# Catena In Epistulam Juda 4

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ΚΕΦ. Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-juda/4

Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν. Tουτέστι προεγνωσμένοι· ὥσπερ ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν προεγράφη. Tοὺς ἀπὸ Σίμωνος λέγει· οὗτοι γὰρ γαστρίμαργοι τινες f καὶ ἀκόλαστοι ὑπεκρίνοντο g τῆς εὐσεβείας τὴν διδασκαλίαν, ἵνα δι’ αὐτῆς παρείσδυσιν εἰς τὰς οἰκίας h εὕρωσι· καὶ δὴ τοῦτο πράξαντες τὰ τῆς ἀκολασίας ἑαυτῶν i καὶ ἀκαθαρσίας ἀπεπλήρωσαν· αἰχμαλωτίζοντες γυναικάρια σεσωρεύμενα k ἁμαρτίαις· τελετὰς γάρ τινες πλασάμενοι νυκτερινὰς, κοίταις καὶ ἀσελγείαις ἑαυτοὺς ἐκδεδώκασι. τὸ δὲ “ μετέθηκαν τὴν εὐσέβειαν λέγει, ὅτι προφάσει τῆς εὐσεβοῦς διδασκαλίας τὴν ἑαυτῶν ἀπεπλήρουν ἀκρασίαν, παρανόμους μίξεις ἐργαζόμενοι l . Εἰς ὃ ἑαυτοὺς ἐνέβαλον, πορνείαν πᾶσαν ἐν εἴδει θρησκείας ἐπιτηδεύοντες. Καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. Ὁ γὰρ βίος αὐτοῖς ἀκάθαρτος ὣν, οἱονεὶ μεγάλῃ φωνῇ m ἀρνεῖται τὸν Ἰησοῦν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ; * Περὶ μελλούσης αὐτῶν κολάσεως καθ’ ὁμοίωσιν τῶν πάλαι ἁμαρτωλῶν καὶ πονηρῶν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Juda, ed. J.A. Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg046.local001/.
