# Catena In Epistulam I Ad Thessalonicenses ΚΕΦ. Ε..1

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Thessalonicenses, ΚΕΦ. Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-i-ad-thessalonicenses/%CE%9A%CE%95%CE%A6.%20%CE%95..1

Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρών ἐπιφανείᾳ Χριστοῦ. Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐνταῦθα τὸν περὶ ἀναστάσεως λόγον κινεῖ, καὶ ἕτερόν τι αἰνιττόμενος μυστήριον· ποῖον δὴ τοῦτο ; “ ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “ λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς “ κοιμηθέντας.” ἱκανὸς μὲν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνη· ἱκανὸν δὲ τὸ νῦν λεγόμενον μάλιστα ἀξιόπιστον ποιοῦν τὴν ἀνάστασιν· ὅρα δὲ πῶς καὶ ἐνταῦθα ἡμέρως· οὐκ εἶπεν οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους “ ἄφρονες, ὅτι “ εἰδότες ἀνάστασιν ὡς μὴ πιστεύοντες, οὕτω λυπεῖσθε,” ἀλλὰ σφόδρα ἡμέρως τὴν ἄλλην αὐτῶν ἀρχὴν αἰδούμενος· καὶ οὐκ εἰπε περὶ τῶν ἀποθανόντων, ἀλλὰ τῶν κεκοιμημένων, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλλόμενος· “ ἵνα μὴ λυπῆσθε,” φησὶν, “ ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·’’ ἄρα τὸ κατακόπτεσθαι καὶ θρηνεῖν ἀφορήτως τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα, μηδὲ προσδοκώντων ἀνάστασιν· ὑμεῖς δὲ, φησὶ, προσδοκῶντες ἀνάστασιν τί δή ποτε θρηνεῖτε; οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες δηλονότι ᾔδεσαν· εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες ; εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν, οὐδὲ ἀνέστη· πῶς οὖν ἡμᾶς ἀπὸ τούτων προτρέπει εἰς πίστιν ; ἄρα οὐ λῆρος μᾶλλον ἢν κατ’ αὐτοὺς καὶ ἀπατεών ; εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέπεται ; ὥστε πάντα ταῦτα ἕωλα αὐτοῖς· “ πρωτότοκος,” φησὶν, “ ἐκ τῶν ωεκρῶν,” ἀπαρχὴ,οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ; καὶ ὅρα πῶς οὐδὲν ἐνταῦθα ἀπὸ λογισμῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν. Κορινθίοις μὲν γὰρ γράφων πολλὰ καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε τοῦτο ἐπήγαγε· “ ἄφρων “ σὺ, ὃ σπείρεις οὐ ζωογονεῖται·” κυριώτερον γὰρ τοῦτο· ἀλλ’ ὅταν τῷ πιστῷ διαλέγηται, πρὸς δὲ τὸν ἔξω, ποίαν ἃν ἰσχὺν ἔχοι τοῦτο ; “ οὕτω,” φησὶν, “ ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ·’’ πάλιν “ κοιμηθέντας,” οὐδαμοῦ τοὺς ἀποθανόντας· ἀλλ’ ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ ἀπέθανεν ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως ἕπετο, ἐνταῦθα δὲ “ τοὺς κοιμηθέντας·” πῶς διὰ τοῦ Χριστοῦ ; ἢ διὰ Ἰησοῦ κοιμηθέντας, ἣ διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς μὲν κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, τουτέστιν, τοὺς πιστούς· ἐνταῦθα οἱ αἱρετικοί φασιν, ὅτι τοὺς βαπτισθέντας· τὸ γὰρ οὕτως ποῦ ἵπταται ; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος· τίνος ἕνεκεν, φησὶ, “ τοὺς κοι- “ μηθέντας;” ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως σεως διαλέγεται· τοὺς γὰρ κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησὶ, καὶ πολλαχοῦ οὕτως λέγει· προσεκτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ Ἰησοῦ τὸ ἀπέθανεν εἶπεν, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς κοιμηθέντας· ὡς ἐκεῖ μὲν θανάτου ὄντος διὰ τὸ μηδέπω λελύσθαι· ἐνταῦθα δὲ κοιμήσεως διὰ τὸ ἤδη λελύσθαι· “ τοῦτο γὰρ ὑμῖν,” φησὶ, “ λέγομεν ἐν “ λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν πα- “ ρουσίαω τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας,” περὶ τῶν πιστῶν λέγων· καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ λόγος μόνον ἦν, ἀλλὰ καὶ περὶ ἀναστάσεως ἐν δόξῃ. ἀναστάσεως μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ’ οἱ ἐν Χριστῷ. ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν· διὰ τοῦτο γὰρ καὶ προιὼν φησί· “ καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·” πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται ; τουτέστιν, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς· τὸ δὲ “ ἄξει σὺν αὐτῷ’’ δείκνυσι πολλαχόθεν ἀγομένους. τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου. τοῦτο ξένον ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν· ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ, φησὶ, τουτέστιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέγομεν, ἀντὶ τοῦ κατὰ ἀποκάλυψιν· οὐ γὰρ ἦν περὶ μελλόντων πιστεύεσθαι λέγοντα, μὴ ἐκεῖθεν μαθόντα. Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ καὶ ἐν τῆ πρὸς Κορινθίους φησὶν, “ ὅτι ἐν ἀτόμῳ, ἐν “ ῥιπῇ ὀφθαλμοῦ,’’ ἐνταῦθα καὶ τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησεν· ἐπειδὴ γὰρ δοκεῖ τὸ πρᾶγμα δύσκολον εἶναι, ὥσπερ ἐστὶ, φησὶν, εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας· τὸ δὲ “ ἡμεῖς” οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ ἔμελλε μέχρι τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει· διὰ τοῦτο προσέθηκεν “ οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ “ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·” ὡσανεὶ ἔλεγε, μὴ νομίσῃς ἐργωδίαν εἶναι, Θεός ἐστιν ὁ ποιῶν, οἱ ζῶντες τότε, τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας, οὐ μὴ προλάβωσιν, ἀλλ’ ὥσπερ εὔκολον ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυμένους. ἀλλ’ εἰσί τινες οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι· τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἣ διαλυθέντα ἀναστῆσαι πάλιν ; ἆρα ἀγνοοῦσιν ὅτι πᾶσα ζωὴ ἀπὸ φθορᾶς γίνεται ; πάντα φυτὰ, πάντα σπέρματα· καὶ ὅτι ἡ συκῆ ἡ τοιαύτη καὶ τηλικαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης καὶ αὐτῆς διαφθαρείσης πρῶτον; κἂν μὴ σαπῇ καὶ διαλυθῇ οὐδὲν τούτων ἔσται τῶν ἐν αὐτῇ· εἰπέ μοι, πόθεν τοῦτο γίνεται ; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. τί δὲ, εἰπέ μοι· οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον ; πόθεν εἰς τοσαῦτα μεταβάλλεται ; τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον· πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν εἰς τοσαῦτα τρέπεται ; ἐπὶ δὲ του αὐτοῦ εἶπε μοι, ἐγγύτερον γάρ· τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον, πῶς εἰς ἕκαστον τῶν ἐν ἡμῖν μορίων τρέπεται τε καὶ μεταβάλλεται ; πῶς εἰς ὀφθαλμούς ; πῶς εἰς ὦτα ; πῶς εἰς χεῖρας ; πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διαπλάττεται ; ἆρα οὐ πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον ; οὔχι καθ’ εκαστην ἡμέραν ὁρᾷς ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινομένην; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθεν ; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃς αὐτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει ; ὅταν οὖν ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ. Ιωάννου. “ τότε γὰρ,” φησὶν, “ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευ- “ θἠσονται·” τί δήποτε ἐν σάλπιγγι ; καὶ γὰρ καὶ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ Ἀγγέλους καλεῖ· τι δαὶ βούλεται ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ; καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν, ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος· ἤ τοι τοῦτο φησὶν, ἢ καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, Ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων· λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροὶ, καὶ γίνεται τὸ ἔργον, οὐ τῶν Ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ. τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ Χριστὸς, “ ἀποστελεῖ τοὺς Ἀγγέλους αὐτοῦ “ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς “ αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν, ἕως ἄκρων “ αὐτῶν.’’ τὸν οὖν Ἀρχάγγελον οἶμαι, τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο· ὅτι ἑτοίμους ποιεῖτε πάντας, πάρεστι γὰρ ὁ κριτής. τί ἐστιν “ ἐν τῇ ἐσχάτῃ σάλπιγγι ;" δείκνυδιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γενομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Ἄλλοσ φησί· σάλπιγγι παρεικάζειν εἴωθεν ἡ γραφὴ τοὺς τὸ τοῦ Χριστοῦ κηρύττοντας θέσπισμα· καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις, “ καθέστακα ἐφ’ ὑμᾶς “σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ ε7παν, ἀκου- “ σόμεθα·’’ σάλπιγξ ἦν Μωυσῆς καὶ πάντες οἱ προφῆται καὶ Ἀπόστολοι, καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι· " σαλπιοῦσι γὰρ τῇ ’^^ (sakniyyi τῇ μεγάλῃ, ’ κατὰ τὸν HaaYav περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ προφητεύοντα· ἔφη δὲ καὶ Εαχαρίας περὶ τῆς ἐσχάτης σάλπιγγος, " Κύριος παντοκράτωρ σάλπιγγι σαλπιεῖ·’’ ταύτης σύμβολον ὑπῆρχον αἱ ἐν τῇ Ιεριχὼ γενόμεναι σάλπιγγες, δι’ ωτν αὐτή τε καὶ τὰ τείχη ταύτης αὐτομάτως κατέπεσον· καὶ τῷ Ἠσαίᾳ, φησὶν, *’ ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ- ’* γειλον τῷ λαῷ τὰ ἁμαρτήματα αὐτῶν·’’ ἐσχάτη τοίνυν σάλ- πιγξ ἡ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦ κριτοῦ τὴν παρουσίαν σημαίνουσα. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Ἰπάννου. Εἶ’ μέλλει δὲ καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησό. μέθᾳ ; τιμῆς ἕνεκεν. καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγινομένου, οἱ μὲν παῖδες καὶ ἄξιοι παῖδες ε7ναι ἐπ’ ὀχήματος ἐξάγονται, ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκιῶν ἔνδον μένου- σιν. ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. ὁρᾷς τὴν τιμὴν ὅσην καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα. βαβαὶ, ὅσων ἀγαθῶν τὸ γένος ἠξίωσε τὸ ἀνθρώπινον ; πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπαντὴ γίνεται, ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ’ ὁ διαφθαρεὶς ὁ τοσαῦτα ἔτη ἔχων ἐν τῇ γῇ, μετ’ ἐκείνων ἀπαντῆσαι· εἰ γὰρ ἐκεῖνοι ἡμᾶς ἀνέμειναν, ἵνα στεφανωθῶμεν, τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν, πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους, μᾶλλον δὲ ἐκεῖνοι μὲ, αγεμει- νᾶν, ἡμεῖς δὲ οὐκέτι. ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ· τὸ δὲ λέγειν ὅτι συνάγονται, ἀνίστανται μὲν, φησὶ, πανταχοῦ· συνάγονται δὲ ὑπὸ τῶν Ἀγγέλων· τὸ μὲν οὖν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρα- καταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος· ὥσπερ τότε ἐκάλεσε τὸν άζαρον, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν τῶν ὑπηρετῶν γίνεται. ἀλλ’ εἰ συνάγουσι καὶ προτρέπουσιν Ἄγγελοι, πῶς ἐνταῦθα οὗτοι ἁρπά- ζονται ; μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συναχθῆναι· καὶ ὅταν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ἔσται τοῖς Ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ σάλπιγγες, μᾶλλον δὲ ὁ τῶν σαλπίγγων ἦχος. Δῆλον μέντοι κἀκεῖνο, ὅτι ὅταν εἴπῃ, οἱ νεκροὶ ἐν Χριστῷ ἀνα- στήσονται πρῶτον, οὐκ ἀναιρῶν τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας δικαίους λέγει· πῶς γάρ ; ὁ γε σαφῶς ἐν τῇ πρὸς Ἐβραίους λέγων, ’* καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως “ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι “προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν,’’ ὡς δῆλον, ὅτι σὺν αὐτοῖς τελειοῦσθαι μέλλουσιν· ἀλλ’ ἐπειδὴ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ταῦτα ἔγραφεν, ὡς πρὸς τοὺς μὴ πεπιστευ- κότας, τὸ ἐν Χριστῷ διαστέλλων λέγει. ΣΕΥBΡ1ΛΝὸΣ δὲ . . . ζῶντας ἔτι τινὰς βούλεται καταλαμβά- νεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι ἐκ τοῦ " ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου·’’ καὶ τοιοῦ- τόν ἐστιν ὁ φησιν ὁ Σωτῆρ’, " ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ " Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξαπίνα ἦλθεν “κατακλυσμὸς, καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ “υἱοῦ τοῦ ἀνθρώπου·’’ οὐκοῦν, φησὶ, ζῶντες καταλαμβάνονται τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· *’ μέσης δὲ ** οὔσης νυκτὸς,’’ φησὶ, " φωνὴ ἐγένετο, ὁ νυμφίος ἔρχεται.’’ ὅτι δὲ ζῶντες καταλαμβάνονται οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ Κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων, " δύο ἔσον- “ τᾶι ἐν κλίνῃ, ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται, καὶ “ δύο ἔσονται ἀλήθουσαι, ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφε- “ θήσεται·“ καὶ ὁ Κύριος δὲ καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται η παρουσία·

---

Catenae (Novum Testamentum), Catena In Epistulam I Ad Thessalonicenses, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg023.local001/.
