# Catena In Epistulam II Ad Thessalonicenses ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΕ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ.

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses, ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΕ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-thessalonicenses/%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A3%CE%99%CE%A3%20%CE%95%CE%99%CE%A3%20THN%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20%CE%A4%CE%9F%CE%A5%CE%95%20%CE%98%CE%95%CE%A3%CE%A3%CE%91%CE%9B%CE%9F%CE%9D%CE%99%CE%9A%CE%95%CE%99%CE%A3%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%91%CE%9D%20%CE%95%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%9B%CE%97%CE%9D.

Παυλοσ καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῆ Θεσσαλονικέων, ἐν Θεῷ πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ τὸ παρ’ ἀνθρώποις χάριτος τυχεῖν μέγα, τὸ παρὰ Θεῷ χάριν εὑρεῖν πόσον ἂν γένοιτο; διὰ τοῦτο προτίθησιν αὐτοῦ τῆς ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχεται, εἰδὼς ὅτι ἃν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ’ ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. οἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις, καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται, καὶ ἕτερον δέ τι κατασκευάζει, βουλόμενος αὐτοὺς πρὸς τὰ μέλλοντα τῆς Ἐπιστολῆς εὐγνώμονας καταστῆσαι, ἵνα κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα κἂν θλίψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος ἀφ’ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων ἐν τοῖς ἐλάττοσι, μὴ ἀπογιγνώσκωσι, ἀλλ’ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν, καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· “ εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν “ τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλ- “ λαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.’’

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg024.local001/.
