Ancient Greek · ~11 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Timotheum ΚΕΦ. Β.
Not analysed yet
Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ασία. Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας μερῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τι φησιν; Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμᾐ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με. τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν “ἐκείνη τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ “γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἣ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν “ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν πέρι τινος διαλέγηται· εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἣ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος. Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῆ χάριτι τῆ ἐν Χριστῷ Ἰησοῦ. τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζιͅμένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Χρυσοστόμου. “Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ “ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τι ἐστι “διὰ πολλῶν μαρτύρων; ὡς ἃν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων μέτα παρρησίας, ταύτα παράθου οὐκ εἶπεν, εἶπε, ἄλλα “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν ετͅνα· ι καὶ διδα- κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτικοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἣ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστι ἑτέρους δὲ κατασκευάζει τοιούτους.