# Catena In Lucam ΚΕΦ. ΙΒ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΙΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%92..1

Περὶ τοῦ λεπροῦ. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας. Κυρίλλου Ἀλεξλνδρείασ. Ἐπαίνου παντὸς ἀξία τοῦ προσ- ἐλθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τῷ Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς ἰατρῶν ἐμπειρίαις παραχωρεῖν, ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας νοσημάτων πολλῶν ἀπαλλαττομένους, καὶ συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεσθαι. ὁρῶ δὲ πρὸς τοῦτο χρηστὸν ὄντα καὶ ἑτοιμότατα κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλῦον ἐλεεῖσθαι κἀμέ; καὶ τι πρὸς ταῦτα Χριστός; ἐβεβαίου ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορίαν ἐργάζεται. δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καὶ φησὶ, “θέλω καθαρίσθητι·” χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκ ποδῶν. Τοῦ αὐτοῦ. Τί δήποτε ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι; μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοῦ παρά τινων ἐπαίνου, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον πάθος, καὶ κἄ ἕτερον δὲ τρόπον, καὶ σιωπῶντος τοῦ λεπροῦ ἤρκει καὶ αὐτὴ τοῦ πράγματος ἡ φωνὴ, πρὸς τὸ ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν. Τοῦ αὐτοῦ. οἰκονομικῶς φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν καὶ μεταπλᾶσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες πρὸς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθνῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ μετ’ ὀλίγα — Καὶ ἐξ αὐτοῦ δὲ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν καὶ μάλα σαφῶς ἐν ἀπαρακλήτοις ὑπεροχαῖς πρὸς τὸν Μωϋσέως νόμον, ὄντα Χριστόν· ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη· κατελάλησε γὰρ αὐτοῦ, καὶ κατεδάκνετο μὲν γὰρ λίαν ἐπὶ τοῦ Μωϋσέως, ἐπειδὴ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων, ὁ Θεὸς δεόμαί σου, ἴασαι αὐτήν. Πρόσσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ διὰ προσευχῆς, τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτῆρ’ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς, “θέλω καθαρίσθητι·” οὐκοῦν μαρτύριον ἦν τοῖς ἱερεῦσιν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδιοῦσιν. Ἔδει γὰρ, ἔδει Μωϋσέα θαυμάζειν μὲν ὡς νόμου διάκονον καὶ χάριτος ὑπουργὸν, λαληθείσης δι’ Ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθῆ τοῦ Θεοῦ καὶ Πατρός. Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Εἰς μαρτύριον αὐτοῖς,” εἰς μαρτύριον τὸ θεραπεύεσθαι, ἵνα πληρώσῃ τὸν νόμον· οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. αἱρερετικοὶ τὸ “εἰς μαρτύριον” εἰς ὕβριν κατὰ τοῦ νόμου λαμβάνουσιν, οὐ συνίεντες οἱ ἀνόητοι ὅτι τὸ “εἰς μαρτύριον” εἰς ἀπόδειξιν λέγεται· ὅπου γὰρ μαρτυρία, πρόφασίς ἐστιν ἀμφιβαλλομένου 1 πράγματος.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
