ τὴν οἰκείαν σημαίνων διακονίαν· ὅρα δὲ καὶ τὸ πάντα τὰ ὑπάρχοντα, οὐ μέρος αὐτῶν· καὶ “ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι,” τὸν χαλεπώτατον λέγει θάνατον, ὑπὲρ Θεοῦ δηλονότι γινόμενον. εἶτα λοιπὸν διεξέρχεται τῆς ἀγάπης τὰ γνωρίσματα· δεικνὺς ὅτι οὐ μόνον βλαστήσαντα τὰ πάθη ἐκριζοῖ, ἀλλ’ οὐδὲ φῦναι συγχωρεῖ. ὅρα δὲ εὐθὺ τὴν μακροθυμίαν τέθεικεν τὴν ῥίζαν πάσης φιλοσοφίας. ἐπειδὴ τινές εἰσιν οἱ τῇ μακροθυμίᾳ οὐκ εἰς φιλοσοφίαν κέχρηνται· ἀλλὰ πρὸς τὸ διαρρῆξαι τοὺς ἐνοχλοῦντας ἠθικώτερον αὐτοῖς διαλεγόμενος, φησὶ, “χρηστεύεται,” τοῦτ’ ἔστιν οὐκ ἐπὶ τὸ ἀνάψαι τὴν ὀργὴν τῶν ἐνοχλούντων, ἀλλ’ ἐπὶ τῷ καὶ πραύναι τὴν μακροθυμίαν κεχρημένος· βαβαὶ, οἷόν ἐστι τὸ μὴ ζηλοῦν τοὺς εὖ πράττοντας· “περπερεύεται·” ἀλαζονεύεται· οὔτε φυσιοῦται καὶ φρονεῖ μέγα ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν· οὐ μόνον, φησὶν, οὐ φρονεῖ μέγα, ἀλλὰ καὶ τὰ αἴσχιστα πάσχουσα, οὐκ οἴεται ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, διὰ τὸν ἀγαπώμενον λέγει τρόπον· πῶς οὐκ ἀσχημονεῖ; ὅτι οὐ ζητεῖ τὸ οἰκεῖον συμφέρον, ἀλλὰ τὸ τοῦ πλησίον· καὶ ἀσχημοσύνην τότε ἡγεῖται, ὅτ’ ἃν ἀσχημονοῦντα τὸν πλησίον μὴ ἀπαλλάξῃ· πάντα πάσχουσα οὐ παροξύνεται εἰς ὀργήν· καὶ οὐ μόνον οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ’ οὐδὲ λογίζεται· οὐκ ἐφήδεται, φησὶ, τοῖς κακῶς πάσχουσιν, συγχαίρει δὲ τοῖς εὐδοκιμοῦσιν. τοῦτο γὰρ αὐτοῖς ἡ μακροθυμία χαρίζεται, περὶ ἧς εἶπεν, πάντα πιστεύει ἃ ἃν εἴποι ὁ ἀγαπώμενος. καὶ οὐδὲν ὕπουλον οὔτε αὐτὸς λαλεῖ, οὐδὲ ’τον λαλοῦντα οἴεται· οὐκ ἀπογινώσκει, φησὶ, τοῦ ἀγαπωμένου· ἀλλ’ ἐλπίζει αὐτὸν εἰς τὸ βέλτιον ἐπιδιδόναι· εἰ δὲ καὶ ἐλπίσας, φησὶν, ἀποτύχει, ἐκείνου τῇ κακίᾳ ἐναπομείναντος, φέρει γενναίως αὐτοῦ τὰ ἐλαττώματα· πάντα γὰρ, φησὶν, ὑπομένει· οὐ διαλύεται φησὶν, οὐδὲ διακόπτεται· ἤγουν οὐδέποτε ἐκπίπτει, οὐδὲ ἀποτυγχάνει τῆς εὐδοκιμήσεως. Θεοδωρίτου. Συγγινώσκει τοῖς ἐπταισμένοις· οὐκ ἐπὶ κακῷ σκοπῷ ταῦτα γεγενῆσθαι ὑπολαμβάνων. μισεῖ τὰ παράνομα· συνευφραίνεται τοῖς καλοῖς. πάντα στέγει, ἀνέχεται διὰ τὴν ἀγάπην τῶν λυπηρῶν. πάντα πιστεύει· ἀψευδῆ νομίζει τὸν ἀγαπώμενον· πάντα ἐλπίζει· κἂν ἐπὶ τὸ χεῖρον ἴδῃ ῥέψαντα, προσμένει αὐτοῦ τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. πάντα ὑπομένει· οὐδὲν αὐτὸν τῶν εἰς αὐτὸν γινομένων ἀπορρῆξαι δύναται τῆς ἀγάπης. “ὴ ἀγάπη οὐδέποτε ἐκπίπτει τοῦτ’ ἔστιν οὐ διασφάλλεται, ἀλλ’ ἀεὶ μένει βεβαία καὶ ἀσάλευτος· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδίδαξεν. Φωτίου. “Ἡ ἀγάπη,” φησὶν, “οὐδέποτε ἐκπίπτει·” ἀλλ’ ἀεὶ προφάσεις ἀγαθὰς καὶ καλὰς ἑαυτῇ ἀνευρίσκει. δι’ ὧν τῆς πρὸς τοὺς πλησίους στοργῆς καὶ συναφείας κατέχει τοὺς χρωμένους αὐτῇ παραμένειν, καὶ μὴ διαρρήγνυσθαι· κἂν ἐκεῖνοι ἀφηνιῶσιν καὶ ἀποσκιρτᾶν αἰτίας παρέχωσιν· στέγειν γὰρ ποιεῖ καὶ ἐλπίζειν καὶ ὑπομένειν τὸν ἁμαρτάνοντα εἰς αὐτόν. Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλώσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους δὲ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ του νηπίου. Θεοδωρίτου. “Εἴτε προφητείαν, καταργηθήσονται· εἴτε “γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ὁ γὰρ μέλλων βίος, τούτων ἀνενδεής· περιττὴ γὰρ ἡ προφητεία, τῶν i o πραγμάτων παρόντων· ἄχρηστοι δὲ καὶ αἱ γλῶτται, τῆς τούτων ἀναιρουμένης διαφορᾶς· ἡ γνῶσις παύσεται, ἡ ἐλάττων, χορηγου- χορηγουμένης τῆς μείζονος· τοῦτο γὰρ ἐπήγαγεν, “ἐκ μέρους γὰρ γινώ- “σκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ὅταν ἔλθῃ τὸ τέλειον, τότε “τὸ ἐκ μέρους καταργηθήσεται.” περιττὴ γὰρ τοῖς τελείοις, τῶν μειρακίων ἡ γνῶσις· ταύτῃ μὲν κέχρηται τῇ εἰκόνι καὶ ὁ θεῖος Ἀπόστολος· “ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος “ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ “νηπίου κατήργηκα.” οἱ γὰρ μετὰ τὴν τελείαν ἡλικίαν ἀγχι- νοίᾳ καὶ συνέσει κοσμούμενοι, τῆς μειρακιώδους οὐ προσδέονται γνώσεως· ἀπείκασε τοίνυν τὴν μὲν ἐὺ τοῦ παρόντος βίου δεδο- μένην ἡμῖν γνῶσιν τίη τῶν νηπίων γνώσει τὴν ’δε γε προσδοκω- μένην τῇ τῶν τελείων ἀνδρῶν διδασκαλίᾳ. πάλιν διὰ τούτων μὴ μέγα φρονεῖν ἐπὶ τῇ γνώσει τοὺς κατατέμνοντας τῆς Ἐκκλησίας τὸ σῶμα. Ὠριγένουσ. Γλῶσσαι παύσονται· ὅτε νῷ ὁμιλήσω ᾧ βούλοι’ ’μαι διαλεχθῆναι, Ἰωάννου καταλέξας τῆς ἀγάπης τὰ βλαστήματα. πάλιν αὐτὴν καὶ ἑτέρῳ τρόπῳ ὑψοῖ, τῷ λέγειν, καὶ τὴν προφητείαν καὶ τὰς γλώσσας καὶ τὴν γνῶσιν, τέλος ἕξειν· τὴν δὲ ἀγάπην μονίμου εἶναι καὶ ἀτελεύτητον. εἰ γὰρ καὶ αἱ προφητεῖαι καὶ αἱ γλῶσσαι διὰ τὴν τῆς πίστεως γνῶσιν εἰσὶν, τῆς πίστεως παντα- χοῦ ἁπλωθείσης, εἰκότως περιτταὶ ἀργήσωσιν· τοῦτο δὲ καὶ νῦν ἔσται, τότε μάλιστα· τι οὖν τότε ; περὶ τοῦ μέλλοντος γὰρ χρόνου καταργεῖσθαι τὴν γνῶσιν· τότε τοίνυν ἐν ἀγνωσίᾳ μέλλο- μὲν διάγειν; μὴ γένοιτο. ἀλλὰ περὶ τῆς συγγνώσεως τῆς ἐκ μέρους εἴρηται αὐτῷ, ὅτι καταργηθήσεται· τῆς γὰρ νῦν οὔσης γνώσεως ἐκ μέρους οὔσης, ἐπὰν ἔλθῃ ἡ τελεία γνῶσις, αὕτη ἡ ἐκ μέρους τέλος ἔχει, τῇ τελείᾳ γνώσει καταργουμένη. τὸ αὐτὸ δέ μοι καὶ περὶ προφητείας νόει· ἐπειδὴ εἶπεν τῆς τελείας γνώσεως ἐρχομένης, τὴν μερικὴν τέλος ἕξειν, καὶ παραδείγματι κυροῖ τὸν λόγον. ὅτε, φησὶν, ἤμην νήπιος καὶ παῖς τὴν ἡλικίαν, πάντα νήπια εἶχον καὶ τὸ λαλεῖν καὶ τὸ φρονεῖν καὶ τὸ λογίζεσθαι· ὅτε δὲ ἀνὴρ γέγονα, ἀπέρριψα τὰ τοῦ νηπίου· οὕτω φησὶ καὶ ἐπὶ τῶν πνευματικῶν· νῦν νηπία ἡμῖν ἐστιν ἡ γνῶσις· ἐπεὶ καὶ ἡμεῖς νήπιοί ἐσμεν. ὅταν τοίνυν τέλειοι γενώμεθα, ἐσόμεθα δὲ ἐν τῷ μέλλοντι χρόνῳ, πάντα τὰ νηπιώδη ἀπορρίψομεν. Φωτίου. “Εἴτε γνῶσις.” γνῶσιν ἴσως τὴν τοῦ διδάσκειν φησί. πλατυνομένης γὰρ τῆς εὐσεβείας καὶ πίστεως, ἀργήσει ἡ διδασκαλία. “καταργηθήσεται.” πῶς καταργηθήσεται ἡ γνῶσις; τελειοτέραν ταύτην ἀπολαμβανόντων ἡμῶν· καὶ τῆς ἐνούσης νῦν ἡμῖν ἀχρήστου, τότε διὰ τὴν ἀτέλειαν δεικνυμένης. “ἐκ μέρους “δὲ γινώσκομεν,” ἀντὶ ἐκ μέρους γάρ· αἰτία γὰρ τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. “ὅτε ἤμην νήπιος.” νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις καὶ προφητεία καὶ πολιτεια κατὰ τὴν μέλλουσαν. Βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων η ἀγάπη. Θεοδωρίτου. Σκία φησὶ τὰ παρόντα τῶν μελλόντων· ἐν γὰρ τῷ παναγίῳ βαπτίσματι, τὸν τύπον ὁρῶμεν τῆς ἀναστάσεως· τότε δὲ αὐτὴν ὀψόμεθα τὴν ἀνάστασιν. ἐνταῦθα τὰ σύμβολα τοῦ δεσποτικοῦ θεώμεθα σώματος. ἐκεῖ δὲ αὐτὸν ὀψόμεθα τὸν δεσπότην. τοῦτο γὰρ λέγει “πρόσωπον πρὸς πρόσωπον.” ὁρῶμεν δὲ αὐτοῦ οὐ τὴν ἀθέατον φύσιν, τὴν πάσην ἀόρατον, ἀλλὰ τὴν ἐξ ἡμῶν ληφθεῖσαν. Τοῦ Αὐτοῦ. Οὐ τοῦτο λέγει, ὡς ἔγνω με, γνώσομαι ἀκριβέστερον αὐτὸν ὄψομαι· ἅτε δὴ προσῳκειωμένος αὐτῷ· τὸ γὰρ ἐπεγνώσθην, ἀντὶ τοῦ ᾠκειώθην τέθεικεν. οὕτως καὶ τῷ Μωϋσεἰ ἔφη, “οἶδά σε παρὰ πάντας.” καὶ ὁ Ἀπόστολος λέγει· “οἶδεν “Κύριος τοὺς ὄντας αὐτοῦ,” ἀντὶ τοῦ πλείονος αὐτοὺς ἀξιοῖ προμηθείας. Τοῦ Αὐτοῦ. Ἔδειξεν παυόμενα τὰ χαρίσματα, μόνην ἀγάπην μένουσαν. ἔδειξεν δὲ καὶ τῶν γνωμικῶν παυομένων κατορθωμάτων, αὐτὴν ὑπερέχουσαν. περιττὴ γὰρ ἡ πίστις ἐν τῷ μέλλοντι βίῳ, τῶν πραγμάτων ἐναργῶς φαινομένων· “ἔστιν γὰρ “πίστις ἐλπιζομένων ὑπόστασις· πραγμάτων ἔλεγχος οὐ βλε- “πομένων.” τῶν δὲ πραγμάτων φαινομένων, οὐκ ἔτι χρεία τῆς πίστεως, οὕτω καὶ ἡ ἐλπὶς ἐκεῖ περιττή. ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς ὃ γὰρ βλέπει τίς τι καὶ ἐλπίζει. ἡ δέ γε ἀγάπη ἐκεῖ μᾶλλον ἔχει τὸ κράτος, τῶν παθῶν παυομένων· καὶ τῶν μὲν σωμάτων ἀφθάρτων γινομένων, τῶν δὲ ψυχῶν οὐκ ἔτι νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα προαιρουμένων. Ὠριγένουσ. Ὁ δοκῶν προκόπτειν ἐνθάδε, ὡς ἐν παιδίοις προκόπτει· ἐὰν δὲ ἔλθῃ τὸ τέλειον, καταντήσωμεν εἰς ἄνδρα τέλειον, τότε τὰ τῶν ἀνδρῶν χωρήσομεν καὶ γνῶσιν καὶ προφητείαν καὶ ὄψιν Θεοῦ, ἣν ὄψονται οἱ μακάριοι, οἱ διὰ τὴν καθαρότητα τῆς καρδίας. Ἰωάλλου. Ἐπειδὴ τὸ ἔσοπτρον παρίστησιν· τὸ ὁρώμενον ὅπωσδήποτε παρήγαγεν ἐν αἰνίγματι μεθ’ ὑπερβολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν. “πρόσωπον δὲ πρὸς πρόσωπον,” φησὶν, οὐχ ὡς πρόσωπον τοῦ Θεοῦ ἔχοντος· ἀλλ’ ἵνα εἴπῃ σαφέστερον κα τρανότερον· Τοῦ Αὐτοῦ. Εἶδες πῶς διπλῶς τὸ φύσημα καὶ ὅτι μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. οὐ γὰρ ἐγὼ αὐτὸν ἔγνων· ἀλλ’ αὐτός με ἐγνώρισεν, φησίν· ὥσπερ οὖν αὐτός με ἐγνώρισεν πρότερος, νῦν καὶ αὐτός μοι ἐπέδραμεν· οὕτως ἐγὼ αὐτῷ ἐπιδραμοῦμαι τότε, καὶ πολλῷ μειζόνως ἣ νῦν. καὶ γὰρ ὁ ἐν τῷ σκότῳ καθήμενος, ἕως μὲν ἃν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτίνος, ἀλλ’ ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ. ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. τοῦτο οὖν ἐστι τὸ, “καθὼς ἐπεγνώσθην.” οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα ὡς αὐτὸς ἡμᾶς· ἀλλ’ ὅτι ὥσπερ αὐτὸς ἡμῖν ἐπέδραμεν νῦν, οὕτως ἡμεῖς ἀνθεξόμεθα αὐτοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀπορρήτων εἰσόμεθα· “νῦν δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα. μείζων δὲ “τούτων ἡ ἀγάπη·” ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν παύεται· ἡ δὲ ἀγάπη τότε μάλιστα ἐπαίρεται καὶ γίνεται σφοδροτέρα. Οἰκουμενίου. Εἰσὶ μὲν καὶ γλῶσσαι καὶ προφητεῖαι γνώσεις νῦν, εἰ καὶ ἀμυδραί εἰσιν· ἀλλὰ τὸ εἰρημένον “νυνὶ δὲ “μένει” νοήσεις τὸ οἷον μονιμώτεραι εἰσὶ τῶν λοιπῶν αἱ τρεῖς αὗται ἀρεταὶ, ἤγουν τὰ χαρίσματα· ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη. καὶ τούτων δὲ αὐτῶν, πάλιν ἡ ἀγάπη μείζων· ἐπειδὴ καὶ εἰς τὸν μέλλοντα χρόνον παρεκτείνεται. διὰ τοῦτο δὲ τὰ τρία ταῦτα τῶν λοιπῶν μονιμώτερα, οἷον τῆς προφητείας καὶ τῶν γλωσσῶν καὶ τῆς γνώσεως· ἐπειδὴ τῆς πίστεως χεθείσης, ἀργεῖν ἤμελλον λοιπὸν αἱ κατὰ πλάτους προφητεῖαι καὶ γλῶσσαι· καὶ ἡ παρὰ Κορινθίοις δὲ γνῶσις τέλος ἤμελλεν ἕξειν, ἀμυδροτέρα ὑπάρχουσα τῆς νῦν ἐνούσης χάριτι Χριστοῦ ἐν τῷ κόσμῳ γνώσεως. Φωτίου. “Καθὼς καὶ ἐπεγνώσθην·” ἀντὶ τοῦ ἀκριβῶς καὶ τελείως· ἐπὶ τούτῳ γὰρ φησὶ, καὶ τὴν ἀρχὴν ἐγὼ ἐπεγνώσθην, ἵνα καὶ αὐτὸς γνώσωμαι, καθώς ἐστιν ἀνθρώπῳ δυνατὸν τελείως καὶ ἀκριβῶς τὸν ἐπιγνόντα δεσπότην. “νυνὶ δὲ μένει πίστις·” ἡ πίστις καὶ ἡ ἀγάπη οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, τῶν ἄλλων χαρισμάτων παυομένων, διαμενοῦσιν· ἀλλὰ πολλῷ πλέον καὶ ἐν τῷ μέλλοντι· τότε γὰρ ὡς ἀληθῶς τοῖς ἁγίοις τὸ εἰρηνικὸν καὶ φιλάλληλον καθαρὸν καὶ ἀστασιάστον· καὶ ἡ πίστις δὲ ὁμοίως· τότε γὰρ λαμπρότερον καὶ τελειότερον καὶ ἐντρυφᾶν ἐστι τῇ θεωρίᾳ τοῦ ποθουμένου. τὴν δὲ ἐλπίδα εἴποι τις ἴσως ἔτι τότε παρεῖναι ὡς τῶν ἐλπισθέντων ἤδη παρόντων καὶ μηδὲν διαψεύσασαν τοὺς ἠλπικότας. ἀίδιον γὰρ τὸ χρῆμα τῆς ἀληθείας. Εἰσ τὸ Αὐτό. “Νυνὶ δὲ μένει πίστις·” ἀλλ’ οὐχ οὕτως τὸ γὰρ νῦν ἐνταῦθα οὐκ ἔστι χρόνου δηλωτικόν· οὐχ οὕτως οὖν φησὶν, ἐπὶ τῆς πίστεως ἐστιν ἰδεῖν καὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης, ὥσπερ ἐπὶ τῶν ἄλλων χαρισμάτων· τὰ μὲν γὰρ ἄλλα, ἅπερ καὶ ἀπηριθμήσατο, καὶ ἐν τῷ μέλλοντι ἀργήσει, τῶν τελειοτέρων ἡμῖν ἐπιγινομένων τότε· ἀλλὰ καὶ ἐν τῷ παρόντι ἐπιλείψει καὶ ἀργήσει, τῆς εὐσεβείας εἰς πάντας ἐξαπλουμένης· “εἰδήσουσι “γάρ με καὶ ἀπὸ μικροῦ ἕως μεγάλου.” καὶ γὰρ τὰ πλεῖστα τῶν ἄλλων χαρισμάτων ἐδόθη ἕνεκα τοῦ χειραγωρεῖσθαι καὶ προσάγεσθαι τῇ πίστει τοὺς ἀνθρώπους· προσαχθέντων δὲ καὶ πιστευσάντων, δηλονότι παύσεται· ἀλλ’ οὐκ ἔτι ὡσαύτως καὶ ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάτη· αὗται γὰρ δι’ ὁλοῦ τοῦ ἀνθρωπίνου βίου παραμενοῦσιν καὶ παραταθήσονται· καὶ τότε μᾶλλον ἐκλάμψουσιν, ὅτε τὰ ἄλλα ἀργήσει· τότε γὰρ μᾶλλον ἐπικρατήσει καὶ μᾶλλον αὐτῶν ἡ χρεία, ὅτε πάντες εὐσεβήσουσι καὶ πιστεύουσι. τότε γὰρ μᾶλλον καὶ ἐλπίδος ἐστὶ χρεία, καὶ ἐλπίσουσι· καὶ ἀγάπης, καὶ ἀγαπήσουσιν, ὥστε παυομένων καὶ ἄλλων χαρισμάτων, αὗται μᾶλλον ἀκμάσουσιν. Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Θεοδωρου. Ἀντὶ τοῦ μάλιστα μὲν ὑμᾶς τῆς ἀγάπης ἐπιμελεῖσθαι βούλομαι· εἰ δ᾿ ἄρα καὶ τῶν πνευματικῶν χαρισμάτων ἐφίεσθε, κἂν γνῶτε ποῖα κρείττονα, καὶ ὅτι τὸ προφητεύειν ἄμεινον τοῦ γλώσσῃ λαλεῖν. Θεοδωρίτου. Πάλιν τῶν ἐπὶ τῷ χαρίσματι τῶν γλωττῶν φιλοτιμουμένων τὴν ὀφρὺν καταστέλλει. Τοῦ Αὐτοῦ. Ἀμφότερα κατὰ ταὐτὸν ποιεῖ· καὶ φιλοτιμίας κατηγορεῖ, καὶ τοῦ χαρίσματος διδάσκει τὴν χρείαν· ἐδόθη γὰρ τοῦτο τοῖς κήρυξιν, διὰ τὰς διαφόρους τῶν ἀνθρώπων φωνάς· ἵνα πρὸς Ἰνδοὺς ἀφικόμενοι τῇ ἐκείνων χρώμενοι γλώττῃ τὸ θεῖον προσφέρωσι κήρυγμα· καὶ Πέρσαις πάλιν διαλεγόμενοι καὶ Σκύθαις καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις, ταῖς ἑκάστων κεχρημένοι φωναῖς, τὴν εὐαγγελικὴν διδασκαλίαν κηρύξωσι· περιττὸν τοίνυν ἢν τοῖς ἐν Κορίνθῳ διαλεγομένοις τῇ περὶ τῶν Σκυθῶν ἡ Αἰγυπτίων κεχρῆσθαι φωνῇ, ἐπαΐειν ἐκείνων οὐ δυναμένων· οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἔφη τὸν γλώτταις λαλοῦντα μὴ ἀνθρώποις λαλεῖν, ἀλλὰ Θεῷ. τοῦτο γὰρ ἐπήγαγεν “οὐδεὶς γὰρ “ἀκούει.” καὶ ἵνα μὴ ἄχρηστον τὸ χάρισμα νομισθῇ, προστέθεικεν, “πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώ- “ποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.” πάντες γὰρ τῶν λεγομένων ἀκούουσιν. Ἰωάννου. Ἐπεὶ οὖν οὕτω μέγα χρῆμα ἀπεδείχθη ἡ ἀγάπη· “διώκετε” αὐτήν· ὅρα δὲ οὐκ εἶπεν ἀκολουθεῖτε αὐτὴν ἣ κτήσασθε αὐτὴν, ἀλλὰ “διώκετε.” δεικνὺς πεφευγέναι ἡμᾶς αὐτῆς καὶ ἔτι φεύγειν· καὶ πολλοῦ δεῖν ἡμῖν δρόμου, ἵνα φθάσωμεν· τοσοῦτον ἀφέστηκεν. “ζηλοῦτε δὲ τὰ πνευματικὰ,” ἵνα μὴ νομίσωσι διὰ τοῦτο αὐτὸν τοὺς περὶ ἀγάπης λόγους εἰρηκέναι ὡς ἔξω τὰ πνευματικὰ, τοῦτ’ ἐστι τὰ χαρίσματα. σύγκρισιν ποιεῖ ’τον λοιπὸν προφητείας καὶ γλωσσῶν· καὶ δείκνυσιν ὠφελιμωτέραν τὴν προφητείαν, καταβάλλων τὰς γλώσσας· καὶ γὰρ σφόδρα ἦσαν ἐπηρμένοι δι’ αὐτάς. Τοῦ Αὐτοῦ. Πῶς ἑαυτὸν οἰκοδομεῖ, εἰ μὴ οἶδεν ὃ τέως περὶ τῶν εἰδότων μὲν ἃ λέγουσι διαλέγεται, μὴ ἐπισταμένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Τοῦ Αὐτοῦ. Ἐν τούτῳ δείκνυσι μὴ ὂν σφόδρα τὸ τῶν ὠφέλιμον· οὐδένα γὰρ, φησὶν, τῶν ἀκουόντων οἰκοδομεῖ· τῷ γὰρ Θεῷ λαλεῖ οὐκ ἀνθρώποις· ἐπεὶ μηδεὶς νοεῖ τὰ λεγόμενα. εἶτα ἵνα μὴ παντελῶς ἀχρήστους αὐτὰς δείξῃ, ἐπάγει, “πνεύματι δὲ “λαλεῖ μυστήρια.” τοῦτ’ ἐστιν ἣ τῷ ἰδίῳ πνεύματι, οἷον τῇ ψυχῇ προσδιαλέγεται· ἣ ὅτι ἐν Πνεύματι Ἁγίῳ· οἷον διὰ Πνεύματος Ἁγίου λαλεῖ. ἀλλ’ εἰ καὶ ἐν Πνεύματι λαλεῖ, ἧττόν ἐστιν τῆς προφητείας, ὅσῳ καὶ ἥττων ἡ ὠφέλεια. ἀπὸ τοῦ κοινὴ συμφερόντος δείκνυσι τὴν προφητείαν κρείττονα. τοὺς γὰρ ἀνθρώπους, φησὶν, οἰκοδομεῖ καὶ παρακαλεῖ ἐπὶ πίστιν· καὶ παραμυθεῖται ἐπὶ τοῖς ἐσομένοις πειρασμοῖς. Κυτίλλου. Ἐξίστησιν αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλλον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν τὰ προφητῶν τὸ γλώσσαις λαλεῖν προυποκειμένων γὰρ ἐν ἡμῖν πίστεως τε καὶ ἐλπίδος, καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἣ καὶ παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἑτέρα· τότε γὰρ τότε καὶ λίαν ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμάτων μεμεστωμένοι, καὶ τὰς διὰ τοῦ Πνεύματος καταπλουτήσομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ μονογενοῦς, παθόντος τε καὶ ἐγηγερμένου, καὶ τῆς κἀς ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἢν ἔτι προφητείας καιρός; ἣ ποίων ἔσται πραγμάτων ἡ προαγόρευσις; οὐκ οὑν τὸ προφητεύειν ἐν τούτως εἴη ἃν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας, καὶ τοῖς ἀκροωμένοις ὡς ἔνι καταλευκαίνοντες· εἶτα πρὸς ἀληθείαν τὸν οἰκεῖον ἐξ αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. Ὁ τοίνυν, φησὶ, γλώσσῃ λαλῶν, οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἣ τίνα τρόπον; οὐδεὶς γὰρ ἀκούει φησίν· εἰ γὰρ δέδοται τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν τὸ γλώσσῃ τῇ Μηδῶν δύνασθαι λαλεῖν· ἑτέρῳ δὲ αὗ τῇ Ἑλαμιτῶν· εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιτο συναγωγαῖς, οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς Ἑλλήνων ἀγέλαις, τίς ὁ ἀκουσόμενος; ἣ ποῖα τῶν λόγων ἣ ὄνησις ἔσται; συνήσει γὰρ οὐδεὶς πλὴν μόνου τοῦ πάντα εἰδότος Θεοῦ· τῷ γὰρ Πνεύματι, φησὶ, λαλεῖ μυστήρια· ἄθρει δὲ ὅπως ὁ Θεῶ λαλῶν, πνεύματι λαλεῖ· Θεὸς οὗν ἄρα τὸ Πνεῦμα· οὐκ οὖν ὁ γλώσσῃ λαλῶν, Θεῷ μᾶλλον, φησὶ, καὶ οὐκ ἀνθρώποις λαλεῖ· “ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ· οἰκοδομὴν καὶ παρά- “κλῆσιν καὶ παραμυθίαν.’ συνίεις οὖν ὅτι τὸ προφητεύειν ἐν τούτοις τὸ διερμηνεύειν ἐστὶ τὰ τῶν προφητῶν, δι’ ὧν ὁ τῆς παρακλήσεως πιστοῦται λόγος, καὶ ὁ τῶν μυσταγωγουμένων χειραγωγεῖται νοῦς εἰς ἀληθείαν τὴν ἐπὶ Χριστῷ· προαποδείκνυσι καὶ ἑτέρως ἀσυγκρίτως ὅσον g ἐν ἀμείνοσι τοῦ γλώσσῃ λαλεῖν τὸ διερμηνεύειν τὰ προφητῶν· ἑαυτὸν μὲν γὰρ οἰκοδομεῖ, φησὶν, ὁ γλώσσῃ λαλῶν· συνίησι γὰρ αὐτός· ἕτερος δὲ ὅλως οὐδείς· ὁ δὲ ταῖς τῶν ἁγίων προφητῶν φωναῖς καὶ προρρήσεσιν εἰς μαρτυρίαν χρώμενος, Ἐκκλησίαν οἰκοδομεῖ. μεῖζον οὖν ἄρα καὶ ἐν ὑπερτάτοις αὐχήμασι τὸ προφητεύειν ἐστὶν, καὶ ἐν ἐλπίσι λαμπραῖς. εἴπερ ἐστὶν ἄμεινον ὁμολογουμένως τὴν Ἐκκλησίαν οἰκοδομεῖν, τοῦ ἑαυτῷ τε καὶ μόνῳ προσδιαλέγεσθαι γλώσσῃ. Σευηριανοῦ. Ἐὰν γὰρ μὴ διερμηνεύει, μόνον δὲ λαλεῖ γλώσσῃ, καὶ τὴν δύναμιν μὴ σαφηνίζῃ, ὡς οὐκ ἔχων τοῦτο τὸ τῆς διερμηνείας χάρισμα, μυστήρια μὲν λαλεῖ, τὸ γὰρ Πνεῦμα χωρηγοῦν τὰς γλώσσας δηλονότι, καὶ μυστήρια φθέγγεται διὰ τῶν γλωσσῶν, οὐκ οἰκοδομεῖ δὲ τὴν Ἐκκλησίαν οὐκ ἐπισταμένην ἃ λέγει· ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ, ἐπιστάμενος ὅτι ἃ μὴ ἤδη ἐφθέγγετο ἐνόει, Πνεύματος Ἁγίου ἦν χάρις ἐν αὐτῷ, καὶ ὠκοδομεῖτο. Φωτίου. “Ζηλοῦτε δὲ τὰ πνευματικά.” ἀντὶ τοῦ μὴ δὲ ἐκείνων ἀμελεῖτε· μείζων μὲν γὰρ ἡ ἀγάπη καὶ ταύτην διώκειν· οὐ δεῖ δὲ οὐδὲ τῶν ἄλλων ἀμελεῖν χαρισμάτων, καὶ μάλιστα τοῦ περὶ τῶν προφητείαν χαρίσματος. Ὁ λαλῶν γλώσση, ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων, ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβη. Θεοδωρίτου. Ὁρῶντες καὶ τὴν τῶν λογισμῶν ἀποκάλυψιν καὶ τὴν τῶν κρύβδην γινομένων φανέρωσιν, πλείστην ὄνησιν εἰσεδέχοντο. καὶ ἵνα μή τις αὐτὸν ὑποτοπήσῃ φθόνῳ βαλλόμενον ταῦτα λέγειν, ἀναγκαίως ἐπήγαγεν, “θέλω δὲ ἵνα προφητεύητε· μείζων “γὰρ ὁ προφητεύων· ἢ ὁ λαλῶν γλώσσῃ, ἐκτὸς εἰ μὴ διερμηνεύει· “ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.” σαφῶς ἔδειξεν διατὶ τὸ μᾶλλον τέθεικεν· οὐ γὰρ σμικρύνω, φησὶ, τὸ χάρισμα, ἀλλὰ τὴν χρείαν αὐτοῦ ζητῶ· μὴ παρόντος γὰρ ἑρμηνέως, ἀμείνων ἡ προφητεία. πλέον γὰρ ἔχει τὸ κέρδος. Σευηριανοῦ. Ὠσπερ ὁ γλώσσαις λαλῶν καὶ διερμηνεύει, ἔλαττόν ἐστι τοῦ προφήτου. Κυτίλλου. Ἐπειδὴ παράδοξον ἦν καὶ θεόσδοτον ἀληθῶς τὸ δύνασθαι γλώσσαις ταῖς ἑτέρων λαλεῖν, ἄνδρας ὄντας Ἑβραίους, ἵνα μή τις οἴηται τὸν Ἀπόστολον καθορίζειν ἀβούλως τοῦ γεγονότος τὸ εἰκαῖον εἶναι λέγειν, τὸ διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δεδωρημένον ἀποδέχεται καὶ φησὶ, “θέλω δὲ πάντας λαλεῖν “γλώσσαις.” ἀποκείρει δὲ παραχρῆμα σαφῶς τὴν ἔν γε τούτῳ σπουδὴν, καὶ μεθίστησι πρὸς τὸ ἄμεινον, ἐπενεγκὼν εὐθὺς, “μᾶλλον “δὲ ἵνα προφητεύητε·” μείζονά τε τὸν προφητεύοντα τοῦ γλώσσῃ λαλοῦντος ἐναργέστατα λέγων· καταδείκνυσι δὲ οὐδὲ παντελῶς ἀνόνητον ἐκεῖνο τοῖς ἔχουσι καὶ τοῖς ἀκροωμένοις, ἐπιφέρων, “ἐκτὸς “εἰ μὴ διερμηνεύῃ.” τοῦτ’ ἐστιν, εἰ μὴ ἔχοι τινὰ τὸν ἀεὶ προσεδρεύοντα καὶ τοῖς μυσταγωγουμένοις διερμηνεύοντα. Ἰωάννου. Περὶ τῶν εἰδότων μὲν αὐτῶν ὃ λαλοῦσιν, οὐκ εἰδότων δὲ ἑτέροις ἑρμηνεῦσαι, διαλέγεται· “ὁ δὲ προφητεύων,” φησὶν, “Ἐκκλησίαν οἰκοδομεῖ·” ὅσον οὖν τὸ μέσον τοῦ ἕνα ὠφελεῖσθαι καὶ τοῦ Ἐκκλησίαν, τοσοῦτον τὸ μέσον γλωσσῶν καὶ προφητείας. εἶτα ἐπειδὴ πολλοὶ παρ’ αὐτοῖς γλώσσαις ἐλάλουν· ἵνα μὴ νομισθῇ κατὰ φθόνον ἀποσμικρύνειν τὰς γλώσσας, φησί· “θέλω “πάντας γλώσσαις λαλεῖν,” οὐχ ἕνα ἣ δύο. μᾶλλον ὑμᾶς προφητεύειν βούλομαι· ἐπειδὴ μείζων ὁ προφητεύων, διὰ τὸ πλείονας ὠφελεῖν. ἐπειδὴ δὲ ἀπεφήνατο μείζονα τὸν προφήτην, ἐπάγει, “ἐκτὸς εἰ μὴ διερμηνεύῃ.” τοῦτ’ ἐστιν μείζων ὁ προφήτης, ἐκτὸς ἐκείνου τοῦ καὶ γλώσσαις λαλοῦντος καὶ διερμηνεύοντος ἃ λέγει. ὀ γὰρ τοιοῦτος ίσος ἐστι τῷ προφήτῃ ὁμοίως γὰρ τὸ κοινὸν τῆς Εκκλησίας ὠφελεῖ. Νυνὶ δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἣ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Θεοδωρίτου. πάλιν τὸ ἑαυτοῦ ὑπέθηκεν πρόσωπον· τοὺς κατηγορουμένους ταύτῃ παραμυθούμενος· ἐγὼ γὰρ, φησὶ, πρὸς ὑμᾶς ἀφικνούμενος, καὶ τῇ διαφορᾷ τῶν γλωττῶν κεχρημένος, ποῖον ἃν ὑμῖν προσκομίσαιμι κέρδος· εἰ μή ποτε ἄρα διδασκαλίᾳ χρησαίμην, ἀποκαλύπτων ὑμῖν τὰ κεκρυμμένα μυστήρια, καὶ ποδηγῶν πρὸς τὰ θεῖα, καὶ παραινῶν τὰ προσήκοντα; τίθησι δὲ καὶ εἰκόνα τῷ προκειμένῳ λόγῳ κατ’ ἄλληλον· “ὅμως τὰ ἄψυχα “φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς “φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἣ τὸ κιθα- “ριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρα- “σκευάσεται εἰς πόλεμον;” ἴστε δὲ καὶ ὑμεῖς ὡς καὶ αὐλὸς καὶ κιθάρα ῥυθμοῦ τινος δεῖται καὶ τέχνης· τοῦτον γὰρ ἀπολαβόντα, καίτοι ἄψυχα ὄντα ἐναρμόνιόν τινα ἐκπέμπει ἠχήν. εἰ δὲ παρὰ ταύτα τις χρήσαιτο τούτοις, ἄσημον τὸ ἀποτελούμενον. οὐτῶ καὶ σάλπιγξ, εἰ μὴ τὸ πολεμικὸν ἠχήσοι, οὐχ ὁπλίζει τοὺς στρα- τιώτας. Ἰωάννου. Ἐπὶ τοῦ οἰκείου προσώπου δεῖξαι θέλων τὸ τῶν γλωσσῶν ὑποδεὲς, καὶ φησὶν, ὑποθώμεθα ἐμὲ ἑαυτὸν ἑαυτὸν τὸν γλώσσαις λαλοῦντα· ἀλλ’ οὐδὲν ὑμᾶς ἐκ τούτου ὠφελήσω· ἐὰν γὰρ, φησὶν, μὴ λαλήσω ὑμῖν ἐν ἀποκαλύψει, τοῦτ’ ἐστιν εὐσυλληπτά τινα καὶ νοούμενα· ἣ ἐν γνώσει, τοῦτ᾿ ἔστιν, ἵνα γινώσκηται ἃ λαλῶ. ἣ ἐν προφητείᾳ, ταύτην γὰρ ἐνόουν κατὰ τὴν κοινὴν ὁμιλίαν λαλουμένην. ἣ ἐν διδαχῇ, καὶ γὰρ καὶ ἐδίδασκον σπουδάζειν νοεῖν τοὺς διδασκομένους τὰ λεγόμενα. οὐκ ἔσομαι φησὶν, ὑμῖν ἐπωφελής· καὶ τί, φησὶ, λέγω, ὅτι ἐφ’ ἡμῶν τὸ μὲν νοούμενον ὠφέλιμον, ἀκερδὲς δὲ τὸ μὴ νοούμενον. καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τοῦτό τις εὕροι· καὶ χρὴ καὶ ἐπὶ κιθάρας καὶ αὐλοῦ μὴ συγχεῖσθαι τὰ λεγόμενα· ἐπεὶ οὐκ ἃν ποτέ τινα ψυχαγωγήσοι. εἰ οὖν ἐπὶ τῶν μικρῶν μέγα ἡ σαφήνεια, πόσῳ μᾶλλον ἐπὶ τῶν πνευματικῶν; ἐκ τῶν παραδειγμάτων δείκνυσι τίς ἡ δυνάμις καὶ ἡ ὠφέλεια τῆς σαφηνείας, καὶ φησὶν οὐ μόνον αὐλὸς καὶ κιθάρα ἀλλὰ καὶ σάλπιγξ ἄδηλον εἰ δῷ φωνὴν, οὐδεὶς ἔσται ὁ εἰς πόλεμον παρασκευαζόμενος, ἀγνοουμένου τοῦ σαλπι- σθέντος. Φωτίου. Νυνὶ δὲ ἀδελφοὶ, νυνὶ δὲ, φησὶ, βούλομαι ἐπὶ τοῦ ἐμοῦ προσώπου, διὰ τὸ μὴ γενέσθαι ὑμῖν φορτικὸν, ταῦτα μετασχηματίσαι, καὶ δεῖξαι ὅσον λείπει εἰς τελείωσιν τὸ γλώσσαις μόνον λαλεῖν. “ἐὰν γὰρ,” φησὶν, “ἔλθω πρὸς ὑμᾶς γλώσσαις “λαλῶν” καὶ ἑξῆς. πρότερον δὲ ἐπὶ οἰκείου σχηματίσας, λοιπὸν προιὼν καὶ ἐπὶ αὐτῶν ἐκείνων ταῦτα γυμνάζει. ἀλλὰ κἀκεῖ ἔνθα τραχύτερόν τι μέλλει λέγειν εἰς ἑαυτὸν τοῦτο ἀναδέχεται, ὡς τὸ “ἔσομαι ἔσομαι τῷ λαλοῦντι βάρβαρος,” καὶ ἔτι ὅμοιον· “ἐὰν ἔλθω πρὸς “ὑμᾶς γλώσσαις λαλῶν,” τὰ εἴδη λέγει τῶν ἐν λόγῳ χαρισμάτων. ταῦτα δέ ἐστι γλώσσας ἑρμηνεύειν, καὶ τὰ λαλούμενα παρ’ αὐτῶν ἀποκαλύπτειν· ἣ συνάμφω, καὶ γλώσσαις λαλεῖν καὶ ἀποκαλύπτειν· ὃ καὶ γνῶσιν καλεῖ, ὅτι καὶ λαλεῖ καὶ ἑρμηνεύει ὡς εἰδὼς ὃ λέγει ἢ προφητεύειν τοῦτο δὲ δῆλον τι ἐστιν· ἣ διδάσκειν· ἕτερον γὰρ τοῦτο χάρισμα παρὰ τὰ εἰρημένα. φησὶν οὑν, ἐὰν ἔλθω, ἔχων μὲν τὸ χάρισμα τοῦ γλώσσαις λαλεῖν· μὴ ἔχων δέ τι ἄλλο χάρισμα τῶν εἰρημένων τεσσάρων, τί ἔσται ὑμῖν ὄφελος; Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον· ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος· καὶ ὁ λαλῶν, ἐν ἐμοὶ βάρβαρος. Θεοδωρίτου. Ὅπέρ ἐστιν ὁ ἐναρμόνιος ῥυθμὸς ἐπὶ τῆς κιθάρας καὶ ἐπὶ τῆς σάλπιγγος ἡ πολεμικὴ σημασία, τοῦτο ἐπὶ τῶν γλωττῶν ἡ ἑρμηνεία. τῶν γὰρ παρόντων οὐ συνιέντων, εἰς ἀέρα μάτην διαχεῖται τὰ ῥήματα. Ἰωάλλου. αῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν, τοῦτ’ ἔστι τοσαῦται γλῶσσαι· τοσαῦται φωναὶ Ῥωμαίων, Σκυθῶν, καὶ τῶν ἄλλων ἁπάντων. Κυτίλλου. Ἄφωνον λέγει παντελῶς οὐδὲν τῶν τελούντων ἐν λογικοῖς, ἤγουν ἐν ἀνθρώποις, ἀλλὰ τῆς ἑκάστου φωνῆς τὴν δύναμιν. εἰ μή τις εἰδῇ τυχὸν, μήτε μὴν ἐκεῖνοι τῆς αὐτοῦ γλώσσης, εἰ ἀνεπιστήμονες, ἀλλήλοις ἔσονται βάρβαροι· καίτοι λαλοῦντες ὀρθῶς, κάταγε τὴν ἰδίαν ἑκάστου φωνήν. δεῖ δὴ οὖν ἄρα τοὺς διδάσκειν ἑτέρους ἐθέλοντας τὸν συνήθη τοῖς ἀκροωμένοις ἐρεύγεσθαι λόγον. Ἰωάννου. Εἶτα ἵνα μὴ λέγωσι, καὶ τι πρὸς ἡμᾶς ταῦτα τὰ παραδείγματα; ἐπάγει, οὕτω καὶ ὑμεῖς, εἰ μὴ σαφῆ, φησὶ, καὶ νοούμενα λαλήσετε λόγον, ἔσεσθε εἰς ἀέρα λαλοῦντες· τοῦτ’ ἐστιν εἰκῆ καὶ μάτην καὶ ἀνωφελές. Ἀντίθεσισ. Καὶ εἰ ἀνωφελές ἐστι τὸ τῶν γλωσσῶν, διατὶ ἓν χάρισμα τοσαύτας ἔλαβον, ἵνα ὁ ἔχων καὶ λαλῶν ὠφελῆται μόνος ; εἰ δὲ μέλλοι καὶ ἑτέροις ε-ι’ναι χρήσιμος, ἑρμηνείας ἣν ἐλάμβανον οἱ μᾶλλον κεκαθαρμένοι· κατὰ τὴν ἀναλογίαν γὰρ τῆς καθάρσεως καὶ τῆς πίστεως, καὶ τὰ χαρίσματα. Τοῦ Αὐτοῦ. “Tοσαῦτα,” τοῦτ’ ἐστι πολλά· πολλά φησιν, καθὼς ἔτυχεν ὄντα γένη φωνῶν ἐστιν ἐμψύχων τε καὶ ἀψύχων· ἀλλ’ οὐδὲ ἐξ ἑνὸς τούτων, φησὶν, ὠφεληθείη τις, εἰ μὴ εἰδείη τὴν δύναμιν τῆς φωνῆς. τοιγαροῦν οὐδὲ ἐκ τῶν ὑμετέρων γλωσσῶν ὠφέλειά τις εἰς ἄλλους διαβήσεται, εἰ μὴ εἰδείη τὴν δύναμιν τοῦ λαλουμένου. ἔσται δὲ τοῦτο, εἰ διερμηνεύεις λαλῶν· διερμηνεύσει δὲ εἰ πλεῖον ἄληπτον βίον καὶ πίστιν πεπυρωμένην κτήσεται· εἰσὶ μὲν οὖν μυρίαι φωναὶ ἐν τῷ κόσμῳ· ἐὰν οὖν μὴ ἴδω καὶ ολ̓ͅ τί λαλεῖς, ἐσόμεθα ἀλλήλοις βάρβαροι· οὐ παρὰ τὴν τῆς φωνῆς κακίαν, ἀλλὰ παρὰ τὴν ἡμῶν ἄγνοιαν. Φωτίου. To “τοσαῦτα γένη φωνῶν” καὶ ἑξῆς, διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι πολλά ἐστι γένη φωνῶν καὶ τούτων τῶν γενῶν οὐδέν ἐστι ἄφωνον. ἵνα ᾖ ἐκ παραλλήλου τὸ τοσαῦτα γένη φωνῶν καὶ τὸ οὐδὲν αὐτῶν ἄφωνον· ἢ πολλά ἐστι γένη φωνῶν· ἀλλ’ οὐδε- μία τοῖς ὁμογενέσιν αὐτῶν ἄσημος καὶ ἀνεπίγνωστος. τὸ γὰρ ἄφωνον, τὰ δύο ἐστὶ σημαῖνον εὑρεῖν· καὶ τὸ παντελῶς ἄφωνον, καὶ τὸ ἄσημον μόνον καὶ ἀδιάγνωστον. εἰ μὲν οὖν, ὡς προείρηται, ἐκληψόμεθα, εἴη ἂν τοιοῦτος ὁ ἀποστολικὸς νοῦς· πολλά ἐστι μὲν γένη φωνῶν, καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον. ἀλλά τι κερδαίνομεν ἡμεῖς ἐκ τῶν φωνῶν ἐκείνων μηδὲν αὐτοὶ συνιέντες ; ἐὰν μὲν γὰρ μὴ ἴδω τί σημαίνει ἡ φωνὴ, ἔσομαι ἐγώ τε ἐκείνῳ καὶ ἐκεῖνος ἐμοὶ βάρβαρος· εἰ δὲ ὡς ὕστερον εὑρέθη ἐκληψόμεθα, τότε ἄφωνον ἀντὶ τοῦ ἀσήμου ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος. πολλὰ γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν τούτων ἐστὶ τοῖς ὁμογενέσιν ἄσημον καὶ ἀνεπίγνωστον. πῶς οὖν ὑμεῖς εἰς ἀέρα λαλοῦντες καὶ ἄσημα τοῖς ὁμογενέσι φθεγγόμενοι, ὡς μέγα τι κατωρθωκότες ἐπαίρεσθε· ἀλλ’ οὐχὶ σπουδάζετε μᾶλλον καὶ ἐπι- μελεῖσθε, ἵνα καὶ τὸ διερμηνεῦον τὰς γλώσσας προσλαβόντες, εἰς κοινὴν ὠφέλειαν χρήσεσθε τῷ χαρίσματι; ὁ γὰρ δὴ μόνον γλώσσαις λαλῶν, ἀσήμου καὶ ἀνεπιγνώστου τῆς φωνῆς ὑπαρχούσης τῷ ἀκροατῇ, ἀντὶ τοῦ ὠφελεῖν ἔσεται αὐτῷ βάρβαρος· καὶ ὁ ἀκροατὴς ὁμοίως τῷ λαλοῦντι βάρβαρος λογισθήσεται· καὶ τι τὸ ἐνταῦθα κέρδος; Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Θεοδωρίτου. Τὸν δεδωκότα σοι τῶν γλωττῶν τὸ χάρισμα, προσθεῖναι καὶ τὸ τῆς ἑρμηνείας ἵνα προσφέρῃς τῇ ἐκκλησίᾳ τὴν ὠφέλειαν· “ἐὰν γὰρ προσεύχωμαι γλώττῃ, τὸ πνεῦμά μου προσ- “εὔχεται· ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν·” καρπὸς τοῦ λέγοντος ἡ ὠφέλεια τῶν ἀκουόντων· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους εἴρηκεν· “ἵνα τίνα καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς “ἔθνεσιν.” ἑτέρᾳ τοίνυν γλώττῃ διαλεγόμενος, καὶ τοῖς παροῦσι μὴ προσφέρων τὴν ἑρμηνείαν, οὐδένα ἔχω καρπὸν, ὄνησιν ἐκείνων μὴ δεχομένων. Κυτίλλου. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν· τοῦτ’ ἐστι τὸ δύνασθαι γλώσσαις λαλεῖν· ἐὰν οὖν φησὶν, τὰς ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τοῦτ’ ἐστιν ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ Πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν· οὐκ ἐναβρύνεσθαι γλώσσῃ, καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ονησιν. Ἰωάλλου. Οὕτως πῶς ὥσπερ οἱ λαλοῦντες καὶ μὴ νοούμενοι, καὶ διὰ τοῦτο ὄντες αὐτοῖς βάρβαροι· παυσάμενος γὰρ τῶν παραδειγμάτων γυμνότερον αὐτοῖς παραινεῖ· ἐπειδὴ ὅλως ζηλοῦτε καὶ οἱον προθεῖτε χαρίσματα, τοῦτο γὰρ τὰ πνεύματα, τοιαῦτα ἐπιθυμεῖτε, τὰ δυνάμενα τὴν ἐκκλησίαν οἰκοδομῆσαι· οὐκ εἶπεν δὲ ἵνα κτήσεσθε τὰ χαρίσματα, ἀλλ’ “ἵνα περισσεύητε·” τοῦτ’ ἐστιν ἵνα μετὰ πολλῆς αὐτὰ σχοίητε δαψιλείας. εἶτα καὶ λέγει τρόπον πῶς ἂν σχοίησαν χαρίσματα, τὴν Ἐκκλησίαν ὠφελοῦντα· “ὁ γὰρ “λαλῶν,” φησὶ, “γλώσσαις” προσευχέσθω· ἵνα καὶ τὸ διερμηνεύειν λάβῃ·” ἄρα οὖν αὐτοὶ αἴτιοι τοῦ μὴ τὸ μεῖζον λαβεῖν, οὐκ αἰτοῦντες τὸ μεῖζον· ἐὰν γάρ, φησι, λαλῶ γλώσσῃ, οὐ μὴν καὶ διερμηνεύω, τὸ μὲν πνεῦμά μου, οἷον ἡ ψυχὴ αὐτὴ καθ’ ἑαυτὴν ὠφελεῖται, ἄκαρπος δέ μου ὁ νοῦς εὑρεθήσεται, τὸ μὴ καὶ ἄλλους ὠφελεῖν· νοῦ γὰρ καρπὸς τὸ διὰ ποικίλων καὶ παντοδαπῶν νοημάτων ὠφέλειαν τοῖς πλησίον ἐπινοεῖν. Φωτίου. Ὅυτως καὶ ὑμεῖς ἀντὶ τοῦ διὰ τοῦτο καὶ ὑμεῖς. διὰ ποῖον; ἵνα μὴ ἦτε ἀλλήλοις βάρβαροι. διὰ τοῦτο οὖν καὶ ὑμεῖς, ἐπεὶ ἐπιθυμίαν ἔχετε χαρισμάτων, ἐκείνων τυχεῖν ἀγωνίσασθε, δι’ ὥν ὑμῖν ἡ ὠφέλεια τῆς Ἐκκλησίας καὶ ἡ οἰκοδομὴ κατορθωθήσεται· αὐτοὶ δὲ “ἵνα περισσεύητε” φησὶ, τοῦτ’ ἔστιν, ἵνα πλέον ἢ νῦν ἔχητε, γλώσσαις νῦν μόνον λαλοῦντες καὶ οὐχ έρμηνεύοντες. ἢ ἵνα περισσεύητε μᾶλλον ἀντὶ τοῦ γλώσσαις λαλεῖν· τὰ γὰρ ἄλλα χαρίσματα περισσεύει τῶν γλωσσῶν, ὡς πλείονα ὠφέλειαν παρεχόμενα· “ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ· τὸ “πνεῦμά μου προσεύχεται·” τὸ προσεύχομαι καὶ προσεύξομαι ἀντὶ τοῦ λαλεῖν τι ταῖς γλώσσαις καλὸν καὶ σπουδαῖον εἴληφεν· καὶ γὰρ καὶ ἡ προσευχὴ εἶδος τί ἐστι τοῦ λόγου· φησὶν οὖν ὅτι ἐάν τι λαλῶ τῶν ἀναγκαίων καὶ καλῶν, μὴ διερμηνεύω δὲ αὐτὸ καὶ τοῖς ἀκροαταῖς, ἐμαυτὸν μὲν ὠφελῶ, τοῦτο γάρ ἐστι “τὸ “πνεῦμά μου προσεύχεται,” τοῦτ’ ἐστιν ἐγὼ μόνος ἀπολαύω τοῦ ἀναγκαίου ἐκείνου καὶ τοῦ καλοῦ. ἄλλος δὲ οὐκ ὠφελεῖται· ἵνα ἐκέρδησέ μου ἐντεῦθεν ὁ νοῦς καὶ τὸν καρπὸν τῆς ἐκείνων ὠφελείας· τὸν νοῦν δὲ ἐστερῆσθαι τοῦ τοιούτου καρποῦ· καὶ πάλιν ἀπολαύειν ὑποτίθεται, ὅτι ἐκεῖνος μᾶλλον τῶν ἐν ἡμῖν δυνάμεων ἐραστής ἐστιν τῆς τοῦ πλησίον ὠφελείας· ἅτε μήτε ὡς τὸ θυμικὸν, μήτε ὡς τὸ ἐπιθυμητικὸν ῥαδίως οὕτω πυνθανόμενος, καὶ τῆς ἰδίας καὶ κατὰ φύσιν ἀρετῆς εὐχερῶς μεθιστάμενος· καὶ ἐκεῖνός ἐστι μᾶλλον ὁ καὶ ἄκαρπος ὅτε ἐστὶ συναισθανόμενος· καὶ πάλιν ἐπειδὰν ἐπιτύχῃ τοῦ καρποῦ ἐνευφραινόμενος. Εἰτα φησὶ, “τί οὖν ἔστι;” οἷον τί δεῖ γενέσθαι· πῶς ἔσται ἡμῖν μὴ ἀκάρποις εἶναι; πῶς; ἐπιμεληθεὶς, δι’ ἀρετῆς ὥστε γλώσσαις λαλοῦντα καὶ τῷ πνεύματι λαλεῖν καὶ τῷ νοΐ. τοῦτ’ ἐστιν καὶ ἕνεκα τῆς ἰδίας ὠφελείας λαλεῖν, καὶ ἕνεκα τοῦ ἀπολαύειν τὸν ν· οῦν τοῦ καταλλήλου καρποῦ. τοῦτο δέ ἐστιν ἡ τῶν πλησίων ὠφέλεια· ἔσται δὲ τοῦτο, ἐὰν ταῖς γλώσσαις λαλοῦντες λάβωμεν χάρισμα, καὶ ἵνα διερμηνεύωμεν· ἐπειδὴ δὲ ἐπὶ τοῦ λαλεῖν τι τῶν καλῶν καὶ σπουδαίων τὸ τῆς προσευχῆς ὄνομα λαβὼν ἐπέμεινεν χρώμενος αὐτῷ, ἵνα μὴ νομίσῃς ὅτι προηγουμενως περὶ προσευχῆς ἐστιν ὁ λόγος, ἀλλ’ οὔχι περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου λόγου γλώσσαις λαλουμένου, μετέπεισεν εἰς τὸ ψάλλειν· ὡσανεὶ λέγων, ὅτι εἶτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ ἄλλου τινὸς τῶν ἀναγκαίων καὶ καλῶν, ἐπὶ πάντων ὁμοίως δεῖ καὶ ἑαυτὸν ὠφελεῖν καὶ τοὺς πλησίον. εἶτα φέρει καὶ παράδειγμα, δεικνὺς ὅτι κατὰ πολλὰ ἐλλείπει καὶ ὑστερεῖ τὸ γλώσσαις μόνον λαλεῖν ἄνευγε τοῦ διερμηνεύειν. ἐὰν γάρ, φησι, τῷ πνεύματι εὐλογήσῃς, τοῦτ’ ἐστιν σὺ μόνος συνίεις καὶ σαυτὸν οἷς εὐλογεῖς ὠφελῶν, ὁ δὲ ἀκροατὴς οὐ συνίησιν ἃ λέγεις, τι ἀποκριθήσεται πρὸς σέ; πῶς ἐρεῖ τὸ ἀμὴν, ἃν τοῦτο ᾖ χρεία τυχὸν αὐτὸν ἀποκρίνασθαι, μηδὲν ὅλως εἰδὼς ὧν λέγεις σύ. σὺ μὲν γὰρ καλῶς καὶ ἐπὶ σαυτοῦ συμφέροντι εὐλογεῖς ἣ εὐχαριστεῖς εἰ τύχοι, ἣ ἄλλο τι τῶν δεόντων ποιεῖς. καθόλου γὰρ τὸν λόγον βούλεται ἐξακούεσθαι, καὶ οὐκ ἔπι τινος εἴδους ὡρισμένου. διὸ πότε μὲν τὸ ψάλλειν, ἄλλοτε δὲ τὸ εὐλογεῖν καὶ μεταυτὸ καὶ ἃν ταυτοῦ τίθησιν τὸ εὐχαριστεῖν, δεικνὺς ὅτι καθόλου περὶ παντὸς ἀναγκαίου καὶ ἐπιτηδείου γλώσσαις λαλουμένου ἔστιν αὐτῷ ἡ παραίνεσις καὶ ἡ σπουδή. ἀλλ’ ὅπερ ἔλεγον, σὺ μέν, φησιν, ἐπὶ τῷ σεαυτοῦ συμφέροντι γλώσσαις λαλῶν, εὐλογεῖς ἣ εὐχαριστεῖς ἣ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. Τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοί. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῆ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. Κυτίλλου. Δεῖ φησὶν, εἴπερ ἑλοίμην εὐδοκιμεῖν καὶ γλώσσῃ τυχὸν κεχρῆσθαι τῇ διὰ τοῦ πνεύματος καὶ μὴ πειρᾶσθαι σπουδαίως ἄκαρπον ἔχειν τὸν νοῦν, συναγείρειν δὲ ὥσπερ ἐν ἐμαυτῷ τὸν νοῦν· καὶ εἰ ψάλλοιμι τυχὸν ἐν γλώσσῃ, ψάλλειν οὐδὲν ἧττον καὶ τῶ νοί· τοῦτ’ ἐστιν συνιέναι λεπτῶς τῆς ψαλμῳδίας τὴν δύναμιν, καὶ τῆς προφητείας τοὺς λόγους μὴ ἀζητήτους ἐᾶν· οὐκ οὖν ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν ἐν ἐκκλησίᾳ τὰ ἐκ τῶν ἱερῶν γραμμάτων, ἢ γλώσσαις ἁπλῶς κατακεχρῆσθαι φιλεῖν. Σευηριανοῦ. Ἐὰν, φησὶ, λαλήσω γλώσσῃ τινὶ ἣν οὐκ μηδὲ εἰδὼς αὐτῆς τὴν δύναμιν, πέπεισμαι μὲν ὅτι νοῦν ἄκαρπον ἔχω, οὐκ ἔχοντα τῶν εἰρημένων τὴν δύναμιν. Ἰωάννου. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χαρίσματα εὐχῆς ἔχοντες μετὰ τῆς γλώσσης πολλοί· καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο τῇ Περσῶν ἣ τῇ Ῥωμαίων φωνῇ εὐχομένη· ὁ νοῦς δὲ οὐκ ἤδει τὸ λεγόμενον διὸ καὶ ἔλεγεν “εὰν προσεύ- “χωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται·” τοῦτ’ ἔστι τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶσσαν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν τί ποτ’ οὐν τὸ ἄριστον καὶ ὠφέλιμον, ἵνα καὶ ἡ γλῶσσα φθέγγηται καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Θεοδωρίτου. Προσήκει τὸν ἑτέρᾳ γλώττῃ διαλεγόμενον, εἴτε ἐπὶ ψαλμῳδίας, εἴτε ἐπὶ προσευχῆς, εἴτε ἐπὶ διδασκαλίας, ἣ αὐτὸν ἑρμηνεύειν ὠφέλειαν τῶν ἀκουόντων· ἣ ἕτερον τοῦτο ποιεῖν δυνάμενον συνεργὸν τῆς διδασκαλίας λαμβάνειν· “ἐπεὶ ἐὰν εὐλο- “γήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς “ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ. ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;” ἰδιώτην καλεῖ τὸν ἐν τῷ λαικῷ τάγματι τεταγμένον. Κυτίλλου. Ὅτ᾿ ἃν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇ, ὁ γε μὴν ἐν τάξει τῇ τοῦ λαικοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνήν· πῶς προσυπακούσεται τὸ ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις, ἤτοι προσευχαῖς; ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν τοῖς τῶν λαῶν ἀναπληρῶτο μέτροις, καὶ οἷον τοὺς μικροὺς μετὰ τῶν μεγάλων ὡς ἑνότητι πνεύματος παραδέχοιτο Θεός. Θεοδωρίτου. Οἰδα, φησὶν, ὅτι ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος ἀνυμνεῖς τὸν Θεόν· ἀλλ’ οὐ συνίησι τῶν λεγομένων ὁ τὴν γλῶτταν οὐκ ἐπιστάμενος. Εὐχαριστῶ τῷ Θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν· ἀλλ’ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἣ μυρίους λόγους ἐν γλώσσῃ. ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Ἰωάννου. Ἵνα μὴ δείξῃ διὰ τοῦτο εὐτελίζειν καὶ ὑποτιθέναι τὸ τῶν γλωσσῶν χάρισμα, ὡς αὐτὸς μὴ κεκτημένος αὐτῷ, φησὶν, πάντων πλέον γλώσσαις λαλῶ· τοῦτ’ ἔστιν ἵνα οἶδα αὐτὸ ἑομηνεύειν καὶ τοῖς ἀκούουσι σαφηνίζειν, ὅπως ὠφελῶνται· ἣ μυρίους λόγους ἐν γλώσσῃ, τοῦτ’ ἔστιν ἴνα μὴ ἰσχύω αὐτὸ ἑρμηνεύσαι. τότε γὰρ εἰς ἐμὲ μόνον ἡ ὠφέλεια περιστήσεται. Θεοδωρίτου. Πρῶτος ὑμῶν τοῦδε τοῦ χαρίσματος ἠξιώθην. δι’ ἐμοῦ καὶ ὑμεῖς τήνδε τὴν χάριν ἐδέξασθε. ἀλλ’ ὅμως ἐγὼ τῆς τῶν πολλῶν ὠφελείας κηδόμενος, τὴν σαφῆ διδασκαλίαν τῆς ἀσαφοῦς γλώσσης προτιμῶ· εἶτα κατ’ ἐπιτίμησιν, “ἀδελφοὶ, μὴ “παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ “φρεσὶ, τέλειοι γίνεσθε·” μὴ ἀντιστρέψητε τὴν τάξιν, μηδὲ τῶν παιδίων τὴν ἄνοιαν, ἀλλὰ τὴν κακίαν ζηλώσατε· τῶν δὲ τελείων μὴ τὴν πονηρίαν ἀλλὰ τὴν ἀγχίνοιαν. Ἰωάννου. Μετὰ τὸ δεῖξαι μείζονα τὴν προφητείαν, λοιπὸν πληκτικωτέρῳ χρῆται λόγῳ· “μὴ παιδία γίνεσθε,” φησὶν, νηπίων γάρ ἐστι τὸ τὰ μικρὰ θαυμάζειν· οἷον τὰς γλώσσας, τῶν δὲ μεγάλων καταφρονεῖν· τοῦτ’ ἐστι τῆς προφητείας. ὅταν πρόκειται ἀδικία τις ἣ ἁμαρτία, τότε νηπιάζετε· νηπιάζειν δέ ἐστι, τὸ μὴ εἰδέναι κακοποιεῖν ἣ ἁμαρτάνειν. ἡ δὲ τῶν φρενῶν τελειότης, καὶ κακίαν φεύγει, καὶ ἀρετὴν διώκει, καὶ τὰ μείζω καὶ ὠφελιμώτερα τῶν χαρισμάτων διακρίνειν ἐπίσταται. Φωτίου. “Διὰ τοῦ νοός μου λαλῆσαι,” τοῦτ’ ἐστι διὰ τῆς τοῦ νοὸς καρποφορίας, ἥτις ἐστὶν ἡ ὠφέλεια τῶν πολλῶν· διὰ τοῦ νοός μου δὲ ἕνεκα, φησὶ, τοῦ νόος μου, τοῦ μὴ εἶναι ἄκαρπον αὐτὸν, ἀλλὰ ἀπολαύειν καρποῦ τῆς ὠφελείας τῶν πολλῶν. Ἐν τῷ νόμῳ γεγ́ραπται,Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. ὥστε αἱ γλῶσ- ’σαι εἰς σημεῖον εἰσὶν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε ; ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Θεοδωρίτου. Προφητικὴ μέν ἐστιν ἡ φωνή· νόμος δὲ τὴν παλαιὰν γραφὴν προσηγόρευσεν· τεθεικὼς δὲ τὴν μαρτυρίαν, ἐπάγει τὴν ἑρμηνείαν· Σετηριανοῦ. Ἐπισημήνασθαι χρὴ ὅτι ἀπαιτούμενοι Ἰουδαῖοι ὅπου ὁ Θεὸς ἐν πολλαῖς αὐτοῖς ἐλάλησεν γλώσσαις, κἀκεῖνοι ἠπί- θῆσαν, οὐκ ἔχουσι δεῖξαι· ἡμεῖς δὲ δείκνυμεν ὅτι ὅτε ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ ἐμέρισεν γλώσσας, οἱ 1ουδαῖοι ἀπιθοῦντες ἔλεγον, γλεύκους μεμεστωμένοι εἰσίν· ὥστε αἱ γλῶσσαι εἰς ση- μεῖον εἰσὶν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. ὥστε οἰκοδο- μοῦσιν αἱ γλῶσσαι, ὅτ’ ἃν μάθῃ ὁ ἀκούων ὅτι ὁ λαλῶν λαλεῖ γλῶσσαν ἣν οὐκ ολ̓ͅν, οὐ μὴν οἰκοδομὴν λαμβάνει τῆς ὠφελείας τῆς πνευματικῆς διδαχῆς, διὰ τὸ μὴ νοεῖσθαι μὴ προχωρούσης· ἡ μὲν γὰρ προφητεία μελλόντων, τοῖς δὲ περὶ τούτων λεγομένοις ὁ τυχὼν οὐ πιστεύει, ἀλλ’ ὁ πιστός. ὁ δὲ ἄπιστος χρει-αν ἔχει τοῦ οὐκ εἰδότος τὴν γλῶσσαν, ᾗ κέχρηται, καὶ δεικνύντος ὅτι Θεοῦ Πνεῦμα ἐν αὐτῷ· ὥστε θαῦμα ἦν ἡ γλῶττα· ἡ δὲ προφη- τεία ἀπὸ τῆς ἐκβάσεως θαῦμα, οὐκ ἐν τῷ λέγεσθαι. διχῶς δὲ λέγεται ἀπιστία ἐν τῇ θείᾳ γραφῇ· καὶ ἡ ἀληθῶς ἀπιστία, ἡ τῶν Ἑλλήνων· καὶ ἡ ὀλιγοπιστία, ἡ τῶν εὐσεβῶν. Ἰωάννου. Πόλλην ἐνταῦθα ἐκ τῶν εἰρημένων ἐπαπόρησιν ἴδοι τις ἄν· εἰ γὰρ τοῖς ἀπίστοις σημεῖον εἰσὶν αἱ γλώσσαι, πῶς λέγει ἐφεξῆς, ὅτι ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν ὅτι μαίνεσθε; καὶ εἰ ἡ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν· πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; ἐὰν γὰρ εἰσέλθῃ φησὶν “ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων προφητευόντων ὑμῶν, καὶ ἀνακρίνεται. οὐκ αὐτὴ δὲ μόνον, ἀλλὰ καὶ μετ’ αὐτὴν δευτέρα ζήτησις ἐντεῦθεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν μείζων τῆς προφητείας· εἰ γὰρ αἱ γλῶσσαι εἰσὶν σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλοτρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς ἰδίους. Τί οὖν ἐστι τὸ εἰρημένον; πρῶτον ἐκεῖνο γίνωσκε ἀπίστους μὴ τοὺς αὐτοὺς πανταχοῦ λέγεσθαι· ἀλλὰ ποτὲ μὲν τοὺς ἀνίατα νοσοῦντας καὶ ἀδιορθώτους μένοντας· ποτὲ δὲ καὶ τοὺς μεταβάλλεσθαι δυναμένους· οἷοι ἦσαν ἐπὶ τῶν Ἀποστόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγαλεῖα· οἷοι ἐπὶ Κορνηλίου. ὃ τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι τὴν γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδανοῦσιν, ἀλλὰ καὶ καταγελάσουσιν ὡς μαινομένων τῶν φθεγγομένων. καὶ γὰρ εἰς σημεῖον αὐτοῖς ἐστι μόνον, τοῦτ’ ἐστιν εἰς τὸ ἐκπλήττεσθαι· τὸ γὰρ σημεῖον τῶν μέσων ἐστίν· ὡς ὅτ’ ἃν λέγῃ, “ποίησον μετ’ ἐμοῦ σημεῖον” καὶ προστίθησιν “εἰς ἀγαθόν·” καὶ ἵνα μάθῃς ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡς πάντως χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγεν τὸ ἐξ αὐτοῦ γινόμενον· ἐροῦσι γὰρ οἱ ἄπιστοι ὅτι μαίνεσθε· τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ σημείου φύσιν· ἀλλὰ παρὰ τὴν ἐκείνων ἄνοιαν· ὅσοι γὰρ νοῦν εἶχον καὶ ἐκέρδαινον· διὸ καὶ ἐδόθη τὸ σημεῖον. οὐδὲ γὰρ ἐπὶ τῶν Ἀποστόλων μόνοι οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε· ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ Θεοῦ διηγουμένους· ἡ δὲ προφητεία οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν χρήσιμος τοῖς ἀπίστοις· ἀλλ’ ὅτι οὐκ ἔστιν εἰς σημεῖον ὥσπερ ἡ γλῶττα ἁπλῶς· ἀλλ’ ὅτι καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτηδεία καὶ χρήσιμος. καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν εἰπὼν, “ἐλέγχεται ὑπὸ πάντων· “ἀνακρίνεται ὑπὸ πάντων· τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ “γίνεται· καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει, ἀπαγγέλλων “ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὥστε οὖν οὐ τούτῳ μόνῳ μεῖζον ἡ προφητ(??)α τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι· οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν ὅτε τὴν Σάπφειραν ἤλεγξεν ὁ Πέτρος, ὅπερ προφητείας ἦν· καὶ ὅτε γλώσσῃ ἐλάλει· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν· ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβεν δόξαν· οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησεν λέγων, “ἐπ’ ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς “ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον “τοῦτο·” εἶδες τῆς προφητείας τὴν ἰσχύν; πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλεν, καὶ εἰς πίστιν ἤγαγεν; ὅπερ δὲ ἔφθην εἰπὼν οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ’ ἐν τοῖς μὴ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισμα τῶν γλωσσῶν· ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦτον ἑρμηνεύοντα ἐπιζητεῖν. ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπίδειξιν αὐτὸ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι μάλιστα εἰς δόξαν παραβλάπτονται μανίας ὑπόληψιν κτώμενοι. Σευηριανοῦ. Ἄπιστον λέγει τὸν Ἕλληνα· ἰδιώτην δὲ τὸν βαπτισθέντα, τὸν ἀστράτευτον. τότε γὰρ οὐκ ἐλέγοντο κατηχούμενοι οἱ a ἀβάπτιστοι. Θεοδωρίτου. Ἐπισημήνασθαι δεῖ ὡς Θεὸν ἐνταῦθα σαφῶς τὸ Πανάγιον Πνεῦμα προσηγόρευσε· τοῦ γὰρ θείου Πνεύματος ἦν ἡ τῆς προφητείας ἐνέργεια· “πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ “τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·” ἀλλ’ ὅμως ἐνταῦθα τέθεικεν ὅτι “πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ “Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν,” Θεὸν εἰπὼν τὸ Πανάγιον Πνεῦμα. Τί οὖν ἐστιν, ἀδελφοὶ, ὅτ’ ἃν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τὶς λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος· καὶ εἷς διερμηνευέτω. ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Θεοδωρίτου. Διὰ τοῦ συνέρχεσθαι ἐνέδειξεν τὸ σῶμα· διὰ τοῦ ἕκαστος ὑμῶν τάδε ἔχει καὶ τάδε, τὴν τῶν μελῶν διαφοράν· εἰτα πάλιν τὴν τῷ κοινῷ παρ’ ἑκάστου προσφερομένην ὠφέλειαν “πάντα πρὸς οἰκοδομὴν γινέσθω· εἴτε γλώσσῃ τίς “λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς· καὶ ἀνὰ μέρος.” μὴ κοινῇ διαλέγεσθαι· τοῦτο γὰρ ἀταξίας καὶ συγχύσεως· μήτε μὴν πολλοί· ἀρκοῦσι γὰρ καὶ δύο· ἀλλ’ ὅμως μέχρι τριῶν ὁρείσθω τῶν οὕτω διαλεγομένων ὁ ἀριθμός· “καὶ εἷς διερμηνευέτω·” χρὴ γὰρ τοὺς παρόντας νοεῖν τὰ λεγόμενα· “ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, “σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ λαλείτω καὶ τῷ Θεῷ·” ἀτοπώτατον γὰρ κατὰ φιλοτιμίαν καὶ μὴ δι’ ὠφέλειαν τῷ θείῳ κεχρῆσθαι χαρίσματι· “προφῆται δὲ δύο ἣ τρεῖς λαλείτωσαν· καὶ οἱ ἄλλοι “διακρινέτωσαν·” σκοπεῖν καὶ διακρίνειν παρακελεύεται τοὺς ἠξιωμένους τοῦ χαρίσματος τῆς διακρίσεως τῶν πνευμάτων, εἰ κατ’ ἐνέργειαν τοῦ θείου Πνεύματος λέγεται. ὥσπερ γὰρ τοῖς προφήταις ψευδοπροφήτας ἀντέταξεν ὁ διάβολος· οὕτω τοῖς Ἀποστόλοις ψευδαποστόλους. Ἰωάννου. Τί οὖν, φησὶ, ποιητέον ὑμῖν; ἰδοὺ γὰρ ἀκηκόατε τὰς τῶν χάρισ’ μάτων διαφοράς· καὶ λοιπὸν ἐπάγει· “εἴτε ψαλμὸν “ἔχει·” ἀπὸ γὰρ χαρίσματος καὶ ψαλμὸν ἐποίουν· “εἴτε διδα- “χὴν ἔχει·” οἷον εἰ δύναται διδάξαι καὶ ὠφελῆσαι· “εἴτε προ- “φητείαν ἔχει·” τοῦτο γὰρ ἡ ἀποκάλυψις· “εἴτε γλῶσσαν ἔχει·” καλῶς δὲ καὶ τῶν γλωσσῶν ἐμνήσθη. ἐπειδὴ γὰρ αὐτὰς ἐν τοῖς προλαβοῦσι σφόδρα καθεῖλεν· νῦν καὶ αὐτῶν ἐμνήσθη· ἐπεὶ ἔδοξεν ἂν μήτε εἶδος χαρίσματος τὸ τῶν γλωσσῶν· “εἴτε ἑρμηνείαν “ἔχε” καὶ δύναται ταῖς γλώσσαις ἑρμηνεύειν· πρὸς ἓν τέλος πάντα ὁρᾷ τῷ τὸ οἰκοδομεῖν τὴν Ἐκκλησίαν. μὴ πολλοὶ, μὴ δὲ συγκεχυμένως, ἵνα μὴ ἀκαταστασία γίνηται, “ἀλλὰ δύο ἣ τρεῖς “τὸ πλεῖστον καὶ ἀνὰ μέρος·” τοῦτ’ ἐστιν εἷς ἀφ’ ἑνὸς τῷ αὐτῷ λαλείτω· οὐκ ἔστιν ἐπιτρέποντος, ἀλλ’ οὐδὲ κωλύοντος· ὡσεὶ ἔλε- γεν, εἰ μὴ ἔχῃ ἑρμηνείαν, σιγάτω· εἰ δὲ μὴ καρτερεῖ σιγᾶν, τοῦτο δὲ κατηγορίας ἐστὶν, ἑαυτῷ λαλείτω· τοῦτ’ ἔστιν ἀψοφητὶ καὶ ἠρέμα, ὡς Θεὸν μόνον ἀκούειν, οὐ μὴν ἀνθρώπους. ὅρα πῶς ἐν τῷ δοκεῖν ἐπιτρέπειν, ἀποτρέπει· ἦσαν ἐν τοῖς προφήταις καὶ μάντεις λανθάνοντες· διὸ φησὶ, “δύο ἢ τρεῖς, καὶ οἱ ἄλλοι δια- **κρινέτωσαν·” τοῦτ’ ἐστιν διακρινέτωσαν, μή που τις μάντις προφήτης εἶναι ὑποκρίνοιτο. διὰ τοῦτο δὲ δύο ἢ τρεῖς· ἵνα μὴ διὰ τὸ πλῆθος λάθωσιν οἱ μάντεις. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται· καὶ πνεύ- ματα προφητῶν προφήταις ὑποτάσσεται· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. Θεοδωρίτου. Ἐὰν ἄλλον, φησὶν, κινήσῃ ἡ χάρις τοῦ Πνεύμα- τος· παραχωρείτω ὁ τοῦ λέγειν ἀρξάμενος· “δύνασθε γὰρ καθ’ ἕνα “πάντες προφητεύειν· ἵνα πάντες μανθάνωσι καὶ πάντες παρα- *’καλῶνται·” μηδὲν ἀτάκτως μηδὲ συγκεχυμένως γινέσθω. καὶ γὰρ ο7όν τε πάντας ὑμᾶς τὴν προφητείαν τοῖς ἀθροιζομένοις προσ- φέρειν, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ὄνησιν πραγματεύεσθαι· αὕτη μέχρι τοῦ παρόντος ἡ τάξις ἐν ταῖς ἐκκλησίαις μεμένηκεν· καὶ τῶν διδασκάλων, οἱ μὲν ἐν ταύτῃ τῇ πανηγύρει, οἱ δὲ ἐν ἑτέρᾳ, τῷ λαῷ διαλέγονται. Ἰωάννου. Εἰ σοῦ, φησὶν, προφητεύοντος, ἄλλον ἐκίνησε τὸ Πνεῦμα τὸ Ἅγιον, σὺ σίγα· ἵνα μὴ τῶν δύο ἅμα προφητευόντων, σύγχυσις γένηται· διὰ τοῦτο γὰρ σοῦ, φησὶν, προφητεύοντος, ὁ ἄλλος ἐνεπνεύσθη, βουλομένου τοῦ Πνεύματος, καὶ δι’ ἐκείνου λεχθῆναι τι. ἐπειδὴ δὲ τὸν πρῶτον σιγᾶν ἐκέλευσεν, παραμυ- θεῖται αὐτόν· μὴ δυσχεράνῃς, φησὶ, σιγᾶν κελευόμενος· δύνῃ καὶ σὺ καὶ ἄλλος καὶ πάντες προφητεύειν. τοῦτ’ ἔστιν οὐκ ἐκ- λείψει ὁ καιρὸς, ἵνα πάντες οἱ τὴν ἐκκλησίαν πληροῦντες, καὶ μανθάνωσι καὶ εἰς πίστιν παρακαλῶνται. Σετηριανοῦ. Διὰ τούτων δείκνυσιν ὅτι ταῖς ψυχαῖς τὸ Πνεῦ- μὰ τὸ Ἅγιον ἀπεκάλυπτεν τὰ μυστήρια· κἀκεῖναι φωτισθεῖσαι ἀπεκάλυπτον ἀνθρώποις, οὐχ ὡς ἐν ταῖς μαντείαις οὐκ οἶδεν ὁ μάντις τι φθέγγεται. ἀπέδωκεν οὖν ἐκεῖνο τὸ πρῶτον, ὃ ἔλεγεν, ὅτι ὅτε ἤτε ἔθνη, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἃν ἤγεσθε “ἀπαγόμενοι.” “προφῆται δὲ δύο ἣ τρεῖς λαλείτωσαν· οἱ ἄλλοι “δὲ διακρινέτωσαν·” οἱ ἔχοντες τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων. “ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος “σιγάτω·” ὡς ἐν αὐτοῖς ὃν ποτὲ μὲν σιγᾶν, ποτὲ δὲ λέγειν. “καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·” μὴ φοβηθῇς φησὶν, ἐὰν σιγήσῃς ὡς ἀθετῶν τὸ Πνεῦμα· οἶδεν γὰρ τὰ χαρίσματα ἀλλήλοις ὑποτάσσεσθαι· οὕτως Ἰησοῦς ὑπετάσσετο τῷ Μωϋσεῖ· οὕτως ὁ Ἑλισσαῖος τῶ Ἠλία· οὕτως αὐτῶ τῶ Ἑλισσαίῳ τὸ πλῆθος τῶν προφητῶν· οὕτως αὐτῷ τῷ Ἀποστόλῳ Τιμόθεος καὶ Τίτος καὶ οἱ λοιποί. Ἰωάλλου. Ἵνα μὴ φιλονεικῇ ἄνθρωπος, αὐτὸ τὸ πνεῦμα δείκνυσιν ὑποτασσόμενον πνεῦμα γὰρ ἐνταῦθα, τὴν ἐνέργειαν λέγει· εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ πλέον σὺ ὁ κεκτημένος, οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Οἰκουμενίου. Ἄντικρυς ἢ ἐπὶ τῶν μάντεων· ἐκεῖνοι γὰρ τὴν παρ’ αὐτοῖς ἐνθουσίασιν, καὶ ἄκοντες οἱ δαιμονῶντες λαλοῦσιν ἃ οὐ βούλονται. εἰ τοίνυν τὸ χάρισμα τοῖς προφήταις ὑποτέτακται· πῶς οὐκ ἄτοπον ὑμᾶς μὴ ὑποτάσσεσθαι τῷ κοινῇ συμφέροντι; ἵνα ὅτ’ ἂν ᾖ καιρὸς σιωπῆς, σιωπᾶτε. Ἰωάλλου. Πνεύματα προφητῶν φησὶν αὐτὸ τὸ πνευματικὸν χάρισμα· εἶτα ἵνα μὴ λέγῃ τις, καὶ πῶς σιγᾶν δύναμαι; αὐτὸ γὰρ τὸ ἐπιπνέον Ἅγιον Πνεῦμα καὶ ἑκόντα καὶ ἄκοντα ἀναγκάζει λαλεῖν· οὐχὶ, φησὶν, ὑποτέτακται γὰρ τῷ προφήτῃ τὸ χάρισμα· τοῦτ’ ἔστιν ἐν αὐτῶ ἐστι καὶ λαλεῖν καὶ σιωπᾶν. Ὠριγένοτσ. Κίνδυνός ἐστι τοῖς ἀναγινώσκουσιν ἁπλῶς ἀποφαινέσθαι· ὁμοίως δὲ καὶ τοῖς ἀκούουσιν. ἄκουε γοῦν Παύλου λέγοντος· “εἴτις δοκεῖ ἐν ὑμῖν προφήτης εἶναι, ἢ πνευματικὸς, “ἐπιγινωσκέτω ἃ γράφω, ὅτι Θεοῦ ἐστιν·’ ὡς οὐ παντὸς ἐπιγινώσκοντος τὰ τοῦ Θεοῦ· ἐὰν μὴ ᾖ προφήτης ἣ πνευματικός. διέγραψεν δὲ τὸν πνευματικὸν ὁ Ἀπόστολος εἰπών· “ὁ δὲ πνευμα- “τικὸς ἀνακρίνει τὰ πάντα· αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται·” τίς δέ ἐστιν ὁ διακρίνων τὰ πάντα, ἣ ὁ δυνάμενος πάντα λόγον ἐξετάζειν καὶ κρίνειν; οὗτος δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται, διὰ τὸ βάθος τῶν νοημάτων αὐτοῦ μὴ καταλαμβανόμενος· ὁ γὰρ πνευματικὸς νοῦν ἔχει Κυρίου. ὥσπερ οὖν παιδίον οὐ δύναται ἀνακρίναι νοῦν ἀνδρὸς καὶ ἐξετάσαι τὰ νοήματα αὐτοῦ, οὐδὲ γὰρ τὴν ἀρχὴν παρακολουθεῖ τοῖς τοῦ ἀνδρὸς νοήμασιν ὁ βραχὺς παῖς· τὸν αὐτὸν τρόπον οὐδὲ ψυχικὸς δύναται εἰδέναι ποῖα τὰ τοῦ Θεοῦ καὶ ποῖα οὐχί. μόνου δὲ πνευματικοῦ ἐστι τοῦτο τὸ ἔργον. ἐγὼ πολλάκις ἐζήτουν κατεμαυτὸν τί δήποτε, ὅτε οἱ προφῆται ἦσαν τοῦ Θεοῦ καὶ οἱ ψευδοπροφῆται, οἱ ψευδοπροφῆται εὐδοκίμουν παρὰ τοῖς βασιλεῦσιν αὐτῶν, παρὰ τοὺς προφήτας· καὶ τὰ μὲν βιβλία τῶν ψευδοπροφητῶν οὐκ ἐγράφη, οὐδὲ ἐσώθη ἐν τῷ λαῷ· τὰ δὲ τῶν προφητῶν καταδικασθέντων, μισηθέντων, πεπονθότων ἃ ἴσμεν, ἦλθεν εἰς μέσον, καὶ τετίμηται· τίς γέγονεν ἡ τούτων ἀρχή; ἀπὸ τοῦ Ἀποστόλου ἀφορμὰς λαβὼν λέγω, ὅτι ἦν χάρισμα ἐν τῷ λαῷ ὥσπερ προφητεύειν, οὕτω διακρίνειν προφήτας. “δύνασθε γὰρ καθ’ “ἕνα πάντες προφητεύειν·” ἀφθονία ἦν τότε τῶν λεγόντων καὶ τῶν ἐπιτρεπομένων λέγειν. διὰ γὰρ τοῦτο ἐπέτρεψεν ὁ Ἀπόστολος πᾶσι λέγειν ἐν Ἐκκλησίᾳ· μικροῦ δεῖν καὶ ταῖς γυναιξὶν ἐπέτρεψε λαλεῖν, εἰ μὴ εἰρήκει τὸ ἑξῆς. Ἰωάλλου. Εἶτα δείκνυσιν ὅτι καὶ τῶ Θεῶ τοῦτο δοκεῖ, τὸ τὸν πρῶτον σιγᾶν. ἐπεὶ μὴ “ἔστιν Θεὸς ἀκαταστασίας, ἀλλ’ “εἰρήνης.” ἐκ γὰρ ἐκ γὰρ τούτου, φησὶν, ἀκαταστασία γίνεται. οὕτως δὲ ὁ τῆς εἰρήνης νόμος ἐν πάσαις ἔστιν ἐκκλησίαις τῶν ἁγίων. καλῶς δὲ φησὶν “τῶν ἁγίων,” ἐπειδὴ καὶ Ἑλλήνων ἤσαν ἐκκλησίαι. Φωτίου. “Ὁ πρῶτος” εἶπεν, οὐχὶ πρῶτος κατὰ τὸ ἀξίωμα τῆς προφητείας, ἀλλὰ καθὸ πρότερος αὐτὸς ἤρξατο λέγειν τοῦ μεταυτόν. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίαις λαλεῖν. ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Ὠριγένοτσ. Ὡς γὰρ πάντων λεγόντων καὶ δυναμένων λέγειν, ἐὰν ἀποκάλυψις αὐτοῖς γένηταί φησιν, “αἱ γυναῖκες ἐν ταῖς “ἐκκλησίαις σιγάτωσαν.” ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταὶ, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ· οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης· ἀλλ’ ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνοις ἀπαντῶντες. τέσσαρες φασὶ θυγατέρες ἦσαν Φιλίππου τοῦ Εὐαγγελιστοῦ, καὶ προεφήτευον. εἰ δὲ προεφήτευον· τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὡς φασὶν ἐκεῖνοι, προφήτιδας προφητεύειν; ταῦτα δὲ λύσομεν· πρῶτον μὲν λέγοντες, ὅτι αἱ ὑμέτεραι προεφήτευον· δείξατε τὰ σημεῖα τῆς προφητείας ἐν αὐταῖς. δεύτερον δὲ εἰ καὶ προεφήτευον αἱ θυγατέρες Φιλίππου, ἀλλ’ οὐκ ἐν ταῖς ἐκκλησίαις ἔλεγον· οὐ γὰρ ἔχομεν τοῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· ἀλλ’ οὐδ’ ἐν τῇ παλαιᾷ. Δεββῶρα μεμαρτύρηται προφῆτις εἶναι. λαβοῦσα δὲ Μαριὰμ ἢ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον, ἐξῆρχε τῶν γυναικῶν. ἀλλ’ οὐκ ἂν εὕροις ὅτι Δεββῶρα ἐδημηγόρησεν εἰς τὸν λαὸν, ὥσπερ Ἱερεμίας καὶ Ἡσαΐας· οὐκ ἃν εὕροις ὅτι Ὀλδὰ προφῆτις οὖσα ἐλάλησε τῷ λαῷ, ἀλλ’ ἑνί τινι ἐλθόντι πρὸς αὐτήν· ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ ἀναγέγραπται Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· ἀλλ’ οὐκ ἐν ἐκκλησίᾳ ἐλάλησεν. ἵνα οὖν καὶ δοθῇ ἐκ σημείου προφητικοῦ εἶναι προφῆτις γυνή· ἀλλ’ οὐκ ἐπιτρέπεται ταύτῃ λαλεῖν ἐν ἐκκλησίᾳ. ὅτε ἐλάλησε Μαριὰμ προφῆτις ἄρχουσα ἦν τινῶν γυναικῶν· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ· καὶ διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω ἁπλῶς, ἀλλ’ οὐδὲ αὐθεντεῖν ἀνδρός. Καὶ ἄλλοθεν δὲ τοῦτο παραστήσω. εἰ καὶ ἐκεῖνο ἀσφαλέστερον εἴρηται, περὶ τοῦ μὴ τὴν γυναῖκα ἡγεμόνα γίνεσθαι τῷ λόγῳ τοῦ ἀνδρὸς, “πρεσβύτιδας ἐν καταστήματι, ἱεροπρεπεῖς καλοδιδα- “σκάλους, ἵνα σωφρονίζωσι τὰς νέας.” οὐχ ἁπλῶς ἵνα διδάσκωσιν, καλοδιδάσκαλοι μὲν γὰρ ἔστωσαν καὶ γυναῖκες. οὐχ ἵνα ἄνδρες καθήμενοι ἀκούωσι γυναικῶν, ὡς ἐκλειπόντων ἀνδρῶν τῶν δυναμένων πρεσβεύειν τὸν τοῦ Θεοῦ λόγον. “εἰ δέ τι μαθεῖν “ἐθέλουσιν· ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν “γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν.” δοκεῖ μοι τὸ τοὺς ἰδίους ἄνδρας οὐκ ἐπὶ τοὺς γαμετοὺς ἀναφέρεσθαι μόνον· αἱ παρ- θένοι γὰρ ἣ λαλήσουσιν ἐν ἐκκλησίᾳ ἣ οὐχ ἕξουσι τοὺς διδάσκοντας· καὶ αἱ χηρεύουσαι ὁμοίως. ἀλλὰ μήποτε τοὺς ἰδίους ἄνδρας, οἷον καὶ τὸν ἀδελφὸν καὶ τὸν οἰκεῖον καὶ τὸν υἱόν. ἅπαξ ἁπλῶς ἀνδρὸς πυνθανέσθω γυνὴ τοῦ ἰδίου, κατὰ τὸ γενικὸν ὄνομα ἀνδρὸς πρὸς ἀντιδιαστολὴν γυναικός· “αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν “ἐκκλησίᾳ·” ὁποῖα ἐὰν λαλῇ, κἂν θαυμαστὰ λαλῇ, κἂν ἅγια, μόνον δὲ ἀπὸ στόματος γυναικείου ἐξέρχηται. γυνὴ ἐν ἐκκλησίᾳ δηλονότι κατὰ τὸ αἰσχρὸν λέγεται, ἐπὶ κατηγορίᾳ τῆς ὅλης ἐκκλησίας. “ἣ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἣ εἰς ὑμᾶς μόνους “κατήντησεν;” ὡς τῆς ἀταξίας ταύτης οὔσης ἐν Κορίνθῳ, μετὰ καὶ τῶν ἄλλων ἁμαρτημάτων. τοῦτο οὖν λέγει, ὅτι ἀπέστειλεν τὸν λόγον αὐτοῦ ὁ Θεὸς εἰς τὸν κόσμον. ἄρ οὖν ἡ ἀλήθεια καὶ ὁ κανὼν ὁ ἐκκλησιαστικὸς εἰς ὑμᾶς μόνους τοὺς Κορινθίους κατήντησεν; Ἰωάλλου. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ’ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. καὶ ποῦ τοῦτο λέγει ὁ νόμος; “πρὸς τὸν ἄνδρα σοῦ ἡ ἀποστροφή σου, καὶ αὐτός σου “κυριεύσει.” εἶδες Παύλου τὴν σοφίαν; ἡλίκην παρήγαγεν μαρτυρίαν, οὐ σιγᾶν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾶν, καὶ φόβου τοσούτου, μεθ’ ὅσου τὴν δούλην ἡσυχάζειν χρή. παράγει δὲ τὰς λοιπὰς ἐκκλησίας τῆς σιωπῆς τηρούσας τὸν νόμον ἄπο τῆς καινοτομίας ’τον θόρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. οὔτε γὰρ πρῶτοι, φησὶν, ὑμεῖς οὔτε μόνοι πιστοὶ, ἀλλ’ ἡ οἰκουμένη πᾶσα. Εἴ τις δοκεῖ προφήτης εἶναι ἣ πνευματικὸς, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι τοῦ Κυρίου εἰσὶν ἐντολαί· εἰ ’δε τις ἀγνοεῖ, ἀγνοείτω. ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Ὠριγένοτσ. Ἵνα οὖν ἐπιγινώσκωμεν τὰ τοῦ Θεοῦ· παρακαλέσωμεν τὸν διδόντα χαρίσματα, ἵνα δώῃ ἡμῖν χάρισμα προφητικὸν, καὶ ποιήσῃ ἡμᾶς ἀπὸ τοῦ κρατοῦντος Πνεύματος πνευματικούς. καὶ οὕτως ἐπὶ τοῦ κρίνειν ποῖα τοῦ Θεοῦ ἐστιν, ἣ ποῖα οὐκ ἔστιν αὐτοῦ· ὁ γὰρ τῆς χάριτος ταύτης ἐστερημένος συνεῖναι οὐ δύναται. ὅθεν ἐπήγαγεν, “εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.” Ἰωάννου. Πολλαχῶς διδάξας τὸ δεῖν τὰς γυναῖκας σιγᾶν, νῦν καὶ τοῦτο προστίθησιν, ὅτι, φησὶ, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ· εἴ τις γάρ, φησιν, ἢ προφήτης ἐστὶν ἣ ἄλλως πνευματικὸν ἔχει χάρισμα, εἰς τὸ εἰδέναι τὰ γραφόμενα παρ’ ἐμοῦ· ἴστω ὅτι Θεοῦ εἰσιν ἐντολαὶ, ἃ γράφω· καὶ οὐκ ἀφ’ ἑαυτοῦ, φησὶ, πρὸς τούτοις κινοῦμαι· εἰ δέ τις ἀγνοεῖ, ὅτι Θεοῦ εἰσιν αὐταὶ ἐντολαὶ, ἀγνοείτω· τοῦτ’ ἐστιν, ἐγὼ εἶπον, ὁ θέλων πειθέσθω· ὁ μὴ θέλων, ὃ οἶδεν ποιείτω. τὸ δὲ ταῦτα λέγειν σημεῖόν ἐστιν ἀνδρὸς οὐ τὰ ἑαυτοῦ πάντως βουλομένου στῆσαι, ἀλλὰ τὸ κοινῇ συμφέρον σκοποῦντος· τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου ποιεῖν εἴωθεν, ἔνθα οὐ μέγα ἐστὶν τὸ γινόμενον πλημμέλημα. τί γὰρ μέγα τὸ ἀγνοεῖν αὐτοὺς ὅτι Θεοῦ εἰσιν ἐντολαὶ τὸ σιγᾶν τὰς γυναῖκας; Θεοδωρίτου. πάλιν τὸ μὲν ἔδειξε τιμιώτερον· τὸ δὲ καὶ αὐτὸ χρεῶδες. τοῦτο γὰρ δηλοῖ τὸ “μὴ κωλύετε· πάντα δὲ εὐσχημόνως “καὶ κατὰ τάξιν γινέσθω·” τὴν δὲ τάξιν ἐν τοῖς πρόσθεν ἐδίδαξεν. Ἰωάννου. πάλιν ἐπανῆλθεν ὅθεν ἐξῆλθεν· καὶ μείζονα δείκνυσι τὴν προφητείαν, τῷ εἰπεῖν “ζηλοῦτε·” ἧττον δὲ τὴν τῶν γλωσσῶν χάριν· τὸ γὰρ λαλεῖν γλώσσαις, φησὶ, μὴ κωλύετε· εἶτα ἐπανακεφαλαιοῦται τὰ πρῶτα. “πάντα,” φησὶν, “εὐσχημόνως καὶ “κατὰ τάξιν γινέσθω. ἔσται δὲ τοῦτο ἐὰν οἱ γλώσσαις λαλοῦντες δύο ἣ τρεῖς λαλοῦσι καὶ ἀνὰ μέρος· καὶ οἱ προφῆται ἀλλήλοις παραχωροῦσι· καὶ αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιωπῶσιν.