# Catena In Lucam ΚΕΦ. Κ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9A..1

Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννη. Ἐπειδὴ δὲ τὸ παράδοξον τοῦ θαύματος εἰς φόβον ἤγαγεν ἅπαντας τοὺς τότε παρόντας, διελαλήθη τε καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ αὐτῷ δὲ τῷ ἁγίῳ βαπτιστῇ ἀπήγγειλάν τινες τῶν μαθητῶν· προσκαλεσάμενος οὖν ἔπεμψεν αὐτοὺς πρὸς τὸν Κύριον, “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδκῶμεν;” Διὰ τι δὲ αὐτοὺς ἀπέστειλε, προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.” Κυρίλλου Ἀλεξανδρείασ. Οὐκ ἠγνόησεν ὁ μακάριος βαπτιστὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς, οὐ μετρίως ὀνίνησι τοὺς ὑπ’ αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν εἰδότες, ἤτοι τὴν δόξαν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πῶς καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ, καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν βαπτιστήν. Καὶ μετ’ ὀλίγα· τι οὖν ἄρα βούλεται νοεῖν ἐρωτῶν καὶ “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἣ ἕτερον προσδοκῶμεν;” ἔφαν τοίνυν ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον, ἀλλ’ ἵνα πληροφορηθῶσιν οἱ αὐτοῦ μαθηταὶ, ὅση τίς ἐστιν ἡ τοῦ Σωτῆρος ὑπεροχὴ, καὶ ὅτι τῆς θνεοπνεύστου γραφῆς ὁ λόγος, τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται προαπεταλμένοι, δεσπότου ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γεγραπται· ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος. Τοῦ αὐτοῦ. Εἰδὼς ὡς Θεὸς ὁ Χριστὸς τὴν οἰκονομίαν τοῦ πράγματος καὶ τῆς τῶν Ἰωάννου μαθητῶν ἀφίξεως τὴν αἰτίαν, κατ’ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ πολλαπλασίας τῶν ἤδη γεγενημένων εἰργάζετο θεοσημείας· γεγονότες οὖν ἄρα τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν ὡς ἐξ Ἰωάννου λέγοντες, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὰ f ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵν ἐναφόρμως τὴν εἰς αὐτοὺς πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· “πορευθέντες” γὰρ, φησὶ, “ἀπαγγείλατε Ἰωάννῃ, “ἃ ἴδετε g καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπα- “τοῦσι,” καὶ τὰ ἑξῆς. ταῦτα πάντα προαπηγγέλκασιν ὡς δι’ ἐμοῦ κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Εἰ δὲ ἐγὼ γέγονα τῶν πάλαι προειρημένων ἀποτελετὴς, καὶ τούτων αὐτοὶ γεγόνατε θεωροὶ, μακάριος τοίνυν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοὶ· Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Τοῦ ἁγίου Τίτου Βοστρῶν. Νομίζετε ὅτι Ἰωάννης μεταφέρεται ὧδε κἀκεῖ ὡς ὑπὸ πνευμάτων σαλευόμενος, ὥστε ποτὲ μὲν μαρτυρεῖν, ὅτι αὐτός εἰμι ὁ Χριστός· ἄλλοτε δὲ ἐρωτῶν, εἰ αὐτὸς ἐγώ εἰμι; οἶδα ἃ ποιεῖ· ἐμὸν τὸ πνεῦμα, ἐμὴ ἡ χάρις, ἐμὴ ἡ ἐκείνου οἰκονομία. Τί τοίνυν ἐξήλθετε εἰς τὴν ἔρημον, τὴν μηδὲν ἔχουσαν τερπνόν; ἵν ὡς διὰ τὴν ἐκείνου θέαν ἐξιέναι προφασίζησθε. Δῆλον τοίνυν, ὡς δι’ οὐδὲν ἕτερον καταλείψαντες τὰς πόλεις τὴν ἔρημον κατελάβετε, εἰ μὴ ὡς ἀντιποιούμενοι τοῦ ἀνδρὸς καὶ τοῦ ἀξιώματος. ἐρωτᾷ με οὐκ ἀγνοῶν, ἀλλ’ οἶδα τί ποιεῖ· οὐ γὰρ νῦν μὲν ὧδε, ἑτέρῳ δὲ ἄλλοτε μεταβαίνει. Μῆ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὸν εἶχεν ἐντολήν; μὴ γράμματα καὶ δόγματα καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ ἀντιποιησόμενος ἦν κατὰ τὸ φαινόμενον; οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐχὶ αὐτοσχέδιον εἶχε τὴν τροφήν; μήτι τοιοῦτον ὑμᾶς προετρέψατο ἐκεῖ ἀπελθεῖν; Εἰ ὡς εἰς προφήτην χρησίμως ἀπήλθετε, καὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου ὁ μὲν γὰρ προφήτης προλέγει, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν εἰπὼν, “ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ “αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν Ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίει, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν· οὗτος βάπτισμα ἐκήρυξε μετανοίας, ἵνα προλάβῃ ἡ μετάνοια τὴν ἄφεσιν· ἄνευ γὰρ μετανοίας ἄφεσις οὐ δίδοται. Εξ ἀνεπιγράφου. Ὄρα τὴν ἀκρίβειαν, μείζων ἐν γεννητοῖς γυναικῶν λέγει, ἵνα ἐξέλῃ τὴν παρθένον· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς, καὶ κατηξίωσε σῶμα ἐκ τοῦ ἡμετέρου φυράματος λαβεῖν, ἵνα τὸ ὅλον ἁγιασθῇ διὰ τῆς ἀπ’ ἀρχῆς. Γεννητῶν δέ φησι γυναικῶν τῶν κατὰ φύσιν τικτουσῶν, ἵνα ἰδίᾳ θῇ τὴν παρὰ φύσιν παρθενίαν. Ἄλλοσ. Οἷον μέγα εἶχεν ἀξίωμα ὁ Ἰωάννης καὶ φοβερὸς ἦν τὴν ἔνστασιν, καὶ σεμνὸς τὴν ὄψιν, καὶ ἅγιος τὴν προαίρεσιν, καὶ ἀνεπίληπτος τὸν βίον, καὶ καθαρὸς τὴν διάνοιαν, καὶ πνευματοφορος τὴν χάριν, καὶ δυνατὸς ἐν πᾶσι, καὶ εὐγενὴς κατὰ πάντα. τοῦ γὰρ ἀρχιερέως υἱὸς ἦν, καὶ φοβερὸς τῷ λαῷ, συγκρινόμενος δὲ πρὸς τοὺς ἤδη πρὸς Θεὸν ἐκδημήσαντας, ἃν μέγας ἐστὶν, ἀλλ’ ὅμως ἔτι ἐν βίῳ ἀναστρέφεται, καὶ οὐδέπω ἀπέλαβε τὴν προσδοκωμένην ἐλπίδα· ὁ μικρότερος τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν· οὐχ ὅτι καὶ Ἰωάννης οὐκ ἀπολήψεται, ἀλλὰ συγκρίνωμεν τὸ ἐνταῦθα ἀξίωμα, ἐκείνῃ τῇ προσδοκωμένῃ χάριτι. τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσιν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις. Τοῦ ἁγιοῦ Κυρίλλου. Ἡνίκα ποῦ παιγνίου τις τρόπος τοῖς Ἰουδαίων παισὶν οὕτως ἔχων, εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην, καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τὴν ἑτέρως εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ’ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο· οὔτε μὲν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες συνεπλάττοντο· εἴτ’ ἀλλήλοις ἐνεκάλουν τρόπον τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν ἰσχυρίζετο ὁ Χριστός

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
