# Catena In Lucam ΚΕΦ. Α.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%91.

Περὶ τῆς ἀπογραφῆς. Καὶ ἐπειδήπερ καθολικὴ χάρις ἐκλάμπειν ἔμελλεν εἰς πᾶσαν τὴν γῆν, γίνεται ἓν πρόσταγμα καθ’ ὅλης τῆς οἰκουμένης, Σωτῆρος ἑνὸς κἀς ὅλῃ τῇ οἰκουμένῃ γεννωμένου· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “ ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα” καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο δὲ γίνεται τοῦτο, ἐπειδὴ ἡ ἀπογραφὴ αὕτη χρησίμως τὴν παναγίαν παρθένον ἐξέπεμπεν εἰς Βηθλεὲμ τεκεῖν, ἵνα πληρωθῇ ἡ λέγουσα προφητεία “ καὶ σὺ Βηθλεὲμ, “ οἰκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ a τοῦ εἶναι ἐν χιλιάσιν “ Ἰούδα, ἐξ οὗ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν “ τῷ Ἰσραήλ.” Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀναγραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ, ἁγιάσῃ τὴν οἰκουμένην, καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην εἰς βίβλον ζώντων, ἵνα τὰ ὀνόματα τῶν συγγραφέντων αὐτῷ καὶ πιστευόντων αὐτῷ, ἐγγράψῃ ἐν τοῖς οὐρανοῖς. Ἰσιδώρου Πηλουσιώτου. Ἀπεγράφη ὁ Κύριος ἐτέλεσε Καίσαρι, τῷ κράτει νομοθετῶν ὑποτάσσεσθαι, ὅταν μηδὲν παραβλάπτῃ πρὸς τὴν εὐσέβειαν. Διατί εἰπεν ὁ Εὐαγγελιστὴς “ τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·” οὐδὲ γὰρ ἄλλον ἔσχεν υἱὸν ἡ παναγία θεοτόκος καὶ ἀειπάρθενος ; ἐπειδὴ Θεὸς ὑπάρχει ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστός. γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός. Ἐν τῇ φάτνῃ δὲ κατακλίνεται, καὶ διὰ τὸ μὴ ὑπάρχειν μὲν αὐτοῖς τόπος ἐν τῷ καταλύματι, καθὼς γέγραπται, ἔτι δὲ ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν ἀνακτησαμένους σύνεσιν.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
