# Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Δ..1

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ΚΕΦ. Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-corinthios/%CE%9A%CE%95%CE%A6.%20%CE%94..1

Περὶ τῆς κατὰ Πνεῦμα λειτουργίας καὶ δόξης θειοτέρας τῆς κατὰ τὸν νόμον. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξη, ὥστε μὴ δύνασθαι ἐνατενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπονΜωὐ̓σέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ; Διδάξας ἐν τοῖς ἄνω τὴν διαφορὰν τῆς νέας ὥσπερb τὴν παλαιὰν, τῷ ἐκείνην μένειν ἐν λίθοις καὶ ἐν μέλανι, ταύτην δὲ ἐν Πνεύματι καὶ ἐν καρδίαις, νῦν θέλει δεῖξαι, ὅτι καὶ ἐν δ̀οόξῃ μεῖζον ἡ νέα· καὶ ἐπειδὴ ἡ παλαιὰ αἰσθητὴν ἔσχε δόξαν, τὴν τοῦ προσώπου Μώσεως, ἡ δὲ νέα νοητὴν, ἀπὸ συλλογισμοῦ τὴν ὑπεροχὴν δείκνυσι· καὶ ὅρα εὐθέως διακονίαν αὐτὴν λέγει θανάτου, καὶ ἐν γράμμασι καὶ ἐν λίθοις ἐκτετυπωμένην· ὡσεὶ ἔλεγεν· οὐκ ἦν βοήθειά τις ἐκεῖ ἣ ἄφεσις, ὡς ἐπὶ τοῦ βαπτίσματος, ἀλλὰ γράμ- γράμματα μόνον καὶ τιμωρία ἀνεξάλειπτος, ἅ τε λίθος ἐγκεκολαμ- μένη. τοῦ θανάτου ἐν γράμμασιν. Διακονίαν θανάτου τὸν νόμον λέγει, καὶ ὁρ́α, οὐκ εἶπε ποιητικὸν θανάτου· οὐ γὰρ αὐτὸς ὤθει πρὸς ἁμαρτίαν καὶ θάνατον, ἀλλὰ διακονίαν· διηκόνει γὰρ τῷ νομοθέτῃ, καὶ τοὺς ἀξίους θανάτου ἐθανάτου. Θεοδρίτοτ. τὴν διακονίαν τοῦ νόμου διακονίαν θανάτου προσἠγόρευσεν, ἐπειδὴ τοὺς παραβαίνοντας ὁ νόμος ἐκόλαζεν· εἰ τοίνυν, φησὶν, ἔνθα τιμωρία καὶ θάνατος καὶ γράμματα λίθοις ἐγκεκολαμμένα, τοσαύτην, ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέξατο, πολλῷ μᾶλλον οἱ τῷ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσουσι δόξης. Ὥστε μὴ δύνασθαι ἐνατενίσαι. Ἐπαίρει τὴν τοῦ νόμου δόξαν, ἵνα πλέον αὐξήσῃ τὴν τῆς νέας· ἣ ὅτι τοῦτο κατηγορία ἐστὶν Ἰουδαίων, ὅτι οὕτω, φησὶν, ἦσαν παχεῖς, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν. Διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Ἄνω ἐπάρας τὴν τοῦ νόμου δόξαν, νῦν ἠρέμα καθαιρεῖ αὐτήν· οὐ γὰρ ὁ νόμος εἶχε τὴν δόξαν, ἀλλ’ ὁ Μώσης· καὶ ὁ Μώσης δὲ οὐ μένουσαν ἔχει δόξαν, ἀλλὰ καταργουμένην, τουτέστι, παυομένην· ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαιρεῖ, ἵνα συγκαθέλῃ τὰ Ἰουδαικά· οὕτω δὲ, φησὶν, ἦσαν παχεῖς οἱ Ἰουδαῖοι, ὡς μηδὲ τὴν αἰσθητὴν δόξαν ἱκανοὺς εἶναι ὁρᾷν. Ἡ διακονία τοῦ Πνεύματος. Ὥσπερ διακονίαν θανάτου τὸν νόμον ἐκάλεσεν, οὕτω κατὰ τὸ ἀκόλουθον ὤφειλε τὴν νέαν καλέσαι διακονίαν ζωῆς, ἀλλὰ τοῦτο μὲν σιωπᾷ, τὸ δὲ μεῖζον λέγει· διακονίαν γὰρ αὐτὴν Πνεύματος καλεῖ, τοῦ καὶ τὴν ζωὴν παρέχειν ἐξουσίαν ἔχοντος. διακονίαν Πνεύματος λέγων διὰ τὴν ἐπιφοίτησιν τοῦ Ἁγίου Πνεύματος, οἱονεὶ τὴν παρασκευαστικὴν τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτησεως. Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως. Ἀπὸ συλλογισμοῦ τὸ εὔλογον ἔχοντος τὴν σύγκρισιν ποιεῖται· εἰ γὰρ δόξα, φησὶν, ἐστὶν ἐν τῷ νόμῳ, καίτοι ὄντι διακόνῳ θανάτου καὶ κατακρίσεως, πολλῷ μᾶλλον κατ’ αὐτὸ τὸ ἀκόλουθον οὐ μόνον ἐστὶν ἐν τῇ νέᾳ δόξα, ἀλλὰ καὶ περισσεύει· καὶ γὰρ περισσεύει· τοῦ γὰρ νόμου ἁμαρτωλοὺς λαμβάνοντος καὶ τιμωρουμένους, τὸ κήρυγμα ἁμαρτωλοὺς λαμβάνον ἐν τῷ βαπτίσματι οὐ μόνον ἀνευθύνους ἀφίησι, καίτοι ἤρκει καὶ τοῦτο, ἀλλὰ καὶ δικαιοῖ καὶ ἁγιάζει, καὶ εἰς υἱοθεσίαν καλεῖ, καὶ τὰς μελλούσας ἐλπίδας ἐπαγγέλλεται, ὅθεν καὶ διακονίαν δικαιοσύνης αὐτὴν καλεῖ, ὡς δικαιοῦσαν τοὺς ἀσεβεῖς. Καὶ γὰρ οὐ δεδόξασται. Καὶ τί, φησιν, ἀντιπαράθεσιν ποιῶ τῆς νέας καὶ τοῦ νόμου; τοσαύτη γὰρ φησὶν, ἐστὶν τῆς νέας ἡ διαφορὰ καὶ ἡ δόξα, ὅτι καὶ ἐν συγκρίσεως μέρει· τοῦτο γάρ ἐστιν ὃ λέγει ἐν τούτῳ τῷ μέρει, τουτέστι, τῷ τῆς συγκρίσεως, οὐδὲ δόξαν ἔχειν δόξει ἡ παλαιὰ, καίτοι δεδοξασμένη οὖσα, ὡς πρὸς ἀντιπαράθεσιν τῆς νέας. Θεοδωρήτου. Τοσαύτη γάρ ἐστιν, φησὶ, ἡ τοῖς διακόνοις τῆς χάριτος προσεσομένη δόξα, ὅτι οὐδὲ δόξαν εἴποι τις ἃν εἰκότως τὴν Μώσῃ προσγινομένην, ἀποβλέπων εἰς τούτους· ἐν νυκτὶ μὲν γὰρ τὸ λυχνιαῖον φῶς φανώτατον εἶναι δοκεῖ, ἐν μεσημβρίᾳ δὲ μέσῃ κρύπτεται, καὶ οὐδὲ φῶς εἶναι νομίζεται. τὸν δὲ νόμον ἐκάλεσε καταργούμενον, ὡς παυσόμενον τῇ τοῦ Χριστοῦ παρουσίᾳ, μένον δὲ τὸ τῆς χάριτος δῶρον, ὡς οὐ ληψόμενον τέλος. εἰ τοίνυν ἐκεῖνος, φησὶ, τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται. Τὸ δεδοξασμένον. Οἶον ὁ νόμος ὁ δόξαν ἔχων διὰ τοῦ προσώπου Μώσεως. Ἐν τούτῳ τῷ μέρει. Ἐν τῷ τῆς συγκρίσεως καὶ παραθέσεως. Ἕν ἔχει, τουτέστιν ἡ νέα. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης. Εἶτα καὶ ἐκ τοῦ μονίμου δείκνυσι τὴν διαφοράν· εἰ γὰρ ὁ καταργεῖσθαι, φησὶ, καὶ παύεσθαι μέλλων νόμος διὰ δόξης ἐδόθη, πόσῳ μᾶλλον ἡ ἀεὶ οὖσα καὶ ἐσομένη νέα ἔσται ἐν νοητῇ δόξῃ ; Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Ἐπειδὴ τὸ ἀσθενὲς τῶν ἀκροατῶν οὐκ ἔβλεπε τὴν δόξαν τῆς νέας, οὐ γὰρ ἦν αἰσθητὴ ἰλιγγία, εἰς τὸν μέλλοντα χρόνον αὐτοὺς παραπέμπει· διὸ καὶ ἐλπίδος μέμνηται· “ τοιαύτην,” φησὶν, “ ἐλπίδα.” τοιαύτην· ποίαν ; ὅτι τι μειζόνων ἡμεῖς ἠξιώθημεν. Πολλῇ παρρησίᾳ χρώμεθα. Επειδὴ οὖν μειζόνων ἡμεῖς οἱ τῆς νέας διάκονοι ἠξιώθημεν, μετὰ παρρησίας τὸ κήρυγμα κηρύσσομεν, οὐδὲν ἀποκρύπτοντες οὐδὲ ὑποστελλόμενοι, οὐδὲ δεδοικότες μὴ πλήξωμεν ὑμῶν τὴν συνείδησιν διὰ τὴν ἀτοπίαν τοῦ κηρύγματος, ὥσπερ ὁ Μώσης ἔπληττε τῶν Ἰουδαίων τὰς ὄψεις· ὑμεῖς γὰρ ἰδεῖν τὸ ἐνὸν τῷ κηρύγματι κάλλος δύνασθε, καὶ οὐκ ἃν πληγείητε ὁρῶντες οὐδὲ τὸν νοῦν οὐδὲ τὰς νοητὰς ὄψεις. Οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα. Διατὶ δὲ, ὡσεὶ, εἶπέ τις ἀνακεκαλυμμένως κηρύσσετε, καὶ οὐ δίκῃ καλύμματος ἐπεσκιασμένως λαλεῖτε· διὰ τί ; πρῶτον μὲν θαρροῦντες τῷ καθαρῷ τοῦ κηρύγματος, ἔπειτα ὅτι καὶ ὑμεῖς ἰδεῖν δύνασθε τὸ ἐνὸν τῷ κηρύγματι κάλλος· οὐ γὰρ ἴσα Ἰουδαίοις ἀμβλυώττετε· ὅσῳ γὰρ ἡ νέα μείζων, τοσούτῳ καὶ τῶν μαθητενομένων τὸ διάφορον. Πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραήλ. Ὥστε μὴ ἀτενίσαι, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ τὸ καταργεῖσθαι καὶ παύεσθαι ἀπὸ τῆς δόξης μέλλον· βουλόμενος δὲ δεῖξαι ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ μενούσης ἐν τῇ νέᾳ δόξῃ, φησὶν, εἰς τὸ τέλος τοῦ καταργουμένου, ὡσεὶ ἔλεγεν· ὅταν οὐκ ἠδύναντο ἀτενίσαι τῇ δόξῃ Ἰσραὴλ, λοιπὸν τέλος ὲἶχε καὶ ἐπαύσατο ἡ δόξα ἐκείνη· οὕτως ὀλογοχρόνιος ἦν, ὡς ἅμα τῷ ἄρξασθαι παύσασθαι· ἀλλ’ οὐδὲ εἰς ἐκείνην, φησὶν, ἰδεῖν ἠδύναντο· οὕτως ἦσαν ἀσθενεῖς. Ἀλλ’ ἐπωρώθη— “ Ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν,” τουτέστιν, ἐπωρώθη γὰρ αὐτῶν ὁ νοῦς, καὶ τοσοῦτον, ὅτι οὐ μόνον τότε τὴν Μώσεως δόξαν ἰδεῖν οὐκ ἴσχυον, ἀλλὰ οὐδὲ νῦν τὰ ἐν τῷ νόμῳ ἰδεῖν ἴσχυον ὡς χρή· ἄχρι γὰρ σήμερον, φησὶ, τὸ αὐτὸ παρ’ αὐτοῖς κάλυμμα ἔχει ἡ ἀνάγνωσις τοῦ νόμου. ὥσπερ γὰρ κεκαλυμμένης τῆς ἀναγνώσεως οὐ δύνανται ἰδεῖν τὰ ἐν αὐτῇ, οὐδὲ γνῶναι ὅτι ἐν Χριστῷ καταργεῖται καὶ παύεται ὁ νόμος· ποῦ γὰρ εἴποι τις, τοῦτο ἔχει ὁ νόμος, ὅτι ἐν Χριστῷ καὶ διὰ Ἰησοῦ καταργηθήσεται ; καὶ αὐτὸς μὲν ὁ νόμος λέγει· εἰπὼν γὰρ ὅτι ἀναστήσει ὑμῖν προφήτην, 3 B ἐπήγαγεν, αὐτοῦ ἀκούσεσθε πᾶν ὁτιοῦν λέγοντι, φησὶ, κἂν ὑπεναντίων εἴπῃ τοῦ νόμου, περὶ Χριστοῦ λέγων· αὐτὸς δὲ καὶ τὰ σάββατα ἔλυσε θεραπεύων αὐτοῖς ὁ Θεὸς ἐν τῷ ναῷ μόνον θύειν, καὶ ἐν τούτῳ περικλείσας τὰς θυσίας· εἶτα καθελὼν αὐτὸν, οὐκ ἄδηλον ὅτι καταργήσει τὰς θυσίας καὶ πάσας τὰς νομικὰς ἱερουργίας· ὥστε καὶ αἰσθητῶς καὶ νοητῶς ὁ νόμος τὴν ἑαυτοῦ κατάργησιν περιέχει. Μῆ ἀνακαλυπτόμενον. “ Μῆ ἀνακαλυπτόμενον” εἰς τὸ γνῶναι αὐτοὺς ὅτι ἐν Χριστῷ καταργεῖται ὁ νόμος. Ὅτι ἐν Χριστῷ καταργεῖται. Κυτίλλου.a. Ὁ γὰρ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὢν ἡ ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου. οὕτως ἐν βιβλίῳ ρλα τῆς ἑρμηνείας τοῦ Λουκᾶ. Ἀλλ’ ἕως σήμερον. Εἶτα ἐπειδὴ εἶπε κάλυμμα κεῖσθαι ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς, ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ αἴτιον ὡς μὴ νοουμένου, σαφέστερον αὐτὸ λέγει, δεικνὺς αὐτῶν καὶ οὐ τοῦ νόμου τὸ ἁμάρτημα· κάλυμμα γὰρ, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, διὸ οὐ δύνανται γνῶναι τὴν διάνοιαν τοῦ νόμου. Εἰ γὰρ ἔγνωσαν, ἀπέστησαν ἂν ἀπ’ αὐτοῦ, καὶ Χριστῷ ἐπίστευσαν· τοῦτο γὰρ ὁ νόμος βούλεται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον. Καὶ γὰρ ὁ Μώσης πρὸς μὲν Ἰουδαίους λαλῶν εἶχε τὸ κάλυμμα, πρὸς τὸν Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα· τύπος οὖν ἦν αὐτῶν ὁ Μώσης· καὶ γὰρ καὶ αὐτοὶ ἡνίκα μὲν ἐμφιλοχωροῦσι τῷ νόμῳ, ἔχουσι τὸ κάλυμμα, τότε δὲ ἐπιστρέφουσιν, εἰ ἀφέντες τὸν νόμον πιστεύσωσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι· ἦν γὰρ ἐνταῦθα τὸ Πνεῦμα, φησίν. Ὁ δὲ Κύριος— Εἶτα ἵνα μή τις τῶν ἀσθενεστέρων ἀκροατῶν ἀκούσας, ὅτι Μώσης πρὸς Κύριον ἐπιστρέφων περιῃρεῖτο τὸ κάλυμμα· ἐγὼ δὲ πρὸς τὸ Πνεῦμα ἐπιστρέψαι ὑπό σου προτρεπόμενος, ὦτ’ Παῦλε, οὐ πρὸς τὸν Κύριον ἐπιστρέφω, ἐπάγει, “ ὁ δὲ Κύριος τὸ Πνεῦμά “ ἐστι,” μὴ φοβοῦ, φησι, καὶ πρὸς τὸ Πνεῦμα ἐπιστρέφων, πρὸς Κύριον ἐπιστρέφεις· Κύριος γὰρ τὸ Πνεῦμα, καὶ ὁμόθρονον, ὁμοπροσκύνητον καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ὡς πρὸς τὸν νόμον τοῦτο· ἐκεῖ γὰρ ζυγὸς ἢν καὶ δουλεία, ἐν δὲ τῇ πίστει Χριστοῦ ἐλευθερία. Ἡμεῖς δὲ πάντες. Tοσοῦτον ἐσμὲν, φησὶν, ἐλευθερίας καὶ εὐγενείας ἐντὸς, ὅτι πάντες ἡμεῖς ἀνακεκαλυμμένῳ προσώπῳ οὐδὲ γὰρ ἔνι πάρα τοῖς πιστοῖς κάλυμμα· τὴν δόξαν τοῦ Πνεύματος κατοπτριζόμενοι ἀναμορφούμεθα, φησί. Καθάπερ γὰρ ἄργυρος ἄντικρυς ἡλίου κείμενος, ἀντιπέμπει καὶ αὐτὸς ἀκτίνας τινὰς τῇ ἐκβολῇ τοῦ ἡλίου· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι καθαιρόμενοι διὰ τοῦ Πνεύματος, καὶ ταῖς ἐκείνου ἀκτῖσι καταυγαζόμενοι, αἴγλην τινὰ νοητὴν ἀντιπέμπομεν· βούλεται δὲ καὶ αὐτοὺς εἰς τάξιν ἀγαγεῖν τῶν Ἀποστόλων, διὰ τοῦτο τὸ “ ἡμεῖς πάντες.” Κατοπτριζόμενοι. Οἱον ἐλλαμπόμενοι Πνεύματι. Μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Εἰς τὴν αὐτοῦ, φησὶ, λαμπηδόνα μεταβαλλόμεθα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος εἰς ἡμετέραν δόξαν ἐρχομένης τῆς μεταμορφώσεως· καὶ εἰς τοιαύτην, φησὶ, δόξαν φθάνομεν, εἰς οἷαν εἰκὸς φθάσαι τὸν ἀπὸ τοῦ παρακλήτου καταυγαζόμενον, καὶ εἰκόνα ἀμυδρὰν τῆς αὐτοῦ δόξης ἐνσημαινόμενον. Ἀπὸ δόξης λέγει τοῦ θείου Πνεύματος εἰς δόξαν τὴν ὑμετέραν, ἀντὶ τοῦ ἐκεῖθεν δεχόμεθα.

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg013.local001/.
