Ancient Greek · ~94 min
ΚΕΦ. ς.
Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Corinthios ΚΕΦ. ς..1
Not analysed yet
Περὶ σχίσματος ἀνδρῶν καὶ γυναικῶν ἐν εὐχαῖς καὶ προφητείαις. Ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν, τὰς παραδόσεις κατέχετε. θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Θεοδωρίτου. Οὕτω συμπεράνας τὴν περὶ τῶν κατηγορίαν, ἕτερα πάλιν ἁμαρτήματα διορθοῦται. καὶ γὰρ εἰώθεσαν αἱ Κορινθίων γυναῖκες οὐδὲ κατὰ τὸν τῆς προσευχῆς καιρὸν καλύπτειν τὰς κεφαλάς. ἔνιαι δὲ ἐπ’ εὐγλωττίᾳ σεμνυνόμεναι, καὶ διδάσκειν ἐπεχείρουν ἐν ἐκκλησίᾳ· τοῦτο τοίνυν ἐνταῦθα διορθοῦται. “ἐπαινῶ δὲ ὑμᾶς ἀδελφοὶ, ὅτι πάντα μου μέμνησθε, “καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, κατέχετε.” οὐ δὲ οὗτος ὁ ἔπαινος ἀληθὴς, καταμέμφεται γὰρ μᾶλλον αὐτοῖς, ὡς τοὺς τεθέντας οὐ φυλάξασιν ὀροὺς. Σευηριανοῦ. Προτρεπόμενος μᾶλλον ἢ ἀποδεχόμενος ἵνα ἑξῆς τὴν παραίνεσιν βεβαιώσῃ ἐν αὐτοῖς. “θέλω δὲ ὑμᾶς “εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι. κεφαλὴ “δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.” Ἰωάλλου. Ἐνταῦθα ἐΦ᾿ ἕτερον πρόεισι λοιπόν. τί δὲ ἦν; αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνὴ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκώμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες. ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. ἐπεὶ ὑπὲρ τούτων ἤδη παρῄνεσε παρών· καὶ οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπίθησαν. διὰ τοῦτο διὰ τῆς ἐπιστολῆς πάλιν ὥσπερ σοφὸς ἰατρὸς ἐπαντλεῖ τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα· ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὣν προοιμιάζεται· τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαμοῦ τῆς ἐπιστολῆς ἔμπροσθεν, ἀλλ’ ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως Φησὶν “ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε, “καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις οὕτω κατέχετε;” ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ· οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων, “εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, “ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.” Ἄρχεται οὖν τοῦ ἐγκλήματος, καὶ λέγει, “θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. ἀρ’ οὖν καὶ τοῦ Ἕλληνος; οὐδαμῶς· εἰ γὰρ σῶμα ἐσμὲν Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν ἡ κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι, οὐ δὲ ὡς μέρη τελειούντων, οὐκ ἃν εἴη κεφαλή. ὥστε ὁτ’ ἃν εἴπῃ παντὸς u δεῖ προσυπακούειν. “κεφαλὴ δὲ γυναικὸς, ὁ ἀνήρ. κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.” ἐνταῦθα ἐπιπηδῶσιν οἱ αἱρετικοὶ, ἐλάττωσίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ. ἀλλ’ ἑαυτοῖς περιπίπτουσιν. εἰ γὰρ “κεφαλὴ “γυναικὸς ὁ ἀνὴρ,” ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, “κεφαλὴ “δὲ τοῦ Χριστοῦ ὁ Θεὸς,” ὁμοούσιος ὁ Υἱὸς τῷ Πατέρι· ἀλλ’ οὗτος, οὐχ ἑτεροούσιον ἐνταῦθα ἀποδεῖξαι βουλόμεθα, ἀλλ’ ὅτι ἄρχεται φησίν· τί οὑν πρὸς τοῦτο εἴποιμεν ἄν; ὅτι μάλιστα μὲν ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ· οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. πλὴν ἀλλ’ εἰπὲ, πῶς τοῦτο βούλει κατασκεύασαι ἐκ τούτου νῦν, ὅτι ὥσπερ ἀνὴρ ἄρχει τῆς γυναικός, φησιν, οὕτως καὶ ὁ Θεὸς τοῦ Χριστοῦ; οὐκ οὖν ὥσπερ ὁ Χριστὸς τοῦ ἀνθρώπου, οὕτως καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ; παντὸς γὰρ ἀνδρὸς φησὶν ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Καὶ τίς e ἂν ταῦτα καταδέξεται πότε; εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦτον τοῦ Πατέρος πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ’ ἡμῶν καὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ’ ἀπονεμητέον τῷ Θεῷ τὴν ἰδιάζουσαν ὑπεροχήν· καὶ τοσαύτην ὅσην Θεῷ. εἰ γὰρ μὴ τοῦτο συγχωρήσῃς, πολλὰ ἕψεται τὰ ἄτοπα. σκόπει δέ· “κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεός·” οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός· οὐκ οὖν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβομεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατέρος, ὅσον ἡμεῖς αὐτοῦ· ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν d Sic. e τῆς Cod. ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου. καὶ ὅπέρ ἐστιν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱόν. καὶ ἡ γυνὴ πρὸς τὸν ’ν πάλιν· καὶ τίς ταῦτα ἀνέξεται; ἀλλ’ ἑτέρως ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ. οὐκ οὐν καὶ ἔπι τοῦ Τἰοῦ καὶ ἐπὶ τοῦ Πατέρος ἑτέρως φησὶ κατὰ τὸ αἴτιον. καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν, ὡς σὺ Φὴς, καὶ ὑποταγὴν ὁ Παῦλος, οὐκ ἃν γυναῖκα παρήγαγεν εἰς μέσον. ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. εἰ γὰρ καὶ ὑποτέτακται ἡμῖν ἡ γυνὴ, ἀλλ’ ὡς γυνὴ, ἀλλ’ ὡς ἐλευθέρα, ἀλλ’ ὡς ὁμότιμος. καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατέρι, ἀλλ’ ὡς Υἱὸς Θεοῦ, ἀλλ’ ὡς Θεός· ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἣ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας, οὕτως καὶ ἡ ἐλευθερία μείζων. οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατέρος πρὸς τὸν Υἱὸν, ὅτι “ὑπήκουσεν καὶ “μέχρι θανάτου ἐλθεῖν καὶ θανάτου σταυροῦ.” καὶ ἐνταῦθα μέγα αὐτοῦ τὸ θαῦμα τιθέμεθα. τοῦτο θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον· ἀλλ’ ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα. ὁ γὰρ σύμβουλος οὐ δοῦλος· σύμβουλον δὲ ὅτ’ ἃν ἀκούσης πάλιν, μὴ ὡς τοῦ Πατέρος ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ’ ὡς τοῦ παιδὸς ὁμοτίμως ἔχοντος πρὸς τον γεγεννηκότα· Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός· παρ’ ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται ἡ γυνὴ τῷ ἀνδρί· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν. διά τοι τοῦτο γενομένη μὲν, οὐκ εὐθέως ὑπετάγη. οὐ δὲ ὅτ’ ἃν αὐτὴν ἤγαγεν πρὸς τὸν ἄνδρα· οὔτε αὑτὴ ἤκουσέ τι τοιοῦτον παρὰ τοῦ Θεοῦ· οὔτε ὁ ἀνὴρ εἰπέν τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ’ ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσεν πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ γενομένη νοητὸς, ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπὸν “πρὸς τὸν ἄνδρα σου “ἡ ἀποστροφή σου.” ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος, οὐδὲ γὰρ ὤνησε εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι τοῦτο συμβάντος· ἀλλ’ αὐτὸ μὲν τοῦτο καὶ τραχὖτερον ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην. συνιδὼν τοῦ διαβόλου τὴν κακουργίαν ὁ Θεὸς ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι, διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλεν. καὶ καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακιαν Ἀλλ’ ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης, οὐδὲν τοιοῦτον ἐστι ὑποπτεύσαι. μὴ τοίνυν κάτα πάντα δέχου τὰ παραδείγματα. Ἀλλ᾿ ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα· καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγεν. “πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ· Χριστὸς δὲ Θεοῦ.” τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα καὶ ἡμεῖς τοῦ Χριστοῦ· καὶ Χριστὸς τοῦ Θεοῦ; οὐδαμῶς· ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλος ἡ διαφορά. εἰ καὶ ἡ αὐτὴ χρῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς ἐπήγαγεν, ὥσπερ δὲ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτῆρ’ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτως καὶ ὁ ἀνὴρ ὀφείλει τῆς ἑαυτοῦ γυναικὸς εἶναι· Ἄρ’ οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τοῦτο ἅπαντα Ἐφεσίοις ἀπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; ἄπαγε· οὐδὲ γὰρ δυνατόν· τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων, οὐκ ἔχει δὲ τὴν αὐτὴν ἰσχὺν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ’ ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆσθαι δόξειεν, οὐδὲν ἀπ’ αὐτῶν καρπουμένων ἡμῶν· ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον. Ἵνα δὲ ὃ λέγω γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράζομαι ποιῆσαι φανερόν. εἴρηται κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός. ἃν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; πάλιν ἃν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. τί οὖν δεῖ ἀφεῖναι, καὶ τί λαβεῖν; ἀφεῖναι μὲν ταῦτα ἃ εἰπον δεῖ· λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ. καὶ τι ἃν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐ δὲ ταῦτα ἁπλῶς· ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρεπόντως· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ κυριωτέρα. πάλιν ἤκουσας Υἵον. μὴ πάντα μὴ δὲ ἐνταῦθα λάβῃς. ἀλλ’ ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ τῆς ἀσθενείας ὄντα τῆς ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. εἴρηται φῶς ὁ Θεὸς πάλιν. ἆρ᾿ οὖν πάντα δεξόμεθα ὡς τὰ τοῦ φωτὸς τούτου; οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο, καὶ τόπῳ περικλείεται· καὶ ὑφ’ ἑτέρας κινεῖται δυνάμεως, καὶ ἐπισκιάζεται, ὧν οὐδὲν νοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. ἀλλ’ οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν. ἀλλὰ δρεψώμεθά τί καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος· τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Θεοδωρου. Τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀπὸ μὲν τοῦ Χριστοῦ ἐπὶ τὸν Θεὸν χωροῦμεν, ἐξ οὕπερ ἐστίν· ἀπὸ δὲ τοῦ ἀνδρὸς ἐπὶ τὸν Χριστόν. ἐξ ἐκείνου γάρ ἐσμεν κατὰ τὴν δευτέραν ὕπαρξιν, καθ’ ἣν ἀνάστασιν ὁμοίως αὐτῷ πάντες ἐσόμεθα ἄφθαρτοι· κατὰ μετουσίαν τῆς ἐν αὐτῷ τοῦ πνεύματος χάριτος. παθητοὶ μὲν γὰρ ὄντες, κεφαλὴν ἡγούμεθα τὸν Ἀδὰμ, ἐξ οὗπερ τὸ εἶναι εἰλήφαμεν. ἀπαθεῖς δὲ γενόμενοι, κεφαλὴν ἡγούμεθα τὸν Χριστὸν, ἐξ οὗπερ ἀπαθεῖς εἶναι ἐσχήκαμεν. ὁμοίως δὲ φησὶν καὶ ἀπὸ τῆς γυναικὸς ἐπὶ τὸν ἄνδρα, ἐπειδὴ ἀπ’ ἐκείνου τὸ εἶναι εἴληφεν. Σευηριανοῦ. Εἰ ἀσεβῶς, ἐκλαμβάνοι τις κατὰ τὸν τῆς λόγον. εἰ δὲ εὐσεβῶς, κατὰ τὸν τῆς οἰκονομίας. οὐ γὰρ περὶ τοῦ γεγενῆσθαι νῦν ὁ λόγος. ἰδοὺ γὰρ ὁ ἀνὴρ τὴν γυναῖκα οὐκ ἐποίησεν· οὐδὲ ἡ τάξις ᾗ ἐχρήσατο Παῦλος εἰς τοῦτο βλέπει, ἀλλ’ εἰς μόνην τὴν ὑποταγήν· οὐ διὰ τὴν τῆς φύσεως ἀλλοτρίωσιν· καὶ ὅλως οὐ δὲ τοῦ μονογενοῦς ἡ θεότης λαμβάνεται νῦν, ἀλλ’ ἡ οἰκονομία ἐγγυτέρω ἔχουσα πρὸς τὸν ἄνδρα καὶ τὴν γυναῖκα κατὰ τὴν φύσιν. Θεοδωρίτου. Τοῖς ἀνδράσιν ὑποτάξαι βουλόμενος τὰς καὶ διδάσκων ὡς οὐ προσήκει διδασκαλίας κατατολμᾶν, ἣν ἄνωθεν ὑπὸ τὴν τοῦ ἀνδρὸς τελεῖν ἐξουσίαν προσέταξεν ὁ Θεὸς, τούτοις τοῖς λόγοις ἐχρήσατο. οὐ γὰρ δόγματα θεῖα παραδιδοὺς, οὐδὲ θεολογίᾳ κεχρημένος, τὴν τάξιν ταύτην συνήρμοσεν. ἀλλ’ ὅτι παντὸς ἀνδρὸς κεφαλὴ ὁ Χριστός ἐστιν, δηλονότι τῶν πιστευόντων· κεφαλὴ δὲ ἡμῶν ἐστιν, οὐ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. σῶμα γὰρ αὐτοῦ προσαγορευόμεθα. τῷ δὲ σώματι ὁμοφυᾶ εἰναι προσήκει τὴν κεφαλήν. οὐκ οὖν καὶ κατὰ ταύτην αὐτοῦ κεφαλὴ ὁ Θεός. εἰ δὲ καὶ κατὰ τὴν θεότητα βούλονται τοῦτο εἰρῆσθαι οἱ ἀνόμοιοι, ἰδέτωσαν ὅτι ὥσπερ ἡμῶν ἀνθρωπείαν φύσιν ἐχόντων, πιστευόντων δὲ εἰς αὐτὸν, κατὰ τὴν ἀνθρωπότητα κεφαλὴ χρηματίζει. κατὰ ταύτην γάρ ἐστιν ἡμῖν ὁμοούσιος. οὕτως αὐτοῦ κεφαλὴ ὁ Πατὴρ χρηματίζων, τὸ ὁμοούσιον δείκνυσιν. σιν. καὶ ἔστιν ὁ αὐτὸς τῷ μὲν Πατέρι κατὰ τὴν θεότητα ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα. κεφαλὴ δὲ αὐτοῦ, ὡς Πατὴρ καὶ αἴτιος ὀνομάζεται. Κυτίλλου. Κεφαλὴν ἐνθάδε τὸ ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ’ ἃν εἰκότως. καὶ οὐσιώδως e τὸν τῆς εὐγενείας, εἴτ’ οὖν ἑτέρως ὁμοΦύας διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τοῦτ’ ἔστιν Ἀδὰμ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός· “ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. “οὐκ οὖν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός· ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ’ ἡμᾶς, καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος. καίτοι Θεὸς ὧν ὁ Λόγος, καὶ τὴν ἐκ Θεοῦ Πατέρος γέννησιν ἀπόρρητον ἔχων. γέγονε κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου, τοῦτ’ ἐστιν Ἀδὰμ, ἣ γυνή· ἔκφυλος δὲ οὐδαμῶς. ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ. καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ Φήσας, “τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς “σαρκός μου” καὶ τὰ ἑξῆς. εἰ δὲ εἶναι γενητὸν φασὶν καὶ τοῖς κτήμασιν ἐναρίθμιον ἡγεῖσθαι πράττειν τὸν ἐκ Θεοῦ Πατέρος Λόγον, ἔπειπέρ ἐστι κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἃν νοοῖτο κάτα ’τον ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἶπέρ ἐστι κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοὶ φασὶν παντὶ τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι εἰς ταὐτότητα συνδεῖται νόμοις, οὐκ οὖν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές. ἀλλ’ οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθά ποθεν· ἀγέννητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγεννήτου Πατέρος τὸν ἐξ αὐτοῦ φύντα λόγον. κεφαλὴν δὲ ὠνομάσθαι φαμεν παντὸς ἀνδρὸς, ὡς ἀρχέτυπον μὲν ὡς ἔφην. ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον, εἰς κεφαλὴν τῆς Ἐκκλησίας, ἥ τίς ἐστι τὸ σῶμα αὐτοῦ. πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι, κατὰ τὴν τοῦ Παύλου φωνήν. Οἰκουμενίου. Πλὴν εἰ μὴ καὶ Χριστοῦ οὕτως κεφαλὴ ὁ καθάπερ ἡμῶν ὁ Χριστὸς, καθό ἐστι καὶ νοεῖται ἄνθρωπος. Φωτίου. Κεφαλὴ μὲν ἡμῶν τῶν πιστῶν ἐστιν ὁ Χριστὸς, ὡς συσσώμων καὶ συμμετόχων αὐτῷ γεγενημένων, διὰ τῆς κοινωνίας τοῦ σώματος καὶ αἵματος αὐτοῦ. δι’ αὐτὸν γὰρ ἅπαντες ἓν σῶμα χρηματίσαντες, κεφαλὴν ἔχομεν αὐτόν. κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς καὶ Πατὴρ, ὡς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος αὐτοῦ. κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, ὅτι καὶ αὐτὸς γεννήτωρ καὶ προβολεὺς καὶ ὁμοούσιος ὑπάρχει αὐτῇ· ἀκόλουθος καὶ ἁρμόδιος ἡ ἀναλογία. εἰ δὲ τὸ παντὸς ἀνδρὸς καὶ ἐπὶ τῶν ἀπίστων ἐκλάβοις, κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον ἐγχωρεῖ. τῶν γὰρ ἄλλων ἄρχειν τὸν ἄνθρωπον ἐπιτρέψας αὐτὸν, ὑπὸ τὴν ἰδίαν μόνον εἴασεν μένειν ἐξουσίαν καὶ ἀρχήν· μὴ ἐπιστήσας αὐτὸν ἕτερον δεσπότην ἢ ἐξουσιαστήν. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεΦαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῆ ἐξυρημένη. εἰ γὰρ οὐ κατακαλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Κυτίλλου. Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παρρησία πρεπωδεστάτη. γυναικί γε μὴν τὸ καλύπτεσθαι κόσμος. οὐκ οὖν ὕβρις, εἰς τὸ ἀρχέτυπον εἴη, καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές; εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παρρησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν. ἐλεύθερον γὰρ τὸ θεῖον καὶ παρὰ μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ εἴ ἐστιν ἡ γυνὴ κἀς ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις. τι τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι; κατ’ εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ. πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν. οὐ γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι τὸ ζῶον καὶ στεφανοῦσαν τῇ κόμῃ. τὸ γάρ τοι παρρησιάζεσθαι γυναιξὶν, οὐκ ἀζήμιον. “οὐκοῦν κατακαλυπτέσθω, φησὶν, διὰ τοὺς ἀγγέλους.” δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. δυσΦοροῦσι γὰρ λίαν, εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. ὡς καὶ εἰδότες ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν. χρῆται γε μὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ. ἔφη μὲν γὰρ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐρρῖφθαι τὸ θῆλυ διισχυρίσατο, σαφῶς ἐπάγων τὸ ἑξῆς Ἰωάννου. Οὐκ ἀεὶ κωλύει τὸν ἄνδρα κατακαλύπτεσθαι, ἀλλὰ μόνον ἐν εὐχῇ καὶ προφητείᾳ. οὐκ εἶπεν γὰρ κεκαλυμμένος τὴν κεφαλὴν, ἀλλὰ κατὰ κεφαλῆς ἔχων. ἀναιρῶν οὕτως, οὐ μόνον τῷ ἱματίῳ καλύπτεσθαι, ἀλλὰ καὶ κόμῃ. καὶ γὰρ καὶ ὁ κομῶν κατὰ κεφαλῆς ἔχει τὴν κόμην δηλαδή. ἡμᾶς γὰρ ὁ Θεὸς τοὺς ἄνδρας αὐτεξουσίους ἐποίησεν, τοῦτ’ ἔστιν ὑπ’ οὐδένα τῶν ἐν τῇ γῇ, ἀλλὰ πάντων ἄρχοντας. διὸ οὐ δεῖ ἔχειν ἐπὶ τῆς κεφαλῆς ἐξουσίαν, τοὺς οὐκ ὄντας ὑπ’ ἐξουσίαν τινὸς τῶν ἐν τῇ γῇ. τὸ γὰρ κεκαλύΦθαι τὴν κεφαλὴν, ἐξουσίαν τινα ἐπιτιθέναι ἐστὶ τῇ κεφαλῇ. ἀντὶ γὰρ ἐξουσίας ἐστὶ τὸ ἐπὶ τῆς κεφαλῆς κάλυμμα, ὅπερ εἴωθεν εἶναι ἐπὶ τῆς γυναικὸς δηλοῦν τὴν τοῦ ἀνδρὸς ἐξουσίαν, ὡς ὑποκειμένης αὐτῆς. ὁ οὖν τῇ ἐλευθέρᾳ κεφαλῇ ἐπιτιθεὶς ἐξουσίαν, εἰκότως καταισχύνει τὴν κεφαλὴν αυτου· πῶς; ὅτι τε ὁ αὐτός ἐστι τῇ ἐξυρημένῃ. καὶ ὅτι δραπέτριάν τινα τὴν κεφαλὴν ἀποδείκνυσι καὶ φυγάδα τῆς δοθείσης αὐτῇ παρὰ τοῦ Θεοῦ ἐξουσίας. πῶς ἐστιν ἓν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, ὁπότε ἡ μὲν τῇ ἐξυρημένῃ οὔτε τὴν φυσικὴν σκέπην ἔχει, οἷον τὰς τρίχας, αὕτη δὲ ἔχει; καὶ ἐροῦμεν ὅτι ἡ ἀκατακάλυπτος, ὅσον τὸ εἰς αὐτὴν ἧκεν, ἐκ φύσεως ἀπεσείσατο τὸ κάλυμμα. τοῦτο προσθεὶς ἐδήλωσεν ὅτι οὐκ ἐν εὐχῇ ἣ προφητείᾳ μόνον αὐτὴν δεῖ κατακαλύπτεσθαι, ἀλλὰ πάντοτε. ὥσπερ γὰρ τὸ ἐξυρᾶσθαι οὐκ ἐν εὐχῇ καὶ προφητείᾳ μόνον ἀπρεπὲς, ἀλλὰ καὶ πάντοτε, οὕτω καὶ τὸ ἀκατακάλυπτον εἶναι. Φωτίου. Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ, ὅσον ἐπὶ τὸ ἀκόσμως καὶ ἀνυποτάκτως ἑλέσθαι βιοῦν. Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. γυνὴ δὲ δόξα ἀνδρός ἐστιν· οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς, διὰ τοὺς ἀγγέλους. πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς 12, ἀνδρὸς, ἐν Κυρίῳ. ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικὸς, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Θεοδωρίτου. Εἰκὼν Θεοῦ ὁ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα, οὔτε κατὰ τὴν ψυχήν· ἀλλὰ κατὰ τὸ ἀρχικὸν μόνον. ὡς ἁπάντων τοίνυν τῶν ἐπὶ τῆς γῆς τὴν ἀρχὴν πεπιστευμένος, εἰκὼν προσηγόρευται τοῦ Θεοῦ. ἡ δὲ γυνὴ, ὡς ὑπὸ τὴν τοῦ ἀνδρὸς ἐξουσίαν τελοῦσα, τοῦ ἀνδρός ἐστι δόξα καὶ οἷον εἰκόνος εἰκών. ἄρχει μὲν γὰρ καὶ αὕτη τῶν ἄλλων, ἀλλὰ ὑποτετάχθαι τῷ ἀνδρὶ προσετάγη. Κυτίλλου. “‘H γυνὴ” γὰρ, φησὶ, “δόξα ἀνδρός ἐστιν. οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. εἶτα περιστέλλων εὖ μάλα ἐφ’ οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσετάγη καὶ φησὶ, “πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς “γυναικός.” γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνή. καὶ τοῦτό ἐστιν ἀληθές. εὕρηται γε μὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής. συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην. Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων, “τὰ δὲ “πάντα ἐκ τοῦ Θεοῦ.” παρῆκται γὰρ εἰς τὸ εἰναι τὰ πάντα διὰ Χριστοῦ. Ἰωάννου. Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ καὶ ἕτερα· τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς. μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν κατακαλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν. εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους· καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· τὸ μὴ εἶναι σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, μηδὲ ἄνδρα ἐνδύεσθαι στολὴν γυναικείαν. ἐκεῖνα δὲ παρὰ τῆς φύσεως, τὸ κατακαλύπτεσθαι λέγω, καὶ μή. ὅτ᾿ ἃν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω. ὁ γὰρ τὴν φύσιν δημιουργήσας οὗτός ἐστιν· ὅτ’ ἃν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Σευηριανοῦ. Ἐκ τούτων φαίνεται ὅτι οὔτε κατὰ τὴν εἰκὼν Θεοῦ ἄνθρωπος, οὔτε κατὰ τὸ σῶμα. εἰ γὰρ ἦν κἀς ἕν τι τούτων, πάντως ἃν καὶ ἡ γυνὴ Θεοῦ ἐκλήθη. καὶ αὐτὴ τὸν τύπον ἔχουσα, οἷον καὶ ὁ ἀνήρ. εἰ δὲ τὴν αὐτὴν ἔχουσα ἡ γυνὴ τῷ ἀνδρὶ ψυχὴν καὶ σάρκα, εἰκὼν οὐ λέγεται, δῆλον ὅτι κατὰ τὸ ἀρχικὸν εἰκὼν Θεοῦ ὁ ἄνθρωπος. ὅτε μὲν γὰρ περὶ τῶν ἀλόγων ὁ λόγος, καὶ ἡ γυνὴ εἰκὼν Θεοῦ. ὅτε δὲ ἡ ἐξέτασις ἀνδρὸς πρὸς γυναῖκας, μόνος εἰκὼν ὁ ἀνήρ. διότι τὸ ἄρρεν καὶ θῆλυ ἐν ἀνθρώποις πάντων κρατεῖ τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν ἀέρι· γυναικὸς δὲ ὁ ἀνήρ ἀνδρὸς δὲ οὐδεὶς ἐπὶ τῆς γῆς. ὡς οὑν οὐδεὶς ἄρχει Θεοῦ ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ ἀνδρὸς ἐν τοῖς ἐπιγείοις. φύσιν δὲ νοοῦμεν ἡμεῖς τῶν πραγμάτων αὐτῶν τὴν ἀλήθειαν. Θεοδωρου. Δείκνυσιν αὐτὸ ἄτοπον, ἀπὸ τῆς εὐσεβείας, καὶ ἀπὸ τῆς φύσεως, καὶ ἀπὸ τῆς δημιουργίας. Φωτίου. Εἰς γὰρ δόξαν Θεοῦ ὑποτετάχθαι ὀφείλει ὁ ἀνὴρ τῷ Θεῷ· καὶ εἰς δόξαν ἀνδρὸς ἡ γυνὴ τῷ ἀνδρί. τί δέ ἐστιν εἰς δόξαν; εὐπιθῶς καὶ ἑκουσίως καὶ μετὰ χαρᾶς πράττειν τὰ ἀρέσκοντα Θεῷ. ὡσαύτως καὶ ἡ γυνὴ τὰ ἀρέσκοντα τῷ ἀνδρί. ὡς ὁ γε κατὰ βίαν καὶ ἄκων ποιῶν καὶ δυσφορῶν, οὐχ ὑποτάσσεται εἰς δόξαν Θεοῦ. ὡσαύτως οὐδὲ ἡ γυνὴ εἰς δόξαν ἀνδρός. ὥστε δεῖ ποθεῖν μὲν ἀκατακαλύπτως προσιέναι Θεῷ, καὶ τὴν γυναῖκα ὡσαύτως κατακαλυπτομένην. εἰς αὐτὸ δόξα Θεοῦ, τῆς ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας τὸ τιμιώτατον. δι’ αὐτὸν γὰρ μᾶλλον ἣ δι’ ἄλλο τι τῶν ἐν κόσμῳ δεδοξάσθαι, καὶ τὸ ὑπέρβαλλον τῆς χρηστότητος αὐτοῦ καὶ φιλανθρωπίας πεφανέρωται· ὡσαύτως δόξα ἀνδρὸς ἡ γυνή· τῆς γὰρ ἀρχῆς αὐτοῦ καὶ ἐξουσίας αὕτη ἐστὶ τὸ τιμιώτατον, δι’ ἧς μᾶλλον ἢ δι’ ἑτέρου τινὸς ὧν ἄρχει ἔστιν αὐτῷ ἐγκαλωπίζεσθαι καὶ δοξάζεσθαι. Τοῦ Αὐτοῦ. ὈΦείλει, Φησὶν, ἡ γυνὴ ἐξουσίαν ἔχειν κεφαλῆς, τοῦτ’ ἔστιν τὴν τοῦ ἀνδρὸς ἐξουσίαν καὶ κυριότητα ᾗπερ ὑπόκειται, ὀφείλει ἔχειν καὶ ἐπιδείκνυσθαι ἐπ’ αὐτῆς τῆς κεΦαλῆς. τοῦτο δὲ πῶς κατορθοῦται; διὰ τοῦ κατακαλύπτεσθαι. διὸ καὶ αὐτὸ τὸ κατακάλυμμα εἰκότως ἃν ἐξουσία κληθείη, ὡς τῆς τοῦ ἀνδρὸς ἐξουσίας κυριότητος ἐνδεικτικὸν ὑπάρχον καὶ παραστατικόν. τὸ δὲ “διὰ τοὺς ἀγγέλους” τοῦτό μοι δοκεῖ ὑποδηλοῦν. ἐπειδὴ γὰρ αἰτίαν τοῦ ὀφείλειν ὑποτετάχθαι τῷ ἀνδρὶ τὴν γυναῖκα φησὶν, ὅτι οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀνάπαλιν δὲ καὶ διὰ τοῦτο δεῖ ἔχειν αὐτὴν τὸ κατακάλυμμα, τὴν ἐπ’ αὐτῆς ἐξουσίαν τοῦ ἀνδρὸς ὁμολογοῦσαν. ἐπαγαγὼν, “διὰ τοὺς ἀγγέλους” δηλοῖ ὅτι καὶ εἰ μὴ τοὺς ἀνθρώπους αἰσχυνομένη οὐκ ἐθέλει τοῦτο ποιεῖν, ἀλλ’ οὖν αἰσχυνθήτω τοὺς ἀγγέλους, οἳ μάρτυρες καὶ ἐπόπται γεγένηνται τῆς ὑποταγῆς ἀύτης· αὐτοὶ γὰρ εἰ καὶ μὴ ἄνθρωποι ἐφορῶντες ἦσαν, οὐ τὸν ἄνδρα ἀπὸ τῆς γυναικὸς, ἀλλ’ αὐτὴν τὴν ἐκ τοῦ ἀνδρὸς τὴν ἀρχὴν τῆς γενέσεως λαβοῦσαν. Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακαλυπτον τῷ Θεῷ προσεύχεσθαι; ἣ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ· εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ. Θεοδωρίτου. ‘H αὕτη τιμὴν ἡγεῖται τὴν κόμην καὶ ἀτιμίαν τὴν ταύτης ἀφαίρεσιν. λογιζέσθω ὡς ἀτιμάζει τὸν τὴν κόμην δεδωκότα, μὴ μετὰ τῆς προσηκούσης αἰδοῦς καὶ τιμῆς προσιοῦσα. “εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ “ἔχομεν· οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.” ἱκανὸς οὗτος ὁ λόγος ἐντρέψαι καὶ τοὺς λίαν ἐριστικούς. ἔδειξεν γὰρ οὐκ αὐτῷ μόνῳ ταῦτα δοκοῦντα, ἀλλὰ καὶ πάσαις τοῦ Θεοῦ ἐκκλησίαις. πάλιν κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν, ἕτερον ἰατρεύει πάθος. εἰώθεσαν γὰρ ἐν ταῖς ἐκκλησίαις μετὰ τὴν μυστικὴν λειτουργίαν ἑστιᾶσθαι κοινῇ πλούσιοί τε καὶ πένητες. καὶ πολλὴ ἐντεῦθεν παραμυθία τοῖς πενομένοις ἐγίνετο. τῶν μὲν εὐπόρων οἴκοθεν τὰ ὄψα κομιζόντων, τῶν δὲ πενίᾳ συζώντων διὰ τὴν μετουσίαν τῆς πίστεως κοινωνούντων τῆς εὐωχίας. ἀλλὰ τοῦτο τοῦ χρόνου προἰόντος, οὐ δεόντως ἐγίνετο, ἀλλὰ κατεφρόνουν τῶν πενήτων οἱ εὔποροι. τοῦτο μαθὼν ὁ θεῖος Ἀπόστολος γράφει καὶ περὶ τούτου τὰ πρόσφορα. Ἰωάλλου. Ὥστε Φησὶν, καὶ τῇ φύσει αὐτῇ πολεμεῖ ὁ μὴ πειθόμενος. ἐπεὶ οὖν ἔχει ἐκ φύσεως τὸ τῶν τριχῶν περιβόλαιον, ὀφείλει καὶ αὐτὴ περιβάλλεσθαι, ἵνα μὴ τοὺς φυσικοὺς ἀνατρέπῃ νόμους. ἐπειδὴ πρὸς ἐθελοσόΦους ἔγραψεν, οἳ διὰ συλλογισμῶν τὰ πάντα κατεσκεύαζον καὶ ἀνεσκεύαζον, φησὶν, οὐ καιρὸς νῦν τοῦ φιλονεικεῖν· εἰ γὰρ ἀναισχυντεῖ τις πρὸς τὰ εἰρημένα, ἡμεῖς, φησὶν, καὶ ἡ ἐκκλησία οὐκ ἔχομεν ἔθος τοιοῦτον. ποῖον ἢ ὅτι τὸ φιλονεικεῖν; ἀλλὰ πειθόμεθά φησιν, τοῖς ἐπιτάγμασι τῶν διδασκάλων μηδὲν ἀντιτείνοντες. ἢ ὅτι οὐκ ἔστιν ἔθος παρ’ ἡμῖν, ἵνα ὁ μὲν ἀνὴρ κομᾷ καὶ κεκάλυπται τὴν κεφαλὴν, ἡ δὲ γυνὴ τοὐναντίον.