Ancient Greek · ~3 min
ΙΟΥΔΑ ΕΠΙΣΤΟΛΗ. ΥΠΟΘΕΣΙΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Juda ΙΟΥΔΑ ΕΠΙΣΤΟΛΗ. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Tαυτην τὴν Ἐπιστολὴν γράφει τοῖς ἤδη πιστεύσασιν. ἡ δὲ πρόφασις αὕτη· παρεισελθόντων τινῶν καὶ διδασκόντων ἀδιάφορον εἰναι τὴν ἁμαρτίαν, καὶ ἀρνουμένων τὸν Κύριον· ἀνάγκην ἔσχεν γράψαι, καὶ ἀσφαλίσασθαι τοὺς ἀδελφούς· καὶ πρῶτον μὲν παρακαλεῖ αὐτοὺς ἀγωνίζεσθαι καὶ ἐμμένειν τῇ παραδοθείσῃ αὐτοῖς πίστει· ἔπειτα ἀποκηρύττει τοὺς τοιούτους ὡς πλάνους, καὶ παραγγέλλει μηδεμίαν ἔχειν αὐτοὺς κοινωνίαν πρὸς τοὺς τοιούτους, εἰδότας, ὅτι οὐκ ἀρκεῖ τὸ κληθῆναι μόνον, ἐὰν μὴ ἀξίως περιπατήσωμεν τῆς κλήσεως. καὶ γὰρ καὶ τὸν πρότερον λαὸν ἐξαγαγὼν ἐξ Αἰγύπτου ὁ Κύριος μὴ ἐμμείναντα τῇ πίστει ἀπώλςσε· καὶ Ἀγγέλων τὲ τῶν μὴ τηρησάντων τὴν ἰδίαν τάξιν, οὐκ ἐφείσατο. δεῖ οὖν ἀπὸ τῶν τοιούτων ἀναχωρεῖν· καὶ γὰρ καὶ Μιχαὴλ ὁ Ἀρχάγγελος οὐχ ὑπήνεγκε βλασφημίαν τοῦ διαβόλου. ἔσεσθαι γοῦν τὴν ἀπώλειαν αὐτῶν ὡς Σοδόμων διδάσκει· εἶτα παραίνει εἰς τὰ ἤδη, καὶ ἐπευξάμενος αὐτοῖς βεβαιότητα τῆς πίστεως παρὰ τοῦ Κυρίου, τελειοῖ τὴν Ἐπιστολήν.