# Catena In Lucam ΚΕΦ. ΚΔ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΚΔ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9A%CE%94..1

Περὶ τοῦ Λεγεῶνος. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν. Κυρίλλου Ἀλεξανδρείασ. Ἐνταῦθά μοι βλέπε θράσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπάζεις, εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκῆπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὗται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γάρ’ ἔφη, “τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ “ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δηλονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὡσανεὶ ἔλεγε, μὴ ἀποπέμψῃς ἡμᾶς, μηδὲ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων· τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέφανον. Αὐτοὶ μὲν γὰρ πονηρεύονται, ὁ δὲ ἀγωνοθέτης στέφανον προτιθεῖ τοῖς νικῶσι. παρεκάλουν οἱ δαίμονες τὸν Κύριον. εἰ κατὰ τοὺς αἱρετικοὺς ἀρχαὶ ἦσαν δύο, οὐκ ἂν οἱ δαίμονες παρεκάλουν τὸν Κύριον, εἰ μὴ ἦσαν δημιούργημα μὲν τοῦ Θεοῦ, ὡς δὲ ἁμαρτήσαντες ἀποβεβλημένοι. βλέπε τοίνυν τὴν οἰκειότητα τῆς δημιουργίας καὶ τῆς ἁμαρτίας τὸν ἔλεγχον, ἡμᾶς γὰρ δημιουργία ὑπὸ τὸν δεσπότην, οἱ δὲ ἁμαρτάνοντες ὑπὸ τὸν κριτὴν παρακαλοῦσι καὶ ὁμολογοῦσι τὴν ἐξουσίαν. Τοῦ αὐτοῦ. Καθαρὰ ἡ κάθαρσις, ἀναντίρρητος ἡ θεραπεία, οὕτω γὰρ ἔνηψεν ὁ πάσχων ὥστε ἐπιγνῶναι τὸν Σωτῆρα καὶ ἀξιοῦν αὐτὸν, ἵνα ᾖ σὺν αὐτῷ· τάχα δὲ καὶ εὐλαβούμενος τὴν ὑποστροφὴν τῶν δαιμόνων. ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν, παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐτὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα. Βίκτοροσ πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παραβαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
