# Catena In Epistulam II Ad Thessalonicenses ΚΕΦ. ς.

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses, ΚΕΦ. ς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-thessalonicenses/%CE%9A%CE%95%CE%A6.%20%CF%82.

Εὐχή περὶ εἰρήνης τῆς παρὰ Θεοῦ. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν· τί δέ ἐστι “ ἐν παντί “ ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν· πανταχοῦ γὰρ εἰρήνη κάλον. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. ὁ ἀσπασμὸς τῆ ἐμῇ χειρὶ Παύλου· ὅ ἐστι σημεῖον ἐν πάση ἐπιστολῇ· οὕτως γράφω· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντων ὑμῶν. ἀμήν. τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολὴ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν αὐτὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκμηρίου κειμένου μεγάλου. ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν, καὶ εὐχὴ ἦν, οὐχ ἁπλῶς φιλίας σύμβολον· ἀπὸ τούτου ἤρχετο καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν. * τριὰς * μονὰς * ἐλέησον * τῶν εἰς τὴν πρὸς Θεσσαλονικεῖς Ἐπιστολὴν β' ἐξηγητικῶν ἐκλογῶν τόμος α΄

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Thessalonicenses, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg024.local001/.
