Ancient Greek
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Epistulam Joannis II ΚΕΦ. Β.
Not analysed yet
Ἐπαγγελία παρουσίας αὐτοῦ ἐπ’ ἐλπίδι πρὸς ὠφέλειαν. Πόλλα ἔχων γράφειν ὑμῖν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἐλπίζω γὰρ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ἦ πεπληρωμένη. ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν. Σερήρου. Οἱ γὰρ ὀρθῶς μὲν ὁμολογοῦντες καὶ γράφοντες περὶ πίστεως, μὴ ἀποπεμπόμενοι δὲ τοὺς τὰ μὴ ὀρθὰ γεγραφότας, ὑπόπτους σφὰς αὐτοὺς ποιοῦσιν αὐτοῖς καὶ τοῦ ἀδοκίμου φρονηματος. Τέλος τῆς Ἰωάννου β΄ Ἐπιστολῆς.