Ancient Greek
ΚΕΦ. ΝΖ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΝΖ..1
Not analysed yet
Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας. Λέγει δὲ καὶ περὶ τῶν παραβολῶν ὁ ἅγιος Κύριλλος, ὅπερ καὶ ὁ Χρυσόστομός Φησιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αὗται πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτὸν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθήσωμεν· οὐ γὰρ ἅπαντά Φησι, τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρή· λεπτῶς δὲ καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὰ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς Φιλακροάμονας, μήτε μὲν ἀδολεσχίας ὄχλον ἐργάσηται τισιν, οἷον καὶ ἐπὶ τῆς παραβολῆς ἐστι τῆς λεγούσης, “Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἰχεν οἰκονόμον” καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἃν εἴη ὁ ἄνθρωπος ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἣ καὶ τίς ἃν εἴη τυχὼν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀΦλήμασιν ἔνοχοι καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγονται, σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληΦθεῖεν ἃν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑπεμφαίνουσα τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Εστι τοίνυν τῆς προκειμένης παραβολῆς τοιοῦτος ὁ νοῦς· βοΰλεται ἡμᾶς ὁ τῶν ὅλων δεσπότης Θεὸς ὁλοτρόπως τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασιν, ἀπαλλάττοντας ἑαυτοὺς τῶν τοῦ παρόντος βίου περιασπασμῶν, ἵν εὐπαρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ, καθὼς διὰ τοῦ Δαβίδ Φησι, “σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός καὶ πάλιν δι’ ἑαυτοῦ, “πωλήσατε τὰ ὑπάρ- “χοντα καὶ δότε ἐλεημοσύνην,“ καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπου νοῦς, καὶ ἀεί πὼς προσπέπηγε τοῖς γεωδεστέροις· ὅθεν δηλαδὴ πρόφασιν σωτηρίας ἡμῖν ὑπέδειξεν ὁ Χριστὸς διὰ τῆς προκειμένης παραβολῆς, μονουχὶ λέγων, ὅτιπερ εἰ μὴ βούλοιντο τὴν τῶν χρημάτων περιουσίαν καταλιπεῖν καὶ τὴν ὑψηλὴν πολιτείαν ἀσπάσασθαι, πλὴν κατά γε τὸν ὑποβεβηκότα τρόπον, κἂν οἰκονόμοι γενέσθωσαν a τῶν πτωχευόντων συμμεριστὰς τῶν ὑπαρχόντων τούτους ποιούμενοι, ὅπως Φίλους κτησάμενοι πολλοὺς, καὶ μάρτυρας τῆς εὐσπλαγχνίας τοὺς εὖ πεπονθότας ἔχοντες, ὅταν αὐτοὺς ἡ ἐπίγειος ἐκλείποι ζωὴ, τύχωσι τόπου τινὸς ἐν ταῖς ἐκεῖθεν σκηναῖς· εἰ δὲ μὴ βούλοιντο τὸ μηδὲ τοῦτο διαπράξασθαι, ἀλλὰ τὰ παρὰ τοῦ δεσπότου δοθέντα αὐτῷ, μόναις ταῖς ἑαυτῶν δαπανῶσι τροφαῖς, ἣ καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημονοῦντες τοῦ λέγοντος Θεοῦ, “ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ “ἀδελΦῷ σου,” καὶ ὅσα ἄλλα ἡ θεία διδάσκει γραΦὴ περὶ τῆς εἰς τοὺς δεομένους συμπαθείας, ἀποπεσοῦνται πάντως τῆς οἰκονομίας, ἐπιπηδῶντος αὐτοῖς τοῦ θανάτου, καὶ τῶν τῆς περιουσίας αὐτῶν πραγμάτων ἐξέλκοντος, καὶ διὰ τὴν ἀπάνθρωπον αὐτῶν προαίρεσιν, ἀντὶ τῶν αἰωνίων σκηνῶν τῷ αἰωνίῳ καὶ ἀσωμάτῳ πυρὶ παραδοθήσονται. Τίς ἐστιν “ὁ πιστὸς ἐν ἐλαχίστῳ,” ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὴν εἰς τὸ μέλλον ἐλπίδα δεδιψηκὼς, καὶ ἀποφέρων μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονῶν δὲ μᾶλλον τὰ ἄνω, καὶ διὰ τοῦτο τὸν ἐπίγειον πλοῦτον εἰς τοὺς ἐνδεεῖς καλῶς δαπανῶν. ἐλάχιστον δὲ τὸν ἐπίγειον πλοῦτον ἐκάλεσεν, ὃν δὴ καὶ ἄδικον μαμμωνᾶν Φησιν. ὁ τοιοῦτος οὐν ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος, καὶ ἐν πολλῷ πιστός ἐστι, τουτέστιν ἐν τοῖς πνευματικοῖς καὶ θείοις χαρίσμασιν· ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος, εἰς ἑαυτὸν μόνον συντηρῶν αὐτὸν δηλονότι, καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται. Ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουσίαν ὠνόμασεν, ἐπειδὴ οὐ γεγενήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον, καὶ ὡς ἀληθῶς ἐστι γεγραμμένον, “ὅτι οὐδὲν εἰσενέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ “ἐξενεγκεῖν τι δυνάμεθα·” ἀλλότριον τοίνυν ἀνθρώπου παντὸς Φυσικῶς τὸ πλουτεῖν· ἔξωθεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, δείκνυσιν ὁ δεσπότης Χριστὸς λέγων, “οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,” καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ τῇ νόσῳ τῆς φιλαργυρίας συνεχόμενοι ἐξημυκτήρζον αὐτὸν οἱ Φαρισαῖοι καίπερ διὰ μακρῶν λόγων τούτους θεραπεῦσαι βουληθέντος, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποΦαίνει δόξης αὐτοὺς ὄντας ἐραστὰς τῆς τοῖς δικαίοις τε καὶ ἀγαθοῖς πρεπούσης ἀνδράσιν, αὐτοὺς δὲ οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν· Φησὶ γὰρ, “ὑμεῖς ἐστε οἱ “δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων· ὁ δὲ Θεὸς γινώσκει “τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον “τοῦ Θεοῦ·” τοῦτο καὶ ἑτέρωθέν που πρὸς αὐτοὺς εὑρίσκεται λέγων, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ “δόξαν τὴν παρὰ τοῦ μόνου οὐ ζητεῖτε;” τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ τῶν ὅλων στεΦανοῖ Θεὸς, οἵ γε μὴν ἀΦιλάρεταοι καὶ ὑποκριταὶ τάχα ταῖς ἑαυτῶν ψήΦοις τὸ δοκεῖν εἶναι σεπτοὶ παραβλέπουσιν, ἀλλ’ οὐδεὶς, ὦ βέλτιστοι, Φαίη τις ἃν αὐτοῖς ἑαυτὸν στεΦανοῖ. Γέγραπται γὰρ, “ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ “σὰ χείλη. ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν “δίκαιον τὸν ἀληθινόν· σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ.” ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. περὶ ὡν εἶπεν ὁ Κύριος “ὁ νόμος καὶ οἱ προΦῆται,” ἕως “μοιχεύει,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.