# Catena In Lucam ΚΕΦ. ΙΓ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΙΓ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%93..1

Περὶ τοῦ παραλυτικοῦ Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμέρων καὶ αὐτὸς ἦν διδά- σκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι. Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον, οὐκ εὐαριθμήτου πληθύος τῶν γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γενέσθαι τῶν ἔτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτοῦ, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ· ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ Χριστὸς, ἐπινεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί “σοι αἱ ἁμαρτίαι σου·” ἀλλ’ ὥς γε οἶμαι, πρὸς τούτοις ἐρεῖ τις εὐθὺς ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο· καὶ πῶς ἄφεσιν τῆς ἁμαρτίας αὐτῷ Χριστὸς ἐπηγγέλλετο; ἵνα μάθῃς ὅτι σεσιγημενως καὶ ἀψοφητὶ Θεὸς κατασκάπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· “ἐνώπιον “γάρ γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς πάσας τὰς “τροχίας αὐτοῦ σκοπεύει.” ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀρρωστίαν ἐμβαλὼν τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου, “πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερου- “σαλήμ.” Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· “υἱὲ, μὴ ὀλιγώρει “παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ “ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “δέχεται.” Καλῶς οὖν ἄρα Χριστὸς τὴν τοῦ νοσεῖν ἀφορμὴν, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστι, τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται. Ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἔδει πάντως αὐτὴν συναναιρεθῆναι τὴν νόσον· ὁ μὲν οὖν τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο. θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσπειθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον. Τίτου τοῦ Βοστρῶν. Θαυμάσαι ἐστὶ τοὺς κομίσαντας παράλυτον, πῶς μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν αὐτὸν ἐπὶ τὸ δῶμα, ὡς γὰρ ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην. καὶ ὅμως τούτων γενομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τι λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομέσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ο δὲ Κύριος, φησιν, ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν πίστιν τοῦ παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων, ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαιθρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες. Κυρίλλου Ἀλεξανδρείασ. “Τίς οὗτος,” φησὶν, “ὃς λαλεῖ “βλασφημίαν;” ἀλλ’ οὐκ ἃν ἔφης, ὦ Φαρισαῖε, τουτὶ περὶ αὐτοῦ, εἰ τὰς θείας ἐπίστασο γραφάς· εἶτα προφητικῶν λόγων, εἰ τὸ σεπτὸν καὶ μετὰ τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον. βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην αὐτῶν καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι. τὸν γὰρ εἰπόντα δυσφημίαν κατὰ τοῦ Θεοῦ, θάνατον ὑπομένειν προσέταττε νόμος, ἐπειδὴ δὲ τοῦτο τετολμήκασι, διαδείκνυσιν εὐθὺς ὅτι Θεὸς ἔστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. “Τί “γάρ,” γάρ,” φησὶ, “διαλογίζεσθε διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;” οὐκοῦν ὅταν λέγῃς, ὦ Φαρισαῖε, “τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς “ὁ Θεός;“ἐρῶ σοι κἀγὼ, τίς δύναται καρδίαν εἰδέναι, καὶ τοὺς ἐν τῶ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς προφητῶν, “ὅτι ἐγὼ Κύριος “ἐτάζων καρδίαν καὶ δοκιμάζων νεφρούς·” ἔφη δέ που καὶ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν, “ὁ πλάσας κατὰ μόνας τὰς καρδίας “αὐτῶν·” οὐκοῦν ὁ εἰδὼς καρδίαν καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίαν ὡς Θεός.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
