# Catena In Epistulam II Ad Corinthios ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΣ ΕΠΙΣΤΟΛΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-corinthios/%CE%A5%CE%A0%CE%9F%CE%98%CE%95%CE%A3%CE%99%CE%A3%20%CE%A4%CE%97%CE%A3%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20%CE%9A%CE%9F%CE%A1%CE%99%CE%9D%CE%98%CE%99%CE%9F%CE%A5%CE%A3%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%91%CE%A3%20%CE%95%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%9B%CE%97%CE%A3.

ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Μακεδονίας. ἡ δὲ πρόφασις τῆς Επιστολῆς αὕτη. δεξάμενοι Κορίνθιοι τὴν προτέραν ἐπιστολὴν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυίαν. καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τὸ τοιοῦτον ἁμάρτημα. εἶτα ὑφηρπάζοντο παρά τινων καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσέχειν τοῖς ἐν προσώπῳ καυχωμένοις. ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστολος. καὶ πρῶτον μὲν ἀποδέχεται τοὺς ἐκβαλόντας τὸν παρανομήσαντα, ἔπειτα ἀξιώσασιν αὐτοῖς καθικετεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν ὅτι οὐ δεῖ λαμβάνειν τὰ γράμματα μόνον τοῦ νόμου, ἀλλὰ ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾶν, (οὐ γὰρ μόνον ῥῆμα ἐστὶν ὁ νόμος, ἀλλ’ ἐν τοῖς ῥητοῖς ἐστὶ καὶ ὁ νοῦς τοῦ πνεύματος.) ἔπειτα ὅτι τοῦ Χριστοῦ ἐλθόντος καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῆν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει, ἐν πᾶσιν ἀνανεοῦσθαι, καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. ἀναδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐτὴν πλεονάζειν. αἰτιώμενος δὲ τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα ἅπερ πέπονθε διὰ τὸν Κύριον. καὶ τὰς ὀπτασίας διηγεῖται ἅς περ ἑώρακεν, εἴς τε τὸν παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστείᾶ τελειοῖ τὴν Ἐπιστολήν. ὁ πᾶς τοίνυν λόγος ἐστὶν ἐν τῇ Ἐπιστολῇ, πέρι τε ἑαυτοῦ, καὶ περὶ Κορινθίων, καὶ τῶν ψευδαποστόλων. καὶ ἐκ ταύτης τῆς ὑποθέσεως πρόεισιν, εἴς τε τὰ τῆς χάριτος Θεοῦ, καὶ περὶ ἀγαθῆς πολιτείας, κατὰ τὸ εὐσυνείδητον καὶ τὸ ἐναγώνιον, καὶ τὸ ἀφιλοχρήματον, καὶ περὶ τῆς μεταδοτικῆς ἀρετῆς, καὶ περὶ τῆς τῶν ψευδαποστόλων ἀλαζονείας καὶ πονηρίας· Θεοδωρίτου. Τί δή ποτε δευτέραν τίθησιν Ἐπιστολὴν, ζητεῖσθαι ἄξιον. ὅτι ἐν τῇ πρώτῃ ἀπελθεῖν πρὸς αὐτοὺς ἐπαγγειλάμενος, καὶ μὴ ἀπελθὼν, τοῦ Πνεύματος εἰς ἕτερα αὐτὸν ἀπασχολοῦντος, καὶ διὰ τὸ πειρασμοῖς ἐμπεσεῖν, διὰ τῆς νῦν δευτέρας τὸ μὴ ἀπελθεῖν ἀπολογεῖται, καὶ ἵνα καὶ ἀπελθεῖν διὰ τῆς Ἐπιστολῆς δόξῃ. ἔπειτα καὶ ἦσαν βελτίους ἐκ τῆς πρώτης Ἐπιστολῆς γενόμενοι. εὔλογον οὖν ἦν δευτέραν αὐτοὺς ἀξιωθῆναι, ἵνα πλεῖον ἐπιδώσωσι πρὸς ἀρετήν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Corinthios, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg013.local001/.
