# Catena In Lucam ΚΕΦ. Νς..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. Νς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9D%CF%82..1

Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν. Εἰπὼν ὁ δεσπότης Χριστὸς ὅτι “ἄνθρωπός τις δύο εἶχεν υἱοὺς,” περὶ τοῦ ἀνθρωπίνου γένους Φησὶν, ὅτι εἰς δύο διήρηται τάγματα, εἰς δικαίους καὶ ἁμαρτωλοὺς, εἷς δὲ πατὴρ τῆς ἀνθρωπότητος, ὁ Φιλάνθρωπος Θεός. Προσῆλθε δὲ, φησὶν, ὁ νεώτερος, οὐ διὰ τὸν χρόνον νεώτερος ἀλλὰ διὰ τὸ ἐνὸν τῆς διανοίας καὶ τὴν γνώμην ἄστατον κεκτῆσθαι ἀνήλιξ ὑπάρχων· καὶ λέγει τῷ πατρὶ, “δός “μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας,” τουτέστιν, οὐ θέλω δουλεύειν ἀνάγκῃ, αὐτεξούσιος γάρ εἰμι, ἐὰν θέλω, σωΦρονῶ, ἐὰν οὐ θέλω, οὐκ ἀναγκάζομαι· ἔδωκεν οὖν ὁ πατὴρ ἀφθόνως ἅπασαν τὴν κτίσιν, ἐπέστησεν αὐτῷ τὸν ἑαυτοῦ νόμον τὸν Φυσικὸν καὶ γραπτὸν, ἵνα ἐν τούτῳ παιδαγωγούμενος πληρώσῃ τοῦ νομοθέτου τὸ βούλημα, θέλει γὰρ ἡμᾶς ἑκουσίως δουλεύειν αὐτῷ· εἶτα, Φησὶν, ἀπεδήμησέ που, καὶ ἀπέστη ὁ Θεὸς ἀπ’ αὐτοῦ· οὐ βιάζεται γὰρ οὐδένα μὴ βουλόμενον δουλεύειν αὐτῷ. Ἀποδημήσας τοίνυν ἔζησεν ἀσώτως, καὶ ἀνήλωσε τὴν οὐσίαν, τουτέστι τὸν ἔμφυτον λογισμὸν, τὴν σωφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, τὴν μνήμην τοῦ Θεοῦ· ὅθεν καὶ γέγονεν αὐτῷ λιμὸς ἰσχυρὸς, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· ἕπεται γὰρ τῇ ἀπωλείᾳ τῶν προειρημένων ἀρετῶν ὁ τοιοῦτος λιμός. Διὸ “καὶ παρευθὺς ἐκολλήθη ἑνὶ τῶν “πολιτῶν τῆς χώρας ἐκείνης·” ἔνθαπέρ εἰσιν οἱ μὲν πολῖται αὐτῆς δαίμονες, ὁ δὲ λιμὸς τῶν ἀγαθῶν σφοδρός· διὸ καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτοὺς, τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς. καὶ γὰρ ἐκπίπτων τις ἀπὸ Θεοῦ, καὶ διὰ τῶν ἡδονῶν τοῖς δαίμοσι προσκολλώμενος, χοιρώδης τε γενόμενος ὡς εἰς γῆν νενευκὼς, καὶ τῷ βορβόρῳ τῶν τῆς ἀτιμίας παθῶν ἐγκυλινδούμενος, εἰκότως χοῖρος νομισθήσεται· χρονίζων δὲ τοῖς κακοῖς καὶ ἄλλοις τύπος ἀπωλείας εὑρίσκεται, τρόπον τινὰ βόσκων αὐτοὺς καὶ τρέΦων τοῖς τῆς ἀσωτίας διδάγμασι. τὸ δὲ “ἐπεθύμει “χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδί- “δοῦ αὐτῷ·” τοῦτο ἐστὶν, ὅτι τῶν κακῶν οὐκ ἐλάμβανε κόρον· παραβάλλεται δὲ τοῖς κερατίοις ἡ ἁμαρτία, ὅτι ὥσπερ ἡ τούτων γεῦσις γλυκεῖά ἐστι, κατ’ αὐτὸ δὲ καὶ τραχεῖα, οὕτω καὶ ἡ τῆς ἁμαρτίας Φύσις εὐΦραίνει μικρὰ καὶ κολάζει μεγάλα, τέρπει πρόσκαιρα καὶ μαστίζει αἰώνια. εἰς ἑαυτὸν ἐλθὼν, τουτέστι λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ τίς μὲν ἦν ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς δὲ γέγονεν ὅτε ἦν ὑποτεταγμένος τοῖς δαίμοσιν, εἶπε, “πόσοι μίσθιοι τοῦ Πατρός μου,” τουτέστι κατηχούμενοι, καὶ γὰρ μισθοῦται ἀεὶ ὁ Φιλάνθρωπος Θεὸς, καὶ περὶ τρίτην ὥραν καὶ ἐΦεξῆς, ὡς γέγραπται, “περισσεύ- “ονται ἄρτων,” τῶν θείων ἐντρυφῶντες γραΦῶν, “ἐγὼ δὲ τῷ λιμῷ “τούτων συνέχομαι.” “Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου,” ὑποστρέψω καλῶς ὅθεν ἐξῆλθον κακῶς, καὶ ἐρῷ αὐτῷ, “πάτερ, “ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,” ἀρκεῖ μοι πρὸς σωτηρίαν ταῦτα τὰ ῥήματα· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα, οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα, προσδέξεται μετανοοῦντα, ὃν οὐκ ἐκόλασεν ἁμαρτάνοντα. “Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ·” πόθεν ἀναστάς; ἐκ τῆς καθέδρας τῆς ἡδονῆς, ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος· προσέθηκε γὰρ τῇ καλῇ βουλῇ καὶ τὴν πρᾶξιν· δεῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ Φίλα Θεῷ, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς ἐπιδεικνύειν ταῖς πράξεσιν· “ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος,” πῶς μακράν; ὅτι προέλαβεν ἡ εὐεργεσία τὴν μετάνοιαν· “εἰδεν αὐτὸν “ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη·” πατὴρ γὰρ ἐστὶ τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπάρχει τῇ Φύσει, “καὶ δραμὼν ἔπεσεν “ἐπὶ τὸν τράχηλόν αὐτοῦ καὶ κατεφίλησεν αὐτόν· οὐ γὰρ ἀνέμεινε τὸν προσκεκρουκότα πλησίον ἐλθεῖν, ἀλλ’ αὐτὸς αὐτῷ προσαπήντησεν· ἔθος γὰρ τῷ Φιλανθρώπῳ Θεῷ τοῦτο ποιεῖν· τὸ περιπλέκεσθαι τῇ μετανοούσῃ ψυχῇ, καὶ ἀσπάζεσθαι αὐτῆς τὴν ὑποταγήν. “εἶπε δὲ αὐτῷ ὁ υἱὸς αὐτοῦ, πάτερ, ἥμαρτον εἰς τὸν “οὐρανὸν,” Φοβοῦμαι τοῦ στερεώματος τὴν μορΦὴν, ὡς κατηγόρου Φωνὴν, “καὶ ἐνώπιόν σου·” διὸ καὶ εὐλαβοῦμαι τῷ Φωτὶ τῆς σῆς θειότητος ἐνατενίσαι, ῥυπαροὺς ἔχων τοὺς ἐπὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ὀφθαλμοὺς, μετὰ γὰρ πάντων μου τῶν κακῶν καὶ αἱ ἱπποδρομίαι κατηγοροῦσί μου· τὸ δὲ, “ποίησόν με ὡς ἕνα “τῶν μισθίων σου,” τοῦτο ἔστιν, ὅτι μήτε τῆς αὐλῆς ἀπελάσῃς με, δέσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πλανώμενον, ὡς αἰχμάλωτον ἀπαγάγῃ, μήτε πλησίον ἑλκύσῃς τῆς μυστικῆς τραπέζης καὶ Φοβερᾶς, οὐ τολμῶ γὰρ ὀΦθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. “εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,” τουτέστι πρὸς τοὺς ἱερέας, “ἐνέγκατε τὴν στολὴν πρώτην,” τουτέστιν, ἣν ἀπώλεσε τοῦ πατρὸς ἀναχωρήσας, τὴν πίστιν, τὴν γνῶσιν τῆς ἀληθείας, καὶ ἐνδύσατε αὐτὸν τὸν ἑαυτὸν ἀποδύσαντα, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, τὴν σΦραγίδα τῆς πίστεως τὴν κατὰ τοῦ διαβόλου, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, ἵνα τούτους ὑποδησάμενος ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης καταπατῇ τοὺς ὄφεις καὶ τοὺς σκορπίους, τὰς ἀντικειμένας δυνάμεις. καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν τὸν τυθέντα ὑπὲρ τῆς οἰκουμένης, τὸν τοῖς μετανοοῦσι μεταδιδόμενον, τὴν μετάλειψιν τῶν θείων μυστηρίων, “καὶ Φαγόντες εὐφρανθῶμεν, ὅτι ὁ οὗτος “ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς ἦν, καὶ εὑρέθη.” “Καὶ ἤρξαντο εὐΦραίνεσθαι·” χαρὰ γὰρ γίνεται, οὐ μόνον ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἀλλὰ ἐν τῇ γῇ πάντων εὐφραινομένων τῶν δικαίων. τὰ γὰρ ἐφεξῆς τῆς παραβολῆς ταύτης εἰρημένα, οἷον ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος, ἐρωτήσας καὶ μαθὼν τῆς ἑορτῆς τὴν ὑπόθεσιν, ἠγανάκτησε καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν, καὶ τὰ τούτων ἀκόλουθα, οὐ χρὴ ὡς Φθονήσαντος ἣ ἐγκαλέσαντος ταῦτα ἡμᾶς λογίζεσθαι, διότι παραβολὴ τὸ λεγόμενόν ἐστι, τὰ δὲ ἐν παραβολαῖς λεγόμενα οὐ δεῖ πάντα κατὰ λέξιν περιεργάζεσθαι, καθώς φησιν ὁ Χρυσόστομος εἰς τὴν ἑρμηνείαν τοῦ κατὰ Ματθαῖον, τὴν παραβολὴν ἑρμηνεύων τῶν μισθουμένων ἐργατῶν, ἀλλὰ τὸν σκοπὸν μαθόντας δι’ ὧν συνετέθησαν, τοῦτον δρέπεσθαι μόνον, καὶ μηδὲν περαιτέρω ζητεῖν ἣ πολυπραγμονεῖν. καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς τῶν ἁγίων τοιαῦτα δικαιολογούμενος, ὡς Φθόνου καὶ βασκανίας ὑπάρχοντες καθαροί. Εἰ γὰρ καὶ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες αὐτοὺς σωζομένους χαίρουσι καὶ οἰκεῖα νομίζουσι τὰ εἰς αὐτοὺς γινόμενα ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως συνετέθη ἡ παραβολὴ αὕτη; καὶ τι κατασκευάσαι βούλεται; τὴν ὑπερβάλλουσαν ἐμΦαίνει Φιλανθρωπίαν τοῦ Θεοῦ, ὅτι τοσαύτη ἐστὶ πρὸς τοὺς ἐπιστρέΦοντας εἰς αὐτὸν καὶ γνησίως μετανοοῦντας, ὥστε καὶ Φθόνον τεκεῖν ἑτέροις δυναμένους· ὅπερ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, εὐεργετήσαντες τινὰ, λέγοντες αὐτῷ, ὅτι ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοιαύτης τιμῆς ἠξίωσα, οὔτε ἐγκληθέντες παρὰ τοῦ ἐκεῖνον διαβαλεῖν ἐθέλοντος, ἀλλ’ ἐν τούτῳ δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν, ὅμως δὲ καὶ προασφαλίζεται διὰ τοῦ ὑποδείγματος τοῦ πρεσβυτέρου υἱοῦ, τοὺς ἀμέμπτως πολιτευομένους μηδέποτε δέξασθαι λογισμὸν Φθόνον τίκτοντα ἐπὶ σωτηρίᾳ μετανοούντων ἁμαρτωλῶν, ὑπὸ τοῦ μισανθρώπου διαβόλου ὑποβαλλόμενον, ἀλλὰ μᾶλλον παραυτὰ τοῦτον ἀποστρέφεσθαι, εὐφραινομένους καὶ χαίροντας ἐπὶ τῇ σωτηρίᾳ αὐτῶν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι δοκεῖ τισι διὰ τῆς τῶν υἱῶν δυνάμεως τούς τε ἁγίους Ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς τοὺς ὄντας ἐπὶ τῆς γῆς, καὶ τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον τὸ τῶν ἁγίων Ἀγγέλων τάγμα δηλοῦν, τὸ δὲ τοῦ ἀσώτου καὶ νεωτέου τὸ γένος τὸ ἀνθρώπινον· καὶ ἄλλοι δὲ πάλιν νομίζουσι, διὰ μὲν τοῦ πρεσβυτέρου τὸν κατὰ σάρκα Ἰσραὴλ δηλοῦσθαι, διὰ δὲ τοῦ νεωτέρου τὰ ἔθνη. “ἀπόψηΦος δέ,” Φησιν, ὁ ἅγιος Κύριλλος, “ταῖς περὶ τούτων δόξαις εἰμὶ μὲν ἐγὼ, δοκιμαζέτω δὲ καὶ ὁ “Φιλομαθὴς τὸ ἀληθὲς, οὔτε γὰρ περὶ τῶν ἁγίων Ἀγγέλων “πρέπον ἐστὶ λογίζεσθαι, ὅτι οὐκ ἐπεγίνωσκον τοῦ ἀσώτου μετά- “νοιαν καὶ τὴν ἐπὶ τούτῳ τελουμένην ἑορτὴν, ἀλλ’ ὡς ἀγνοοῦντες “ἠρώτων· οὔτε πάλιν χρὴ συναινεῖν ἡμᾶς ὡς εὖ βεβιωκότας τῶν ἐξ Ἰσραὴλ, ὅπου γε τούτους διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς “θεοπνεύστου γραΦῆς, διαβεβλημένους ἐστιν ἰδεῖν ὡς ἀποστάτας καὶ ἀπειθεῖς.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
