# Catena In Lucam ΚΕΦ. ΝΒ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΝΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9D%CE%92.

Περὶ τοῦ ὑδρωπικοῦ. Κληθεὶς δὲ πάλιν ὑπὸ Φαρισαίου ἐν σαββάτῳ ὁ δεσπότης Χριστός· ἦν δὲ οὗτος τῶν παρ’ αὐτοῖς διαπρεπεστάτων, μάλιστα διὰ τὸ δύστροπον αὐτῶν ἀπῆλθε, μᾶλλον δὲ διὰ τὴν τούτων ὠΦέλειαν συνέστιος γενόμενος τούτοις, ὅπως θεωροὶ γενόμενοι τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος τε ὁμοῦ τε καὶ δόξης αὐτοῦ, τάχα πὼς κἂν οὕτως πιστεύσωσιν ὅτι Θεός ἐστι, καὶ Υἱὸς Θεοῦ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν· παρετηροῦντο δὲ αὐτὸν, μὴ ἄρα πὼς καταπεφρόνηκε τῆς εἰς τὸν νόμον αἰδοῦς, τι τῶν ἀπηγορευμένων ἐργαζόμενος ἐν ἡμέρᾳ σαββάτῳ. ὁ δὲ Κύριος οὐχ ὅπως ἐκκλίνῃ τὴν ἄφρονα μέμψιν, ἀλλ’ ὅπως εὐεργετήσῃ τινὰς πάντα διαπράττεται, ὅθεν καὶ τὴν ἀφροσύνην ἐλέγχει τῶν αἰτιᾶσθαι μελλόντων αὐτὸν ἐπὶ σαββατικαῖς εὐεργεσίαις, λέγων, “ἔξεστι τῷ σαβ- “βάτῳ θεραπεῦσαι ἣ οὔ;” καὶ γὰρ ἦν, φησὶν, ἄνθρωπός τις ὑδροπικὸς ἔμπροσθεν αὐτοῦ. ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος, καὶ ὡσανεὶ λέγων αὐτοῖς, εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς τὸν εἰς φρέαρ καταπεσόντα; μὴ φροντίσῃς υἱοῦ κινδινεύοντος ἐν σαββάτῳ, μηδὲ τὶ τῶν τοιούτων διαπράξῃ; τοιγαροῦν χαίρειν εἰπὼν ταῖς Φαρισαϊκαῖς βασκανίαις, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
