# Catena In Epistulam II Ad Timotheum ΚΕΦ. Γ..1

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Timotheum, ΚΕΦ. Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ii-ad-timotheum/%CE%9A%CE%95%CE%A6.%20%CE%93..1

Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς όπόνοις τροφαῖς. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην ετͅναι Χριστοῦ ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέση. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου. Χρυσοστόμου. Τί δέ ἐστιν, “ ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν σηιπλακῆ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸ, ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλγ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται· καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μευ ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα τό δε καρτερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκήσει ᾖ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με. ταλαμβάνειν. Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατενόμενος “ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν. Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, “ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν “δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε. Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι, Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος· ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῶ Θεῶ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ “τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν. πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τι τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν; Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἃν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελικὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χοή. Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἐξὸν, φησὶν, ἀκινδύνως ζῆν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐμ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν, ὡς ἀν’ εἰ καὶ ἡμεῖς, φησι καὶ γὰρ κα ἧμας ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καἰ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου.

---

Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Timotheum, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg035.local001/.
