# Catena In Lucam ΚΕΦ. ΛΓ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΛΓ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9B%CE%93..1

Περὶ τοῦ μὴ ἐπιτρεπομένου ὀκολουθεῖυ. Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώβου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματι σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματι μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι. Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ κἀς ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκαταγγέλλονες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος. Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσόλυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ιουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἃν παθόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί- ζωσί τινες ἣ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;“ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε, ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον n, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους ἀυτῶν· Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ο δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισται πὼς τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτω τῶ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ· διὸ καί φησι πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ- σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀποτάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι ο τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἄμα γὰρ ἤκουσαν τοῦ του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
