Ancient Greek · ~3 min
ΚΕΦ. Η.
Catenae (Novum Testamentum), Catena In Epistulam II Ad Timotheum ΚΕΦ. Η.
Not analysed yet
Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Πρὶν ἣ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντα, μαθητευομένους πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυτοῖς c διδασκάλους. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν, τῆς ἡδονῆς, φησι, χάριν λέγοντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Θεόδωροσ. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει, Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον. τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἣ τὴν λύμην ἐκείνην ἐπελθεῖν τῇ ποίμνῃ.