Ancient Greek · ~2 min
ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΗIΣTΟΛΗΝ B.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Timotheum ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΗIΣTΟΛΗΝ B.
Not analysed yet
ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ῄ ἡ ἀγάπη, ἀρετῆς ἐστιν οἱ γὰρ κατὰ πίστιν ὅταν ὠσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερον εἰσιν, ἀλλὰ δι’ ἀρετήν· χάρις, “ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου “ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται.