# Catena In Lucam ΚΕΦ. ΜΒ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΜΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9C%CE%92..1

Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν. Τίνος ἕνεκεν πονηρῶν καὶ βεβήλων ὄντων τῶν Φαρισαίων καὶ βασκάνων καὶ ἀλαζόνων, κληθεὶς παρ’ ἑνὸς ἐξ αὐτῶν Χριστὸς ὁ Θεὸς ἡμῶν οὐ παρῃτήσατο, ἀλλ’ εἰσελθὼν ἀνεκλίθη; οὐχ ὡς ἀγνοῶν τὴν ἐνοῦσαν αὐτοῖς σκαιότητα ὁ πάντα εἰδὼς τοῦτο πεποίηκεν, ἀλλὰ νουθετῆσαι τούτους ἐπειγόμενος, μυσταγωγίας πρόΦανσιν τὸ πρᾶγμα ποιούμενος. Ἐσκανδαλίσθη δὲ ὁ Φαρισαῖος, ὅτι οὐ πρὸ τοῦ ἀρίστου ἐβαπτίσθη, ἀσυνέτως σφόδρα, τοῦτο γὰρ ἐποίουν ἐκεῖνοι, ῥύπου παντὸς ἑαυτοὺς, ὡς ἐνόμιζον, ἀπαλλάττοντες, ὅπερ οὐδαμοῦ προσέταξε Μωϋσῆς τοῦτο ποιεῖν. Μόνη γὰρ διὰ τῶν ὑδάτων ἀπόνιψις χρειωδεστάτη λίαν ἐστὶ, τοῖς ῥυπῶσι σωματικῶς, ἀκαθαρσίαν δὲ τὴν εἰς νοῦν καὶ καρδίαν ἀπαλλάξαι οὐ δύναται. Τὰ τούτων ἀκόλουθα, οἷόν ἐστιν, ἐστιν, ὁ Κύριος, “ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου,” ἕως “τὸ “γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. Κυρίλλου Ἀλεξανδρείασ. Ἐξῆν μὲν γὰρ καὶ ἑτέροις χρήσασθαι τὸν Κύριον, νουθετεῖν ἐθέλοντα τὸν ἀσύνετον Φαρισαῖον, ἐπιδράττεται καὶ τοῦ καιροῦ καὶ οἷον ἐκ τῶν ὄντων ἐν χερσὶν ἐξυΦαίνει τὴν μυσταγωγίαν· ὡς γὰρ ἐν καιρῷ τροφῆς καὶ τραπέζης ἐναργὲς ὑπόδειγμα δέχεται τὸ ποτήριον καὶ τὸν πίνακα, καὶ διαδείκνυσιν ὅτι καθαροὺς καὶ ἐκνενιμμένους εἶναι χρὴ τοὺς εἰλικρινῶς λατρεύοντας τῷ Θεῷ, καὶ οὐ δήπου μόνης ἐξ ἀκαθαρσίας σωματικῆς· ἀλλὰ γὰρ καὶ τῆς εἰς νοῦν ἔσω κεκρυμμένης, καθάπερ ἀμέλει καὶ τὰ ταῖς τραπέζαις ἐξυπηρετοῦντα τῶν σκευῶν καὶ τῶν ἔξωθεν ἐλευθεροῦσθαι ῥύπων, εὖ ἃν ἔχοι, καὶ προσέτι τοῦτο τῶν ἔσω. Ὁ γὰρ ποιήσας τὸ ἔξωθεν φησὶ, καὶ τὰ ἄνωθεν ἐποίησε, τουτέστιν ὁ τὸ σῶμα κτίσας, καὶ ψυχὴν εἰργάσατο. χρὴ τοιγαροῦν ἐν ὅσῳ τὰ ποιήματα τοῦ φιλαρέτου Θεοῦ σύνδρομον ἔχει τὴν ἀποκάθαρσιν r, ἀλλ’ ἦν ἀληθὲς τοῦτο τοῖς γραμματεῦσι τε καὶ Φαρισαίοις· μέχρι γὰρ μόνου τοῦ δοκεῖν εἶναι καθαροὺς αὐτοὺς πάντα δρᾷν ἐσπούδαζον, “τάΦοις κεκονιαμένοις προσεοικότες” κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος Φωνὴν, “ἔξωθεν μὲν ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν καὶ “πάσης ἀκαθαρσίας.” Ἀλλ᾿ οὐ τοιούτους ἡμᾶς εἶναι βούλεται Χριστός· ἁγίους δὲ καὶ ἀμώμους ψυχῇ s τε καὶ σώματι. Ἅ γὰρ ἔδει μάλιστα κατορθοῦν, ταῦτα παρέντες ὡς ἕωλα, τουτέστι τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, μόνας ἐκείνας ἀκριβῶς ἐτήρουν τὰς ἐντολὰς, ἤγουν τηρεῖσθαι προσέταττον παρὰ τὸν ὑπὸ χεῖρα λαὸν, αἳ πλείστας αὐτοῖς λημμάτων ὁδοὶ ἦσαν καὶ ἀφορμαὶ, ὥστε μηδὲ τὰ τῶν λαχάνων λεπτὰ καὶ οὐδενὸς ἄξια λόγου παρατρέχειν αὐτούς· ἔργον δὲ ἀγάπης τῆς εἰς Θεὸν, τὸ κατὰ μηδένα τρόπον προσκρούειν αὐτῷ, δεδιέναι δὲ τοῦ παντὸς νόμου παράβασιν, κρίσεως δὲ ἡ δικαιοκρισία καὶ τὸ φροντίδος ἴσης ἀξιοῦν τὰ τεθεσπισμένα, καὶ μὴ ῥᾳθυμεῖν μὲν τῶν ἀναγκαίων· μόνοις δὲ τοῖς ἐπικερδέσιν ἀκριβῶς ὁρᾷν, ἀλλὰ προσκλινῆ ποιεῖσθαι τὴν ψῆφον τὴν ἐφ’ ἑκάστῳ πράγματι· τὸ γὰρ ἄδικα κρίνειν οὐκ ἀγάπην τὴν εἰς ἀδελφοὺς τηρούντων ἐστί· τὰ τοίνυν ἀναγκαῖα καὶ συνεκτικὰ μὴ τηροῦντες τοῦ νόμου, τὰς δεκάτας λαμβάνειν ἐσπούδαζον καὶ τῶν εὐτελεστάτων. Τὸ γὰρ ἀσπασμοὺς ζητεῖν παρὰ πάντων τῶν ἐν ἀγορᾷ, καὶ τὸ προσεδρεύειν ἐν συλλόγοις περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες, μνημάτων ἀδήλων οὐδὲν διαφέρουσι· ἃ διαπρέπει μὲν τοῖς ἔξωθεν κόσμοις, μεστὰ δέ εἰσι πάσης ἀκαθαρσίας. ἐνταῦθά μοι βλέπε διαβεβλημένην ἐσχάτως τὴν ὑπόκρισιν τὸ πρὸς ἀρέσκειαν ἀνθρώπων ἅπαντα διαπράττεσθαι. Διὰ τοῦτό φησιν ὁ μακάριος Παῦλος, “εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.”

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
