# Catena In Epistulam II Ad Corinthios ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ TΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ B EΠΙΣTOΛΗN..1

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ TΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ B EΠΙΣTOΛΗN.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-corinthios/%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20THN%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20T%CE%9F%CE%A5%CE%A3%20%CE%9A%CE%9F%CE%A1%CE%99%CE%9D%CE%98%CE%99%CE%9F%CE%A5%CE%A3%20B%20E%CE%A0%CE%99%CE%A3TO%CE%9B%CE%97N..1

Εὐχαριστlα περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν. ΠΑΥΛΟΣ ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἀγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαίᾳ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ πέμψας ἐκεῖ τὸν Τιμόθεον, νῦν ἀπολαβὼν βῶν αὐτὸν, ἑαυτῷ συνάπτει. Ὄρα δὲ, ποτὲ μὲν τέκνον αὐτὸν καλεῖ, “ὡς πάτρι’ γὰρ, φησὶ, “τέκνον ἐδούλευές μοι,” ποτὲ δὲ συνεργόν· “τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγὼ,” νῦν δὲ ἀδελφὸν, διὰ πάντων ἀξιόπιστον αὐτὸν ποιῶν. τοῖς ἁγίοις—. Ἁγίους αὐτοὺς καλεῖ, ἐμφαίνων ὅτι εἴ τις γεώδης, ταύτης ἐκτός ἐστι τῆς προσρήσεως. Δοκοῦσι δὲ οὗτοι κοινῇ σαλεύεσθαι, διὰ τοῦτο καὶ κοινὴν ποιεῖται τὴν ἴασιν· τοῦτο καὶ πρὸς Γαλάτας καὶ Ἑβραίους γράφων ποιεῖ. Χάρις ὑμῖν. τὴν συνήθη προσηγορίαν καὶ τούτοις ἐπεύχεται. Επαγγειλάμενος ἦν ἐν τῇ πρώτῃ Ἐπιστολῇ ἀπιέναι πρὸς αὐτοὺς, ἀλλ’ ἐκωλύθη, πειρασμῶν μεγάλων αὐτὸν καταλαβόντων· “ Εὐλογητὸς “ ὁ Θεὸς,” ἐνταῦθα στικτέον, “καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν “Χριστοῦ,” ἡμῶν γὰρ Θεὸς, τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ. ταύτην τὴν διαίρεσιν καὶ ὁ δεσπότης ἡμᾶς ἐδίδαξεν· ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, “ ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς,” σαφῶς διδάσκων, ὡς αὐτοῦ μέν ἐστι Πατὴρ, τῆς δὲ κτίσεως ποιητὴς καὶ δεσπότης. Ἄρχεται οὖν εὐφυῶς καταβάλλειν ἀπολογίας σπέρματα. Εὐχαριστῶ γὰρ, φησὶ, τῷ Θεῷ, ὅτι παρεκάλεσεν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν. Εθος γὰρ τοῖς ἁγίοις ἐκ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν ὀνομάζειν τὸν Θεὸν ἐπιμένειν νίκης πολέμων· “ ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου.” νῦν δὲ θεὸν οἰκτιρμῶν καὶ παρακλήσεως ὀνομάζει. Ὅρα δὲ τὸ ταπεινὸν τοῦ ἁγίου τούτου· λυτρωθεὶς τῶν διὰ τὸ κήρυγμα πειρασμῶν, οὐ λέγει ὅτι κατ’ ἀξίαν ἐλυτρώθην, ἀλλὰ κατ’ οἰκτιρμοὺς καὶ ἔλεον. Ἐπὶ πάσῃ τῆ θλίψει ἡμῶν. Οὐκ εἶπεν, ὁ μὴ ἐῶν ἡμᾶς θλιβῆναι· οἶδε γὰρ τὰς θλίψεις συμφερούσας, ἀλλ’ ὁ παρακαλῶν· εἰπὼν δὲ, “ ἐν πάσῃ τῇ θλίψει,” δηλοῖ καὶ συνεχεῖς θλίψεις καὶ συνεχεῖς παρακλήσεις. Εἰς τὸ δύνασθαι. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, οὐ παρεκλήθην, φησὶ, διὰ τὸ εἶναι με ἄξιον παρακλήσεως, ἀλλ’ ἵνα ἐκ τοῦ ὑποδείγματος τῆς εἰς ἐμὲ παρακλήσεως ἄλλους ὄντας ἐν πειρασμοῖς δυνηθῶ παρακαλεῖν, ὥστε διὰ τὴν τῶν ἄλλων ὠφέλειαν οὐ δι’ ἐμὲ ἡ παράκλησις, ἣ ὅτι ἡ εἰς ἐμὲ, φησὶ, παράκλησις καὶ ἄλλους παρακαλεῖ τοὺς οἷον ἀλγοῦντας ἐπὶ ταῖς ἐμαῖς θλίψεσιν. Ὅτι καθὼς— Ἵνα μὴ δόξωσί τινες, ὡσανεὶ μὴ φροντιζομένων τῶν Ἀποστόλων παρὰ θεοῦ γίνεσθαι αὐτοῖς τὰς συνεχεῖς θλίψεις. Ὅρα πῶς ἐξαίρει τὸ πρᾶγμα, λέγων τοῦ Χριστοῦ εἰσιν αἱ θλίψεις καὶ τὰ παθήματα, ἃ ἡμεῖς ὑπομένομεν· αὗται δὴ τὰ περισσεύουσιν εἰς ἡμᾶς, ὡσεὶ ἔλεγεν, οὐχ ὅσα πέπονθεν ὁ Χριστὸς πάσχομεν, ἀλλὰ καὶ πλείω. τοῦτο καὶ ἀλλαχοῦ φησι, “ καὶ ἀναπληρῶν τὰ ὑστερή- “ μάτα τοῦ Χριστοῦ·” τοῦτο καὶ αὐτὸ καθ’ ἑαυτὸ ἄνευ τῆς ἀπὸ Θεοῦ παρακλήσεως ἀρκεῖ εἰς παραμυθίαν· τὸ δὲ εἰδέναι ὅτι τοῦ Χριστοῦ ἐστὶ τὰ πάθη ἃ αὐτοὶ πάσχουσι, μὴ ὅτι καὶ ἡ παράκλησις τοῦ Χριστοῦ περισσεύουσα ἦν εἰς αὐτοὺς, εὐθυμίας αὐτοῖς ἀφορμὰς ἐμποιεῖ, ὡσεὶ ἔλεγε, περισσαὶ μὲν αἱ θλίψεις, ἀλλὰ πολλῷ μᾶλλον ἡ παράκλησις. Περισσεύει ἡ παράκλησις. Οὐ κατ’ ἀναλογίαν φησὶ τῶν θλίψεων ἡ παράκλησις, ἀλλὰ πολλῷ μείζων· περισσεύει γὰρ ἡ παράκλησις. Εἴτε δὲ θλιβόμεθα. Εἰ θλιβόμεθα, ὑπὲρ τῆς ἡμῶν σωτηρίας καὶ παρακλήσεως θλιβόμεθα, πῶς; ὅτι ἐξῆν ἡμῖν ἀπαγορεύσασι τὸ κηρύσσειν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ εἶναι, ἀλλὰ μᾶλλον αἱρούμεθα θλίβεσθαι καὶ κινδυνεύειν, ἵνα ὑμᾶς διὰ τοῦ κηρύγματος σώσωμεν καὶ παρακαλέσωμεν πρὸς τὴν πίστιν οὐκοῦν ὑπὲρ τῆς ὑμῶν σωτηρίας τὰς θλίψεις ὑπομένομεν τῆς ἐνεργουμένης ἐν ὑμῖν. Ἐνεργουμένης. Ἐνεργεῖται ἐν ὑμῖν ἡ σωτηρία, φησὶν, ἐν ὑπομονῇ οὖσι τῶν ἴσων ἡμῖν παθημάτων· ὥσπερ γὰρ ἡμεῖς κηρύσσοντες Πειραζόμεθα, οὕτω καὶ ὑμεῖς μαθητεύοντες· πολλὴν δὲ ἀρετὴν αὐτοῖς μαρτυρεῖ, ὅτι μετὰ πειρασμῶν ἐδέχοντο τὸ κήρυγμα. Καὶ ἡ ἐλπίς. Τουτέστιν, ὅσα ἃν πάσχητε θαρροῦμεν ὅτι οὐ παρατραπήσεσθε, οὔτε ὑπὲρ ὧν ὑμεῖς πάσχετε, οὔτε ὑπὲρ ὧν ὑμᾶς πάσχοντας ὁρᾶτε. Ἄνω εἰπὼν ὅτι ὑπὲρ τῆς ὑμῶν σωτηρίας θλιβόμεθα, ἵνα μὴ δόξῃ ἐπαχθής τις εἶναι· νῦν λέγει, ὅτι καὶ ὑπὲρ τῆς ὑμῶν σωτηρίας παρακαλούμεθα, ἵνα μὴ ἀπαγορεύσαντες ἀμελήσωμεν τῆς σωτηρίας ὑμῶν, ἣ ἵνα παραβληθῆτε ὁρῶντες ἡμᾶς ὑπὸ τοῦ Θεοῦ παρακαλουμένους· ὥσπερ γὰρ φησὶ, κοινωνοί ἐστε τῶν παθημάτων ἡμῶν, οὕτως ἔδει κατὰ τὸ ἀκόλουθον κοινωνοὺς εἶναι καὶ τῆς παρακλήσεως. Ὥσπερ κοινωνοί ἐστε. Τοῦτο γὰρ εἰδότες ἐσμὲν, ὅτι ὥσπερ ἐστὲ τῶν πειρασμῶν κοινωνοὶ, οὕτως ὑμᾶς ἐπάναγκες εἶναι δεῖ καὶ τῆς παρακλήσεως. Οὐ γάρ. Εἶτα ἐπειδὴ ἀπροσδιορίστως θλίψεως ἐμέμνητο, νῦν λέγει ποίας, ἵνα μηδὲν ἀνοεῖτε τῶν κατ’ ἐμὲ, φησὶν, ὅπερ ἀγάπης ἐστὶν, ἣ ἵνα μὴ ἀγνοοῦντες τὰ συμβάντα ἡμῖν μέμνησθε διὰ τί κατὰ τὰς ὑποσχέσεις οὐκ ἤλθομεν πρὸς ὑμᾶς· τοῦτο καὶ ἐν τῇ ἔλεγεν Ἐπιστολῇ, ὅτι θύρα μοι ἀνέῳκται, καὶ ἀντικείμενοι πολλοί. Μέγας ἦν, φησὶν, ὁ πειρασμὸς καὶ τὴν ἐμὴν ὑπερβαίνων δύναμιν. Ἔνι γὰρ καὶ μέγαν ὄντα φέρεσθαι γενναίως παρά τινος. Ὥστε ἐξαπορηθῆναι. Καὶ οὕτως ἦν, φησὶ, μέγας, ὡς καὶ αὐτοῦ τοῦ ζῆν ἐκδιωχθῆναι ἡμᾶς· τὸν δὲ τοιοῦτον ὁ Δαυὶδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου. Ἀλλὰ αὐτοὶ— Tὸ ἀπόκριμα, τουτέστι, τὴν ψῆφον, τὴν κρίσιν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἄχρις ἡμῶν, φησὶ, καὶ τῆς ἡμῶν ἐννοίας ἔστη ἡ τοῦ θανάτου προσδοκία· ὁ γὰρ Θεὸς οὐκ εἴασεν αὐτὴν εἰς ἔργον προελθεῖν, διδάσκων ἡμᾶς μὴ πεποιθέναι ἐπ’ ἰδίᾳ δυνάμει ἣ βουλῇ, ἀλλ’ ἐπ’ αὐτῷ μόνῳ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ, φησὶ, τὸν Θεὸν πεποιηκέναι οὐχ ὡς αὐτοῦ Παύλου δεομένου μαθεῖ τίς γὰρ αὐτοῦ μᾶλλον ᾔδει τῷ ἐπὶ μόνῳ Θεῷ ἐλπίζειν ; ἀλλ’ ἵνα δι’ ἡμῶν οἱ ἄλλοι τοῦτο μάθωσι· καὶ οὕτως ἑαυτῶν, φησὶν, ἀπέγνωμεν παντελῶς, ἵνα τὴν ἐλπίδα ἐπὶ μόνῳ Θεῷ σχῶμεν· ὁ δὲ ἑαυτοῦ προαπογινώσκων, πῶς ἂν οἰκείᾳ βουλῇ ἣ δυνάμει ἢ ἀπολογίᾳ σώζεσθαι ἐλπίσιν ὡς ἐξακολούθον τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῷ. Ἀλλὰ αὐτὸν ἐν ἑαυτοῖς. Tὸ ἀπόκριμα, τὴν ψῆφον, τὴν προσδοκίαν, τὴν κρίσιν· τοιαύτην ἠφίει τὰ πράγματα φωνήν· τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα ὅτι ἀποθανούμεθα πάντως, οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ὑμετέρας· ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλὰ τῇ διανοίᾳ ἡμῶν τοῦτο συμβῆναι συνεχώρησε· διὸ καὶ ἐν ἑαυτοῖς, φησὶ, τὸ ἀπόκρίμα τοῦ θανάτου ἐσχήκαμεν. Ἅμα μὲν ἐμφαίνει τὸ τοῦ κινδύνου μέγεθος, μονονουχὶ λέγων, ὅτι νεκροὺς γενομένους ἀνέστησεν, ἅμα δὲ καὶ τοῦ τῆς ἀναστάσεως αὐτοὺς ὑπομιμνήσκει λόγου, ὃν πολὺν ἐποιήσατο ἐν τῇ πρώτῃ Ἐπιστολῇ. Οὐκ εἶπε κινδύνου, ἀλλὰ θανάτου, ὅπερ καὶ τὸ ὑπερέχον τῶν κινδύνων δηλοῖ, καὶ τὴν ἀνάστασιν πάλιν παρετίθει, ὡσεὶ ἔλεγε, τι ἀπιστοῦσί τινες τῇ ἀναστάσει ; ἤδη δι’ δῶσι δείγματα ταύτης ὁ Θεός· ἡμᾶς γὰρ τῷ ὅλῳ μέρει νεκρωθέντας ἤγειρεν. Ἔτι ῥύσεται. τοῦτο δείκνυσι τὸν αὐτοῦ βίον ἀεὶ ὄντα ἐν προσδοκίᾳ θλίψεων· τὸ γὰρ “ ῥύσεται εἰδότος ἢν ἀεὶ ἕξειν πειρασμούς. Ὄρα δὲ ταπεινοφροσύνην· Παῦλος τῆς Κορινθίων εὐχῆς τὴν συνέργειαν αἰτεῖ· τοῦτο δέ ἐστι καὶ διδάσκοντος τῆς εὐχῆς τὸ ἀναγκαῖον. Ῥύσεται δὲ ἡμᾶς ὁ Θεὸς, καὶ ὑμῶν εἰς τὴν εὐχὴν συνεργούντων, ἵνα, φησὶ, κοινὴν τὴν χάριν ἐμοὶ τε καὶ ὑμῖν παράσχῃ, ἵνα ἐν πολλῷ προσώπῳ, τουτέστι, διὰ πολλῶν προσώπων τῶν ὑμετέρων δηλονότι εὐχαριστηθῇ ὁ Θεὸς ὑπὲρ τῆς εἰς ἐμὲ χάριτος. Ἡ γὰρ καύχησις. Επειδὴ εἶπεν ἄνω διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ ἠλεῆσθαι, ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ῥᾳθυμότερον ποιήσῃ, λέγει, δεῖ καὶ οἴκοθεν ἔχειν τῆς σωτηρίας τὰς ἀφορμὰς ἀπὸ συνειδότος Χριστοῦ· τὸ μαρτύριον γὰρ, φησὶ, τῆς συνειδήσεως ἡμῶν, ὡσεὶ ἔλεγε, τὸ συνειδὸς ἡμῶν μαρτυροῦν ἡμῖν ἀγαθὰ, καὶ ὅτι ἐν ἁπλότητι ἀνεστράφημεν ἐν τῷ κόσμῳ, μεγίστην παρακλήσεως πρόφασιν δέδωκεν ἡμῖν, μᾶλλον δὲ οὐ παρακλήσεως μόνον, ἀλλὰ καυχήσεως. Ἐν ἁπλότητι— Ανευ δόλου, ἄνευ ἐπικαλύμματός τινος καὶ ὑποκρίσεως. Οὐκ ἐν σοφίᾳ. Οὐκ ἐν δεινότητι καὶ στροφῇ λόγων, συσκιαζούσῃ τὴν ἀλήθειαν ἀνεστράφημεν· ὅρα δέ· ἐφ’ οἷς μέγα ἐφρόνουν οἱ ψευδαπόστολοι, ταῦτα αὐτὸς ἀποσείεται καὶ φεύγει· ἀλλ’ ἐν χάριτι Θεοῦ· τουτέστι σημείοις καὶ τέρασιν, ἅτινα ἦν χαρίσματα Θεοῦ. Περισσοτέρως. Πῶς ; ὅτι μετὰ τῶν σημείων ἔτι καὶ ἀδάπανον παρ’ αὐτοῖς τὸ εὐαγγέλιον ἐκήρυξε, καὶ ὅρα, ὅπερ ἢν αὐτοῦ κατόρθωμα, τοῦτο τῇ χάριτι τοῦ Θεοῦ ἀνατίθησιν. Οὐ γὰρ ἄλλα γράφομεν. Επειδὴ μέγα ἐφθέγξατο περὶ ἑαυτοῦ, ἵνα μή τις νομίσῃ κόμπον αὐτὰ ῥημάτων εἶναι χηρεύοντα τῶν ἔργων, αὐτοὺς τοῦ ἀληθεύειν παράγει μάρτυρας· οὐ γὰρ ἄλλα ἐγράφομεν ὑμῖν, τουτέστι ξένα καὶ ἀλλότρια ἡμῶν· ἐγεγραφήκει γὰρ πρότερον ὡς ἀδάπανον ἐκήρυξε τὸ Εὐαγγέλιον παρ’ αὐτοῖς, ἀλλ’ ἐκεῖνα, φησὶν, ὑμῖν ἐγράφομεν, “ ἃ ἀναγινώσκετε,” τουτέστιν, ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις· καὶ τι λέγω, φησὶν, ἅτινα ὑπομιμνήσκεσθε, ἅτινα μὲν οὖν ἐπιγιγνώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι διὰ τὸ πρόδηλον αὐτῶν, ἀλλὰ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως. Ἐλπίζω δὲ— Ὁρᾷς ὅτι οὐδὲν ἐπηρμένον λαλεῖ, ἀλλὰ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἐλπίζω γὰρ, φησὶν, εἰς τὸν Θεὸν, ὅτι ἕως τέλους ἐπιγνώσεσθε ἡμᾶς τοιούτους ὄντας, οἵους αἱ ἐπιστολαὶ δηλοῦσι, καὶ ὁ παρελθὼν δηλοῦται βίος· καθὼς φησὶν ἀπὸ μέρους, οἷον ἐκ μέρους ἔγνωτε· μετριάζει δὲ τοῦτο λέγων. Εἶτα ἵνα μὴ φορτικὸς εἶναι δόξῃ, περὶ ἑαυτοῦ λέγων, κοινὰ τὰ αὐτοῦ ποιεῖται κατορθώματα. Εἰ γὰρ τοιοῦτος, φησὶ, δειχθῶ, οἷον εἴρηκα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, οἷον ἐν τῇ κρίσει· οὐδὲ γὰρ δεῖ, φησὶ, τὰ παρόντα σκοπεῖν, οἷον τὰς ὕβρεις, τὰ ὀνείδη, ἃς ἀκούομεν οἱ Ἀπόστολοι· εἰ τοιοῦτοι γὰρ οὖν δειχθῶμεν, καύχημα ὑμῶν ἐσμεν· πῶς ; ὅτι τοιούτων ἠπορήσατε διδασκάλων τῶν οὐδὲν ἀνθρώπινον διδαξάντων· καὶ ἡμεῖς δὲ ἐν ὑμῖν καυχησόμεθα, ὅτι τοιούτων ἠπορήσαμεν μαθητῶν τῶν μὴ σαλευομένων ἢ σκανδαλιζομένων ἐν τῷ πάσχειν κακῶς τοὺς αὐτῶν διδασκάλους.

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg013.local001/.
