Ancient Greek
ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ B. ΥΠΟΘΕΣΙΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Joannis II ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ B. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ΓΑΥΤΗΝ ὡς πρεσβύτερος γράφει κυρίᾳ τὲ καὶ τοῖς τέκνοις αὐτῆς. ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη. ὁρῶν τὰ τέκνα αὐτῆς καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκὶ, γράφει τὴν Ἐπιστολήν· καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς· καὶ λοιπὸν διδάσκει Ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν· παραγγέλλει δὲ ὥστε τῶν τοιούτων μὴ δέχεσθαί τινα εἰς οἰκίαν, μηδὲ λέγειν τοῖς τοιούτοις χαίρειν· καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.