# Catena In Epistulam Jacobi ΚΕΦ. Δ..1

Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi, ΚΕΦ. Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-jacobi/%CE%9A%CE%95%CE%A6.%20%CE%94..1

i Ὅτι οὐκ ἐκ πίστεως μόνον, ἁλλὰ καὶ ἐξ ἔργων, καὶ οὐκ ἐκ θατέρου ἰδικῶς, ἁλλ’ ἐξ ἀμφοῖν ἅμα δικαιοῦται ἄνθρωπος. Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχη ; μὴ δύναται ἡ πίστις αὐτόν; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνη, θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μὴ ἔργῳ δείξῃ τις ὅτι τῷ Θεῷ, περιττὴ καὶ ἡ προσηγορία· οὐ γὰρ ὁ ἁπλῶς λέγων εἶναι τοῦ Κυρίου, οὗτός ἐστι πιστὸς, ἀλλ’ ὁ οὕτως ἂγ ἀπὼν τὸν Κύριον, ὡς διὰ τὴν εἰς αὐτὸν πίστιν καὶ θανάτου κατατολμᾶν. καὶ ὅτι οὗτος τῶν προκειμένων ὁ σκοπὸς, τὰ ὑποδείγματα δηλοῦσιν· Ἀβραὰμ γάρ, φησιν, ἔργῳ ἔδειξεν ὅτι ἐπίστευσε, τῷ Θεῷ ἀνενεγκὼν εἰς ὁλοκάρπωσιν τὸν υἱὸν αὐτοῦ· ὁμοίως δὲ καὶ Ῥαὰβ πιστεύσασα, κατεφρόνησε θανάτου. ταῦτα δὲ λέγει βεβαιῶν τοὺς πιστοὺς καὶ διδάσκων ἀληθῶς εἶναι πιστοὺς, καὶ μὴ ῥήματι μόνον καὶ γλώττῃ τὸν Κύριον ἀγαπᾷν, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ· διὸ πλείοσιν ὑποδείγμασι κέχρηται εἰς τοῦτο συντείνουσι· τῷ τε τῆς ἐλεημοσύνης, καὶ τῷ τοῦ σώματος· ἀπάγων δὲ αὐτοὺς καὶ τοῦ πολλοῦ τύφου τοῦ ἐπὶ τῷ ὀνόματι, καὶ δεῖξαι βουλόμενος ὅτι ἔργῳ μὴ βεβαιοῦντες τὴν πίστιν, μάτην ὀνόματι μόνον κομπάζουσι. τὸ τῶν δαιμονίων ὑπόδειγμα τίθησι λέγων, μὴ πλέον ἔχειν αὐτοὺς τῶν δαιμονίων οὕτως διακειμένους· καὶ γὰρ ἐκεῖνοι ἐπί- στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι’ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ· ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε, δεῖξόν μοι τὸ πρᾶγμα, ἀφ’ οὗ σοι τὴν προσηγορίαν ταύτην λογίσομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ. Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχη ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κᾀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κᾀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. Τοῦ Χρτσοστόμου. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, “ καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σε “ τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρωτάτης. Τοῦ Αὐυοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναι ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσασθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· “ σπου“ δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην·“ σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως κὰτ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθομ́εθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν— “ Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.’’ εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησιν, ὅτι νεκρὰ καθέσιηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βέβαιοι ταύτην τοῖς τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὐτῶ πρὸς τύπον ἡμέτερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει τὴν δύναμιν. ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, ἐς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλον, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Ἀντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν Ἀβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς Ἀβραὰμ καὶ τῆς ἀπράκτου καὶ τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ’ ἕτοιμον ἐκ τῶν θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧτ’ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μέτα τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆσαν Πνεῦμα· πέρι τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως· τῆς μὲν δι’ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προσερχόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε παραχρῆμα μετασταίη τοῦ βίου· τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.’’ καὶ γὰρ καὶ ὁ Παῦλος συνᾴδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις “ δι’ ἀγάπης ἐνεργουμένη. ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι. Κυρίλλου ἘΚ τῆσ πρὸσ Ῥωμαίουσ Ἐπιστολῆσ. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ “ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ “ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μάρτυρα ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης. Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον· Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην. Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; Σευηπιανοῦ Ἐπισκόπου Γαβάλων. Ἄκουε τῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἢν ἐν πορνείᾳ μαργαρίτης· ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατακέκλειστο. “ Τοὺς ἀγγέλους,’’ κατασκόπους. Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. τὴν ψυχὴν λέγει. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἔων. Πόλλα γὰρ πταίομεν ἅπαντες. Σευήρου. Εἰ γὰρ “ πολλὰ πταίομεν ἅπαντες,” ὥς που ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσθαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν, καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Jacobi, ed. J. A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg040.local001/.
