Ancient Greek
ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.
Not analysed yet
α΄. Εὐχαριστία περὶ Θεοῦ βοηθείας, ἐν ᾗ πεποιθέναι φησίν. β΄. Περὶ ἀγάπης τῆς πρὸς αὐτοὺς, καὶ φειδοῦς εἰς τὸ μὴ λυπεῖν, εἰ καὶ λυπῶν ὠφελεῖ, ὡς ἐπὶ τοῦ διὰ πορνείαν ἐπιτιμηθέντος, ᾧτ’ καὶ συγχωρεῖ. γ΄. Περὶ τῆς δι’ αὐτοῦ ὠφελείας τοῖς ἐπιτηδείοις, δι’ ἧς καὶ συνίστασθαι φησίν. δ΄. Περὶ τῆς κατὰ πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον. ε΄. Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται. ς΄. Περὶ τῆς κατὰ σῶμα ἀσθενείας καὶ τῆς τοῦ σώματος ἀποθέσεως, καὶ ἐπαναλήψεως. ζ΄. Περὶ τῆς αὐτοῦ φιλοθεότητος καὶ φιλαδελφίας τῆς κατὰ Χριστόν. η΄. Περὶ ἀποδοχῆς τῆς Κορινθίων ὑπακοῆς, καὶ ἀγάπης εὐφραινούσης αὐτὸν. ἠ’. Προτροπὴ πρὸς ἐπίδοσιν χρημάτων τοῖς ἁγίοις, καὶ τιμὴν τῶν διὰ τοῦτο ἐρχομένων. ί Διήγησις τῶν ἰδίων πόνων καὶ προθέσεως καὶ τῆς ἐπ’ αὐτῷ χάρι. τῆ πρὸς τὸ μὴ τοῖς ἐπιπλάστως προστίθεσθαι Κορινθίοις.