# Catena In Epistulam Juda 13

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ΚΕΦ. Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-juda/13

Κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας. Βίῳ ἀσελγεῖ z καὶ ἀσεβείᾳ θανατώσαντες τὴν ψυχὴν καὶ δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ τῆς πίστεως τεθνήκεισαν a ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ Εὐαγγελίῳ ἔζησαν· πάλιν δὲ ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς, τεθνήκασι b. ταύτῃ τοι τεθνηκέναι δὶς αὐτούς φησι. Ὁ γὰρ οὕτως ἔνοχος, φησὶ, κακῶν, ὡς ἀσεβείᾳ καὶ ἡδοναῖς ἄγεσθαι, ποίαν ἕξει στάσιν ἣ ῥίζαν πανταχόθεν βαλλόμενος e ; Τὸ μανικὸν αὐτῶν καὶ ἄσχετον d περὶ τὰς βλασφημίας σημαίνει· νεῖ· τὸ δὲ ἐπαφρίζειν τὰς ἰδίας αἰσχύνας, τὸ μετὰ τῆς κατὰ Θεοῦ μανίας καὶ αἰσχρότητα πολλὴν ἐπιτηδεύειν αὐτοὺς βίου ἀποφαίνεται e. Ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Tοῦτο καὶ ἀρχόμενος εἶπεν, οἱ καὶ πάλαι προγεγραμμένοι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ed. J.A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg046.local001/.
