# Catena In Lucam ΚΕΦ. ΚΑ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9A%CE%91..1

Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ. Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ. Χρὴ γινώσκειν ὅτι οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, δολερᾶς ὑποκρίσεως οὐκ ἀπήλλακτο, οὐδὲ τῆς ἐμφωλευούσης ἀπιστίας αὐτῷ, ὅθεν ἔφη, “εἰ ἦν “προφήτης,” καὶ τὰ ἑξῆς. Ὁ δὲ Κύριος καίπερ εἰδὼς αὐτὸν τοιοῦτον ὄντα, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ κατεκλίθη, “καὶ ἰδοὺ,” φησι, “γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς, ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου καὶ τὰ ἑξῆς. Οὐκ ἔστι δὲ αὕτη οὔτε ἡ παρὰ τῷ Ματθαίῳ, οὔτε ἡ παρὰ τῷ Μάρκῳ, οὔτε ἡ παρὰ τῷ Ἰωάννῃ μνημονευομένη, ἀλλ’ ἑτέρα τις. Κατανοῶν τοίνυν ἐγὼ καὶ κατεξετάζων ἐπιμελῶς τὴν διήγησιν καὶ τῶν εὐαγγελικῶν ῥημάτων ἐνατενίζων τῷ ἀκριβεῖ, τρεῖς εἶναι γυναῖκας λογίζομαι· καὶ ἐκ τῆς τῶν προσώπων ποιότητος, καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς πράξεως, καὶ ἐκ τῆς διαφορᾶς τοῦ καιροῦ. Ὁ μὲν γὰρ Ἰωάννης περὶ τῆς Μάριας τῆς ἀδελφῆς Λαζάρου καὶ Μάρθας ἐπαινουμένης σφόδρα καὶ θεοσεβοῦς, καὶ ἐν ταῖς μαθητιώσαις λελογισμένης τῷ Ἰησοῦ τοῦτό φησιν, ὧδέ πὼς διηγούμενος, “ὁ οὖν, Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα “ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. “Ἐποίησαν οὖν αὐτῷ ἐκεῖ δεῖπνον. Ἡ δὲ Μάρθα διηκόνει, “δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ· ἡ οὖν Μαρία “λαβοῦσα λίτραν μύρου νάρδου,” καὶ τὰ ἑξῆς. ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ· ἰδοὺ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· κατὰ τὴν οἰκίαν Μάριας καὶ Λαζάρου καὶ Μάρθας τοῦτο γεγονέναι σαφῶς ἱστόρησεν ὁ Εὐαγγελιστής· ὡς καὶ ἀνωτέρω τὸ αὐτὸ τοῦτο ἐξεῖπεν. “Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμά- “ξασα,” καὶ τὰ ἑξῆς, “ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει·” καὶ θαυμάσῃς εἰ κατὰ προαναφώνησεν ἐρρέθη· καὶ γὰρ περὶ τοῦ Ἰούδα φησὶν ὁ Μάρκος τὰ ὀνόματα τῶν ιβ΄ Ἀποστόλων ἀπαριθμούμενος, “καὶ Ἰούδας Ἰσκαριώτης ὃς καὶ παρέδωκεν αὐτόν.” καίτοι γε οὐδέπω παραδοὺς ἦν αὐτὸν, ἀλλὰ τὸ μέλλον, ὡς ἤδη γενόμενον ἔγραψεν· ὁ δέ γε Ματθαῖος ἐπάγει λέγων, “καὶ ἐγένετο ὅτε “ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μα- “θηταῖς αὐτοῦ, οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται,” καὶ τὰ ἑξῆς. “Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ “Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον “μύρου πολυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμενου. Σκόπει οὑν ὅτι εἰρηκότος τοῦ Ἰησοῦ, οἴδατε ὅτι “μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται·” οὕτως ἱστόρησεν αὐτὸν ὁ Εὐαγγελιστὴς γενόμενον κατὰ τὴν αὐτὴν Βηθανίαν ἐν τῆ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, καὶ ὑπὸ τῆς γυναικὸς τιμηθέντα τῷ μύρῳ, μὴ τῶν ποδῶν ἀλειφομένων, ἀλλὰ τοῦ ἀλαβάστρου καταχεομένου τῆς κεφαλῆς. ὥστε καὶ ὑπὸ τοῦ Ἰωάννου γραφὲν, ἐν τῷ οἴκῳ Μάριας καὶ Μάρθας, καὶ ἀπὸ τοῦ τρόπου τῆς πράξεως, ἐκεῖ μὲν γὰρ τοὺς πόδας ἤλειψε καὶ ἀπέμαξε ταῖς θριξὶ τῆς ἰδίας κεφαλῆς ἀλείψασα, ἐνταῦθα δὲ κατέχεεν ἐπὶ τῆς τοῦ Ἰησοῦ κεφαλῆς· καὶ ἀπὸ χρόνου· πρὸ μὲν γὰρ ἓξ ἡμερῶν ἔφη ὁ Ἰωάννης τοῦ Πάσχα γενέσθαι τὸ δεῖπνον ἐκεῖνο, Ματθαῖος δὲ πρὸ ἡμερῶν δύο καὶ μόνος· Λουκᾶς h δὲ περὶ τὰ μέσα τοῦ Εὐαγγελίου ἣ καὶ ἔτι πρὸ τούτου. “ἰδοὺ γὰρ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλὸς, ἐπι- “γνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα “ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω “κλαίουσα,” καὶ τὰ ἑξῆς. “Ἰδῶν δὲ ὁ Φαρισαῖος ὁ “σὰς αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐνί- “νωσκεν ἃν τίς καὶ ποταπὴ,” καὶ τὰ ἑξῆς. προδηλότατα γοῦν ἐκ τοῦ καιροῦ δέδεικται μὴ τὴν αὐτὴν ταῖς ἄλλαις γυναιξὶ ταῖς περὶ τὸν καιρὸν τοῦ πάθους τιμησάσαις τὸν Σωτῆρα τῷ μύρῳ· μηδὲν δὲ νομιζέτω διὰ τὸ καὶ τοῦτον τὸν Φαρισαῖον τὸν κεκληκότα αὐτὸν Σίμωνα προαγορεύεσθαι, τὸν αὐτὸν εἶναι Σίμωνα τῷ λεπρῷ· φαίνεται γὰρ ἐκεῖνος τεθεραπευμένος ὑπὸ τοῦ Ἰησοῦ, καὶ χαριστήριον ὥσπερ ἀποτιννὺς αὐτῷ τὴν εἰς τὴν οἰκίαν ἀποδοχήν. οὐ γὰρ ἃν εἰ μὴ τεθεράπευτο, παρ’ αὐτῷ κατέλυεν. Κατεφίλει δὲ αὕτη οὐκ ἀργῶς, ἀλλὰ τῷ μύρῳ ἀλείφουσα τοὺς πόδας, τὴν πολλὴν στοργὴν ἐκ τούτου δεικνύουσα. Ὁ δὲ Κύριος ὁ μὴ διὰ ῥημάτων μόνον ἀκούων, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις καταλαμβάνων, ὡς καὶ τῶν προφητῶν δεσπότης ὑπάρ- χων, ἀπαγγέλλει τοὺς λογισμοὺς τοῦ Φαρισαίου λέγων· “Σίμων, ἔχω σοί τι εἰπεῖν, καὶ τὰ ἑξῆς. Εἶτα εἰπόντος ἐκείνου, ᾧ τὸ πλέον ἐχαρίσατο, αὐτός φησι πρὸς αὐτόν· τί τοίνυν σὺ τοιαῦτα ἐνεθυμήθης; οὐδὲ γὰρ σὺ ἀναμάρ- τητος· εἰ γὰρ ἐλάττω χρεωστεῖς, ἀλλ’ οὐ μέντοι ἀπηλλαγμένος τυγχάνεις ἁμαρτημάτων· καὶ πολλάκις μὲν γίγνεται τὸν πολλὰ ἐπταικότα, δι’ ἐξομολογήσεως τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι· τὸν δὲ ὀλίγα ἡμαρτηκότα, δι’ ὑπερηφανίαν μὴ προελθεῖν τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως, καὶ ὑποκεῖσθαι τῇ κολάσει· οὐδὲ γὰρ διὰ τὸ μὴ ἔχειν πολλὰ τῆς κρίσεως ἀπαλλάττεταί τις, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῖς ὀλίγοις κατακρίνεται, μὴ τὴν προσήκουσαν καὶ ὑπὲρ αὐτῶν προσενέγκας ἐξομολόγησιν καὶ μετάνοιαν. ὡς γὰρ ἁμαρτωλὸς τωλὸς ἀπαρρησίαστος εὑρεθήσεται, ἐπὶ τοῦ φοβεροῦ βήματος, καὶ σὺ μὲν, φησὶ, τοῖς ἑτοίμοις οὐκ ἐχρήσω· ὕδωρ γάρ μοι ἐπὶ τοὺς πόδας οὐκ ἔδωκας· εὔκολος γὰρ τῶν ὑδάτων ἡ χρῆσις· αὕτη δὲ τὰ ἀνέτοιμα ἐξεκένωσε, τοῖς δάκρυσιν αὐτῆς βρέχουσά μου τοὺς πόδας· οὐ δὲ γὰρ εὔκολος ἡ τῶν δακρύων ἔκχυσις, καὶ ταῖς θριξὶν ἐξέμαξεν, ἵνα δι’ ὧν ἐθήρευσε πρὸς ἁμαρτίαν νεότητα, διὰ τούτων ἁγιοσύνηυ εὑρεθῇ θηρεύουσα· ἔτι δὲ καὶ κατεφρόνησάς μου· φίλημα γάρ μοι οὐκ ἔδωκας, οὐδὲ ἐλαίῳ τὴν κεφαλήν μου ἤλειψας· αὕτη δὲ μετὰ παντὸς πόθου καταφιλοῦσά μοι τοὺς πόδας, μύρῳ τούτους ἤλειψε· καὶ ἐπειδὴ εἶπας ἐν σεαυτῷ ”οὗτος εἰ ἦν προφήτης, “ἐγίνωσκεν ἃν, τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἥτις ἅπτεται αὐτοῦ, “ὅτι ἁμαρτωλός ἐστι” γνῶθι κἂν νῦν ἐκ τούτου ὅτι οὐκ ἠγνόουν, ὅτι καὶ τοὺς σοὺς διαλογισμοὺς ἐπίσταμαι καὶ τὰς ἁμαρτίας ταύτης γινώσκων· διὸ καὶ σὲ μὲν ὡς πάντα εἰδὼς ἐλέγχω, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ταύτης ἐπιστάμενος λέγω σοι “ὅτι ἀφέωνται “αὐτῆς αἱ ἁμαρτίαι,” καὶ τὰ ἑξῆς. Εδοξε δὲ ὁ Εὐαγγελιστὴς, ὅτι καὶ ἕτεροι ἦσαν συνανακείμενοι, οὓς καὶ ἐξένισεν ὁ λεπρὸς, ὅτι οὐχ ὡς προφήτου ἦν, ἀλλ’ ὡς δεσπότου τὸ δίκαιον ἀπονέμοντος· τί δὲ ἦν τὸ δίκαιον; ἡ ἐξομολόγησις τῆς γυναικὸς καὶ τὸ δάκρυον καὶ ἡ τιμὴ, καὶ ἡ παρὰ τοὺς πόδας στάσις. Εἶπε δὲ αὐτῇ ὁ Χριστός ἡ πίστις σου σέσωκέ σε. Διὰ τὸ πιστεῦσαι αὐτὴν ὅτι ἐξουσίαν ἔχει ἀφίεναι ἁμαρτίας. Τὸ δὲ “πορεύου εἰς εἰρήνην” τοῦτο ἐστι τὸ μηκέτι ἁμαρτάνειν.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
