# Catena In Lucam ΚΕΦ. Λ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Λ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9B..1

Περὶ τῆς μεταμορφώσεως. Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενειαις, κα τι τοιοῦτον πέρι αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πὼς ἀρνήσεταί τις ἑαυτὸν, ἣ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἣ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; “Ινα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσι τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ “ μὴ γεύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ἧ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβλῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἰερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ. καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἡλίου παράστασις καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πὼς ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
