# Catena In Epistulam Juda 12.1

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ΚΕΦ. Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-juda/12.1

Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι. Περὶ ἀνθρώπων συγγνώμης πταιόντων ὑψηλότερα ἦν τῷ Ἀποστόλῳ ὁ λόγος· οὐ περὶ ἄστρων καὶ νεφῶν e, κυμάτων τε καὶ δένδρων· οἷς δὴ παραδείγμασι κέχρηται, ὅπερ ἔχουσιν ἐκεῖνα κατὰ φύσιν, τοῦτο πεπονθέναι τοὺς ἀνθρώπους κατὰ προαίρεσιν αἰτιώμενος· ὥσπερ γὰρ αἱ νεφέλαι αἱ ἄνυδροι αἱ ὑπὸ ἀνέμων ἐλαυνόμεναι, καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρη- θήσονται, ἀλλ’ οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἐπαφρίζοντα d αἰσχύνας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα e. οὕτω καὶ οἱ λεγόμενοι ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ’ οἱ ἄνθρωποι κατὰ προαίρεσιν ἁμαρτάνοντες· περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι, περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆται εἰσὶν ἀστέρες τῆς εὐθείας ἐκτρεπόμενοι, καὶ τὴν ἐναντίαν τῇ ἀρετῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ ζόφος τετήρηται, οὐχ ὡς ἄστρασιν, ἀλλ’ ὡς ἀνδράσιν· οὐ γὰρ περὶ ἄστρων ἣ νεφῶν f ἣ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπὼν, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν καὶ ἀσέλγειαν καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυμαινομένων g. εἰ γὰρ τὸν προσταχθέντα τοῖς ἄστρασι δι’ αἰῶνος θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον, ἀσεβὲς γὰρ καὶ ἄλογον, ἀλλ’ εἰ καὶ καθ’ ὑπόθεσιν δοθείη, ὅπερ τινες φασὶ, σημαντικοὺς h εἶναι, οὐδ’ οὕτως δώσουσι δίκας, οὐδὲ γὰρ οἱ προφῆται ἔδοσαν i, τὰ μέλλοντα παρὰ τῶν Ἰουδαίων πράττεσθαι καταμηνύσαντες· οὐ γὰρ k ἤδη δι’ ὧν προεμήνυσαν γέγονεν, ἀλλ’ ἐπειδὴ ἔμελλε γίνεσθαι προεμήνυσαν· δῆλον τοίνυν, ὡς οἶμαι, ὅτι οὐ περὶ ἄστρων, ὥσπερ οὐδὲ περὶ κυμάτων ἣ δένδρων ἣ νεφῶν l ἦν τῷ Ἀποστόλῳ ὁ λόγος· καθὼς καὶ ὁ πάσης τῆς Ἐπιστολῆς νοῦς μηνύει, ἀλλὰ περὶ ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται· ἀρξάμενος γὰρ ἀπὸ τῶν m παραδειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ n ἐτελεύτησεν. Ἔτι κατὰ τὸν χρόνον ἐκεῖνον τῶν κοινῶν o ἐν ἐκκλησίαις γινομένων τραπεζῶν, περὶ ὧν καὶ ὁ Ἀπόστολος Κορινθίοις ἐπιστέλλει, συήεσαν p, οὐ χάριν τοῦ μεταλαβεῖν τοῦ Κυριακοῦ δείπνου, ἀλλ’ ἵνα καιρὸν εὕρωσι ψυχὰς ἀστηρίκτους δελεάζειν· τούτων γὰρ καὶ q ὁ Πέτρος ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ καταλέγει. Δένδρα φθινοπωρινὰ, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα. “ Δένδρα φθινπωρινὰ r” τοὺς ἀνοσίους αἱρετικοὺς φησὶν, οἵτινες ὑπὸ τῆς κακίας καταψυχθέντες, τὸν τῆς δικαιοσύνης καρπὸν οὐ διδόασι. δὶς δὲ ἀποθανόντας αὐτοὺς ἐκάλεσεν, ὡς ψυχῇ καὶ σώματι νεκρωθέντας· ψυχῇ s μὲν, ὡς λογιζομένῃ τὰ πονηρὰ, σώματι δὲ, ὡς ἐκτελοῦντι τὴν ἁμαρτίαν. ἐκριζωθέντας δὲ αὐτοὺς λέγει, ὡς μὴ ἀξίους τοῦ πεφυτεῦσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἔνθα ἑαυτὸν ἐρριζωμένον εἰδὼς ὁ ἅγιος ἔλεγε Δαβὶδ, ἐγὼ δὲ ὡσεὶ “ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ’’ καὶ τὰ ἑξῆς t. Tοῦτο φησὶν, ἐπειδὴ πάλιν οἱ u δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυτοὺς εὐσκίοις, καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν ὡς ἄκαρποι τινές εἰσι, καὶ μᾶλλον διὰ τὸν ἐξ αὐτῶν καρπὸν ὃν διαφθείρουσιν ἐν τῇ σπερμοσφαγίᾳ μὴ ζωογονεῖσθαι· καὶ φθινοπωρινοὶ, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι· οὔτε γὰρ βίος αὐτοῖς οὔτε δόγμα x ζωογόνον ἐστὶ λαμπρόν. Οὐκ ἐπὶ μιᾶς ἑστηκότα γνώμης δι’ ἀβεβαιότητα y.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ed. J.A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg046.local001/.
