# Catena In Lucam ΚΕΦ. Ε..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%95..1

Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην. Μέμνηται δὲ δικαίως τοῦ χρόνου καὶ τῶν ἀρχόντων λέγων ὁ Εὐαγγελιστὴς “ ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου “ Καίσαρος,” καὶ τὰ ἑξῆς, ἵνα γνῶμεν ὅτι ἐν τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, ἐκλελοίπει καθόλου ἄρχων καὶ ἡγούμενος ἐξ Ἰουδαίων. ἀλλόφυλοι δὲ ἦρχον, Ῥωμαίων μὲν, οἱ δὲ λοιποὶ Ἡρώδου υἱοὶ, Ἀσκαλωνίτης τὸ γένος, “ ἦλθε γὰρ ᾧτινι τὸ ἄρχειν ἀπόκειται,” τουτέστι Χριστῷ τῷ Θεῷ ἡμῶν. Ἐξέλιπον δὲ οἱ Ἰουδαίων ἄρχοντες κατὰ τοὺς λόγους Ιακὼβ τοῦ πατριάρχου. Τὸ δὲ εἰπεῖν “ ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην” δείκνυσιν ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἦλθεν, ἀλλὰ παρὰ Θεοῦ ἀποσταλεὶς, ὅθεν καὶ τοσαῦτα περὶ τὸν Ἰωάννην ἐξ ἀρχῆς ᾠκονομήθη διὰ ταύτην τὴν διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἣ περὶ τῆς ἐχούσης τὸν ἄνδρα, τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ ἦν, εἰ καἲ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν· ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους. Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Χριστοῦ, φωνὴ ἦν ὁ λόγος, προέδραμεν ἡ φωνὴ τὸν λόγον. διὰ τοῦτο καὶ ὡς οὔπω παρόντος τοῦ Κυρίου, “ ἑτοιμάσατε,” φησὶ, “ τὴν ὁδὸν αὐτοῦ, τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “ πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται κατορθοῦσαι ἀρετὴν, τοσούτων ὄντων κωλυμάτων, αὐτὸς ἀποκριθεὶς λέγει, ὅτι πᾶν τὸ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐμποδίζον διορθωθήσεται ὑπὸ τοῦ Χριστοῦ· κἂν φάραγξ τις εἴη, καὶ διὰ τοῦτο ὑπάρχει δύσβατος, πληρωθήσεται πρὸς δεξίωσιν· κἂν ὅρος τις εἴη καὶ βουνὸς, καὶ διὰ τοῦτό ἐστι δυσπόρευτος, ταπεινωθήσεται εἰς ὁδὸν εἰθεῖαν, καὶ πάντα ἔσται εὐθεῖα. Ἄλλωσ. Φάραγγας δὲ καὶ ὄρη καὶ βουνοὺς τὰ πάθη καλεῖ, καὶ τὰς τῶν δαιμόνων ἀντιστάσεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι πάντα ὅσα τὴν ἀρετὴν καὶ τὴν τοῦ Θεοῦ ὁδὸν δύσβατον ποιεῖ, καταργηθήσεται ὑπὸ Χριστοῦ, ὡς γενέσθαι λεῖα πάντα τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε. Δεῖξαι δὲ θέλων, ὅτι οὐκέτι Ἰουδαῖοι οὔτε προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο- λαύσει τοῦ Θεοῦ, φησὶ “ καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “ τοῦ Θεοῦ, ” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ ὅτι τελῶναι καὶ πόρναι προάγουσιν “ ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” Τὸ “ἔλεγεν οὑν τοῖς ἐκπορευομένοις ὄχλοις ἕως “ καὶ εἰς πῦρ “ βάλλεται,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
