# Catena In Lucam ΚΕΦ. Μ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Μ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9C.

Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν. Διὰ τι τῆς γυναικὸς εἰπούσης, “μακαρία ἡ κοιλία ἡ βαστά- “σασά σε,” καὶ τὰ ἑξῆς, αὐτὸς Χριστὸς ὁ δεσπότης εἶπε, “με- “νοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ Φυλάσ- “σοντες αὐτὸν;” ἁρμοδίως πρὸς τὸν καιρὸν τοῦτό φησιν· ἐπειδὴ γὰρ οἱ τῶν θείων λόγων ἀνήκοοι τοὺς ὑπηκόους τούτων κατέκριναν, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τούτους· λοιπὸν δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν, ἵνα καὶ αὐτὸς ἀκούσας μάθῃ, καὶ μαθὼν πιστεύσῃ, καὶ πιστεύσας ἐργάσηται, καὶ ἐργασμένος στεφανωθῇ καὶ δοξασθῇ μετὰ πάντων τῶν φυλασσόντων τὰς δεσποτικὰς ἐντολάς. ἅπερ εἶπεν ὁ δεσπότης Χριστὸς, “ὅτι ἡ γενεὰ αὕτη πονηρά ἐστιν,” ἕως “ἔσται Φωτεινὸν ὄλον” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
