Ancient Greek
ΚΕΦ. ΛΔ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΛΔ..1
Not analysed yet
Περὶ τῶν ἀναδειχθέντων ο΄. Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑβδομηκοντα. Τίτου Βοστρῶν. τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ- “θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ. Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς. καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας “εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ διαβολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν “ἀποστείλαντά με.” Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Τίτου Βοστρῶν. Ὠσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου “τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέγραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὣν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Τὶοῦ Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν· μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μηδεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ βάλλεται. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετακινητοι τον νοῦν. Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν. Ωριγένουε. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἃν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” 2 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό- τερον ἔσται. Τίτου βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπόστολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων. Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ. Οὗτοι οἱ τόποι Ἰουδαικοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδῶν Ἑλληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἃν ἐπίστευον ἤπερ ὑμεῖς· ἐλέγχει τοίνυν τὰς Ἰουδαικὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν· Ιουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μῆ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις. Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται “ἡμῖν ἐν τῷ ὀνόματι σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο τοῦτο καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν “τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἣ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν. Εστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλλον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον, τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτὸν· Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ. Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως δηλονότι καταξιούμενοι· ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι. Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς. “Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως “καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Ὠριγένουσ. Οὐ μακρὰν τὸ “πάντα μοι παρεδόθη ὑπὸ τοῦ “Πατρός μου” ἐστὶ, καὶ τὸ “ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἔπι γῆς. καὶ δία τοῦτο αὐτῷ δίδοται πάσα ἐξουσία, ινα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω- πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ “ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” Τίτου Βοστρῶν. Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεως τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο- καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως.