Ancient Greek · ~4 min
ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ.
Catenae (Novum Testamentum), Catena In Epistulam Petri I ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ΓΑΥΤΗΝ a ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανοῖς γράφει τὴν Ἐπιστολὴν διδασκαλικήν. ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν ἐπιστηρίζει αὐτούς· καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, “εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἶτα συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμᾶν, γυναιξὶ τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν.