# Catena In Lucam ΚΕΦ. ΛΕ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΛΕ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9B%CE%95.

Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ. Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν. Επαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγγελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν, ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ θυοτ;καὶ τίς ἐστί μου "πλησίον;" δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα· τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
