# Catena In Epistulam II Ad Corinthios ΚΕΦ. Ε..1

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ΚΕΦ. Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-corinthios/%CE%9A%CE%95%CE%A6.%20%CE%95..1

Περὶ θείας δόξης καὶ τοῦ ἀκολούθου βίου, ὅτι τοῖς ἁγίοις γινώσκεται. Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν. Διὰ τοῦτο οὐκ ἐκκακοῦμεν, διὰ τοῦτο, ποῖον ; ὅτι τοιούτων, φησὶν, ἠξιώμεθα. Ἐπειδὴ πολλὰ καὶ μεγάλα περὶ τῶν Ἀποστόλων εἰρήκει, λέγων τὴν δόξαν Κυρίου κατοπτριζόμεθα καὶ μεταμορφούμεθα. Εἰ γὰρ ἐκοινοποίησε τὸν λόγον τὸ εἰπεῖν, “ ἡμεῖς “ δὲ πάντες,” πλὴν εἰς τοὺς Ἀποστόλους πρωτοτύπως εἴρητο τὰ εἰρημένα, λοιπὸν κατάγει τὸν περὶ αὐτῶν λόγον· “ ἔχοντες γάρ’ φησὶ, “ τὴν διακονίαν,” τουτέστιν ἡμεῖς, οὐδὲν πλέον ἀλλ’ ἢ διάκονοί ἐσμεν τοῦ κηρύγματος, εἶτα “ καθὼς ἠλεήθημεν,” δεικνὺς ὅτι καὶ αὐτὸ τὸ γενέσθαι διάκονοι οὐκ ἦμεν ἄξιοι, ἀλλὰ καὶ τοῦτο κατὰ Θεοῦ ἔλεον ἔχομεν. “ οὐκ ἐκκακοῦμεν,” τουτέστιν, οὐκ ἀπαγορεύομεν πρὸς τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καὶ τοὺς κινδύνους. Ἀλλ’ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης. Πρὸς μὲν τὰς θλίψεις οὐκ ἀπείπαμεν· “ ἀπειπάμεθα” δὲ καὶ ἀπεκρουσάμεθα “ πρὸς τὰ κρυπτὰ τῆς αἰσχύνης, ” τουτέστι, τὸ τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανερούμενα αἰσχύνην φέρει. Αἰνίττεται δὲ τοὺς ψευδαποστόλους οἳ ἐν σχήματι ἁγνείας ἦσαν, καὶ ἐν κρυφῇ πονηροί· πῶς δὲ “ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύ- “ νῆς ;” ἀπανούργως, φησὶ, καὶ ἀπλάστως ζῶντες. Ὁ δὲ ἀναστρεφόμενος βίον καὶ πολιτείαν ἀπάνουργον ἐπιτηδεύομεν, ἀλλ’ οὐδὲ δολοῦμεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα, ἢ χρηματιζόμενοι, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διδάσκοντες, ὅπερ οἱ ψευδαπόστολοι ἐποίουν. Ἀλλὰ τῆ φανερώσει τῆς ἀληθείας. “ Ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτούς·” οὐδὲν, φησὶ, κρύφιον πη ἡμῖν, οὐδὲ ἄλλο μὲν κρύπτομεν, ἄλλο δὲ λαλοῦμεν, “ ἀλλὰ διὰ τὴν φανέρωσιν τῆς ἀληθείας συνιστῶμεν “ ἑαυτοὺς” οἷοί ἐσμεν, καὶ παραθέμεθα πάσῃ συνειδήσει ἀνθρώπων. Πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Πάσῃ συνειδήσει ἀνθρώπων, ἀπίστων τε καὶ πιστῶν ἑαυτοὺς συνιστῶμεν, ἐξ ὧν φησὶν, ἀναστρεφόμεθα· ἐπειδὴ ἔνι λαθεῖν ἀνθρώπους καὶ ἀπατῆσαι, τὸν Θεὸν ἔφορον ἐφίστησι τῇ ἑαυτοῦ πολιτεία. Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον. Ἐπειδὴ εἶπε, πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων συνίστασθαι διὰ τῆς ἀληθοῦς φανερώσεως, τουτέστι τοῦ κηρύγματος, ἀντέκειτο δὲ αὐτῷ τὸ μὴ πᾶσιν εἶναι φανερὸν τὸ κήρυγμα, καὶ δῆλον ἐξ ὧν οὐκ ἐπίστευσαν, φησὶν, οὐχ ἡμῶν τὸ ἔγκλημα, ἣ τῆς ἀσαφείας τοῦ Εὐαγγελίου, ἀλλὰ τῆς ἐκείνων ἀπωλείας καὶ τυφλώσεως. Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου. Tῶν ἔξω τῆς ἀγέλης τοῦ Χριστοῦ, οἱ μὲν αὐτῷ τὴν ἀρχὴν ἠπίστησαν τῷ λόγῳ τοῦ κηρύγματος, οἱ δὲ ἐπίστευσαν μὲν, διὰ δὲ τὸ μὴ ἔχειν βάθος γῆς πάλιν ἀπεφοίτησαν τῆς πίστεως, οὓς ἅπαντας ἀπολλυμένους ὁ Παῦλος καλεῖ· νῦν δὲ τέως ὁ λόγος αὐτῷ περὶ τῶν αὐτῷ τὴν ἀρχὴν ἀπιστησάντων· τούτοις γὰρ παντελῶς κεκάλυπται τὸ Εὐαγγέλιον, καί φησιν, ἐν οἷς ἀπολλυμένοις ἀνθρώποις τῶν παντελῶς ἀπιστησάντων ἐτυφλώθη τὰ νοήματα εἰς τὸ μηδὲ τὴν αὐγὴν δέξασθαι τῆς πίστεως. “ Θεὸν δὲ αἰῶνος “ τούτου” Μανιχαῖοι μὲν καὶ Μαρκίωνες φασὶ τὸν πονηρὸν λέγειν Θεόν. Δύο γὰρ παρ’ αὐτοῖς θεοί· ἡμεῖς δὲ τῶν ἐπὶ πάντων φαμέν. ΆΛΛΩΣ. ὥσπερ Θεὸς εἴρηται οὐρανοῦ τε καὶ γῆς, καὶ Θεὸς τῆς παρούσης ἡμέρας, καὶ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οὐ παρὰ τοῦτο λοιπῶν οὐκ ἔστι Θεός· οὕτως μοι νόει καὶ τὸ Θεὸς τοῦ αἰῶνος τούτου. Ἢ οὕτως μετὰ ὑπερβατοῦ· τῶν ἀπίστων τοῦ αἰῶνος τούτου· ὧδε γὰρ ἀπιστοῦσι, τότε δὲ πᾶν γόνυ κλινεῖ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται Χριστῷ, ὅταν ἔλθῃ ἐν τῇ πατρῴᾳ δόξη. Ἰωάννου τουτέστι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ὁ Θεὸς τὰ νοήματα. Ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. τὸ αὐτὸ καὶ Εἰρήναιος. “ Θεὸς αἰῶνος, ὀνομασθεὶς Θεὸς τοῖς ἀπί- “ στοις, τουτέστιν, ὁ Σατανᾶς.” Ἐτύφλωσε τὰ νοήματα. Ὁ ἐν ἁγίοισ Κυρίλλοσ ἐν ἀρχῦι. Οὐ τοῦτο αὐτὸς ποιῶν, ἄπαγε, ἀλλὰ γενέσθαι διὰ τὸ αὐτεξούσιον, ὡς καὶ ἀλλαχοῦ φησι, “ παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τὸ οἷον συνεχώρησε λέγων. Ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία, μὴ ὅτι καὶ προσεβλάπτοντο ἀπίστως διακείμενοι καὶ καταναγκαζόμενοι τῷ φωτὶ τοῦ Χριστοῦ, ὥσπερ καὶ ὄψις σαθρὰ ἐξ ἡλιακῆς ἀκτῖνος. Τί δέ ἐστιν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ; οἱ μὲν τὸ Μαρκίωνος νοσοῦντες λέγουσι πέρι του δημιουργοῦ του δικαίου μόνου καὶ οὐκ ἀγαθοῦ ταῦτα εἰρῆσθαι. Λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δὲ, φησὶ, τὸν διάβολον ἐνταῦθα λέγεσθαι, εἰς τοῦτο δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι σφόδρα ἀνοήτως· ἡμεῖς δὲ ἐκεῖνο φαμὲν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα, ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει. Εἰς τὸ μὴ αὐγάσαι. Ὅρα, οὐκ εἰπεν, “ ἐτύφλωσεν” εἰς τὸ μὴ πιστεῦσαι, ἀλλ’ “ εἰς τὸ μὴ αὐγάσαι,” δεικνὺς αὐτοὺς πρῶτον ἀπιστήσαντας, εἶτα ἀναξίους γενομένους τοῦ φωτισμοῦ· καὶ αὐτὸς γὰρ, φησὶν ὁ Κύριος “ μὴ ῥίπτειν ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας·” καλῶς δὲ τὸ “ αὐγάσαι” κεῖται· ἀμυδρὰν γὰρ ἀπόρροιαν τῆς ἀληθινῆς γνώσεως ἔχομεν νῦν, καὶ ὥσπερ ἀπὸ ἡλίου παμφαοῦς αὐγὴν ἀυδράν· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, “ βλέπομεν ἄρτι” λέγων “ δι’ “ ἐσόπτρου ἐν αἰνίγματι,” καὶ “ ἀρραβῶνα Πνεύματος” καὶ “ὀσμὴν γνώσεως·” Tὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης. Δόξα γὰρ Χριστοῦ τὸ Εὐαγγέλιον. Δοξαστὸς μὲν γὰρ ὁ Χριστὸς διὰ μυρία, ἐξ ὧν ἐδημιούργησεν, ἐξ ὧν συνέχει τὰ δημιουργηθέντα, ἐξ ὧν τὰ πάντα ζωογονεῖ, μάλιστα δὲ ἐκ τοῦ σταυροῦ, ροῦ, οὗ κήρυξ τὸ Εὐαγγέλιον. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Ὡς ἐν παραδρομῇ λέγει, τουτέστι τοῦ Εὐαγγελίου συνεσκιασμένον τοῖς ἀπίστοις, ὅτι φησὶ, Θεός ἐστιν ὁ σταυρωθεὶς, εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ἀπαράλλακτος. Ὅτι γὰρ εἰκόνα οἶδεν ὁ Άπόστολος τὸ κατὰ πᾶν ἴσον καὶ ὅμοιον· ὅρα τί φησιν ἀλλαχοῦ, “ σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν “ εἰκόνα τῶν πραγμάτων·” εἰκόνα Θεοῦ τὸν Χριστὸν καὶ Θεὸν ἐκ Θεοῦ προσηγόρευσεν· ἐν αὐτῷ γὰρ δείκνυσι τὸν Πατέρα· διό φησιν, “ ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν. Άνω εἰπε, “ μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες “ τὸν λόγον τοῦ Θεοῦ·” πῶς ; ἐπειδὴ μὴ ἑαυτοὺς, φησὶ, κηρύσσομεν, ἀλλὰ Χριστὸν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν δι’ αὐτόν· τοῦτο δὲ λέγων τοὺς διδασκάλους αὐτῶν αἰνίττεται, περὶ ὧν ἔγραφε λέγειν αὐτοὺς, “ ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, “ ἐγὼ δὲ Κηφᾶ,” οἳ καὶ κατεκυρίευον αὐτῶν. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι. Διὰ τι λέγεις σαυτὸν δοῦλον ἡμῶν, φησι, διὰ τί; ὅτι πεφίλησθε παρὰ τοῦ Θεοῦ μου. Αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ τῆς κτίσεως εἰπὼν ἀπὸ σκότους λάμψαι φῶς· ὃς ἔλαμψε, τουτέστιν, οὗτος ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, ἔλαμψε δὲ, φησὶ, φῶς τι ζῶν ἡμῖν καὶ ἀποκαλύπτον τὴν ἰδίαν γνῶσιν καὶ δόξαν ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, τουτέστι διὰ τοῦ προσώπου τοῦ Χριστοῦ· διὰ γὰρ τοῦ Υἱοῦ ἡμῖν ἡ ἀληθὴς γνῶσις τοῦ Πατρὸς, καὶ τέως ὅτι ἔστι Πατὴρ, καὶ ὅτι οὐ διὰ κνίσσης καὶ αἱμάτων προσκυνεῖσθαι βούλεται, καὶ ὅτι ἐν τριάδι ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ θρησκεύεται Θεός· ὅθεν καὶ “ μεγάλης εἴρηται βουλῆς Ἄγγελος,” Πρὸς φωτισμὸν τῆς γνώσεως. Ὅρα τῆς Ἀγίας τριάδος τὸ ἀπαράλλακτον καὶ ὁμότιμον, πῶς ὁ Παῦλος δηλοῖ, φῶς καὶ φῶς· φῶς καλέσας τὴν Ἀγίαν τριάδα· ἄνω περὶ Πνεύματος λέγων, φησὶ, τὴν δόξαν, “ οἷον τὸ φῶς “ Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα” πάλιν περὶ τοῦ Υἱοῦ “ εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ “ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” νῦν περὶ τοῦ Πατρός φησι, “ πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ. ”

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg013.local001/.
