# Catena In Lucam ΚΕΦ. ΛΑ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΛΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9B%CE%91.

Περὶ τοῦ σεληνιαζομένου. Ἐγένετο δὲ ἐν τῆ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς “καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμὰ τὸ ἱερὸν, “ ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “ αὐτῶν.” Καὶ μετ’ ὀλίγα — Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατορθῶσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἢν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ- πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
