# Catena In Lucam ΚΕΦ. ΝΓ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΝΓ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9D%CE%93.

Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας. Ὅπερ δὲ εἶπε, τοὺς κεκλημένους “ἐπίσχων πῶς τὰς πρωτοκλι- “σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πὼς εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια Φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται· τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστωται, ὅταν ἐντιμωτέρου ἐλθόντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὣν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐΦιέμενος, παραχωρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων. μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον Φρόνημα. Κυρίλλου Ἀλεξανδρείασ. Εἰ γὰρ τοῖς ἑτέροις ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήΦου, καὶ στεΦανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον Φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόντος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς. Τὸ δὲ, “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαν- “τὸν ὑψωθήσεται,” τῆς θείας ἤρτηται κρίσεως, οὐ πάντως γὰρ κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν, ἐπειδὴ καὶ πολλοὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
