# Catena In Lucam ΚΕΦ. Β..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Β.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%92..1

Περὶ τῶν ἀγραυλούντων ποιμένων. Ἐπειδὴ δὲ καὶ πρότερον ἐν τῇ παλαιᾷ πνευματικοῖς ποιμέσι τοῖς προφήταις τὰ παρὰ Θεοῦ διεπορθμεύετο ῥήματα, διὰ τοῦτο καὶ νῦν διὰ τῶν αἰσθητῶν ποιμένων τὸ αὐτὸ γίνεται. καὶ γὰρ ὁ ἀσώματος σάρκα προσλαβόμενος, δι’ αὐτῆς ὡράθη τῷ γένει τῶν ἀνθρώπων. ἔτι δὲ καὶ διὰ τὸ ἀπλάστους αὐτοὺς ε-ι’ναι· ἐζήλουν i o γὰρ τὴν παλαιὰν πολιτείαν, ποιμαίνοντες ὥσπερ οἱ πατριάρχαι καὶ αὐτὸς Μωυσῆς. Tὸ δὲ ** ἥτις ἔσται παντὶ τῷ λαῷ” τῷ τῶν ἀνθρώπων δηλοῖ, οὐ μόνον τῷ τῶν Ἰουδαίων. Ὅπερ δὲ τὸ πλῆθος τῆς οὐρανίου στρατιᾶς αἰνοῦντες ἔλεγον, * δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι δόξα τῷ ἐν ὑψίστοις ὄντι Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη γενομένῳ. καὶ γὰρ ἀγέλην ἀπέφηνε μίαν, τούς τε ἐν οὐρανῷ, καὶ τοὺς ἐπὶ γῆς, γενόμενος ἡμῖν εἰρήνη καὶ εὐδοκία. οἱ μὲν γὰρ Ἄγγελοι καὶ πᾶσα ἡ ἐν οὐρανοῖς δύναμις, πλὴν τῶν ἀπιστούντων, ἐν εἰρήνῃ μεμενήκασι πρὸς τὸν Θεὸν, τὰ αὐτοῦ πληροῦντες θελή- θελήματα, ἡμᾶς δὲ ἡ ἁμαρτία ἐχθροποίησε πρὸς τὸν Θεόν. ἐπειδὴ οὖν ἔλυσε τὴν ἔχθραν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἀποκαταλλάξας ἡμᾶς πρὸς τὸν πατέρα, κατὰ τὸν λέγοντα ’πό. στόλον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· εἰκότως δοξολογοῦσιν οἱ Ἄγγελοι αὐτὸν, τὸν ἐπὶ τῆς γῆς εἰρήνη γενόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν. Ὠριγένουσ. Tί δήποτε ὁ Ἄγγελος οὐκ ἀπῆλθεν εἰς Ιεροσό- λύμα ; οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους ; οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἀλλὰ ποιμένας ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, κἀκείνους εὐηγγελίσατο ; ὅτι ἐκεῖνοι μὲν ἦσαν διεφθαρμένοι, καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι· οὗτοι δὲ ἄπλα- στοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν, καὶ αὐτοῦ Μωϋσέως· ποιμένες γὰρ ἦσαν καὶ οὗτοι. Θείᾳ δόξῃ καὶ οὐρανίῳ περιαστραφθέντες οἱ ποιμένες καὶ ἀγγελικῆς στρατιᾶς θεασάμενοι, καὶ ὑμνολογούσης ἀκούσαντες, ἐπιζηκῆς θερμῶς τὴν Βηθλεὲμ, ἥτις οἶκος ἄρτου μεθερμηνεύεται. “ διέλθωμεν δὴ ἕως εἰς Βηθλεὲμ” λέγοντες, τοὺς τῆς ἐκκλησίας προτυποῦντες ποιμένας τὲ καὶ ἱερεῖς, οἷς ἔργον ἐστὶ τὸν οὐράνιον ἄρτον ἐπιζητεῖν, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ μυστικῶς καθ’ ἑκάστην ἱερουργούμενον, κατὰ τὸ μέγα ἔλεος αὐτοῦ. Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα. Ποῖα δὲ “ συνετήρει πάντα” ἡ παναγία θεοτόκος ; ὅσα τε εἰρήκει αὐτῇ ὁ Ἄγγελος, ὅσα τε οἱ ποιμένες εἶπον, συμβιβάζουσα ἐν τῇ ἑαυτῆς καρδίᾳ, τουτέστι τούτῳ ἐκεῖνο συγκρίνουσα τὰ ῥήματα, ἑνὸς πράγματος συμφωνίαν, ὡς ὅτι περ Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν ὁ ἐξ αὐτῆς γεννηθεὶς ἐν σαρκί. Κυρίαδου Ἀαεξανδρείασ. Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρις μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν ἑαυτοῦ διάνοιαν στήσῃς· ἀναπήδησον δὲ εἰς θεωρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ. ἀνάβηθι τὸν οὐρανὸν, οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσεις τῶν Σεραφεὶμ ὑμνολογούντων αὐτόν· πλήρη λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας, καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν — Καὶ μετ’ ὀλίγα. οὐκοῦν μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ κἀς ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ πη αὐτῶν τῶν ἁγίων Ἀγγέλων.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
