Ancient Greek
ΩΑΝΝΟΥ ΕΠΙΣTΟΛH Γ. ΥΠΟΘΕΣΙΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Joannis III ΩΑΝΝΟΥ ΕΠΙΣTΟΛH Γ. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Εστιν ἡ Ἐπιστολἠ περὶ φιλοξενίας. καὶ πρῶτον μὲν ἀποδέχεται τὸν Γάϊον μαρτυρούμενον παρὰ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ προτρέπει τῇ αὐτῇ προθέσει ἐμμένειν καὶ προπέμπειν καὶ δεξιοῦσθαι τοὺς ἀδελφούς. πάλιν τὲ αὐτοῦ μὲν τὴν προφορὰν ἀποδέχεται· αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρέχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦντα, τοὺς δὲ τοιούτους λέγει ἀλλοτρίους εἶναι τῆς ἀληθείας, καὶ μὴ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συνίστησι μαρτυρῶν αὐτῶ τὰ κάλλιστα.