# Catena In Lucam ΚΕΦ. ΞΒ..1

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΞΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CE%92..1

Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου. Τοῦ Αὐτοῦ. eΤινὲς διαβάλλουσι τὸν νεανίσκον τινὰ καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα, ἐγὼ δὲ Φιλάργυρον αὐτὸν καὶ χρημάτων ἥττονα, οὐκ ἃν παραιτησαίμην εἰπεῖν. Ἐπειδὴ δὲ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μὴ ἀσΦαλῶς τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸν Μάρκον ταύτην ἀνηρηκέναι τὴν ὑποψίαν· καὶ γάρ Φησιν, “ὅτι προσδραμὼν καὶ γονυπετῶν παρε- “κάλει αὐτὸν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτὸν,” διὰ τι οὖν οὕτως ὁ Χριστὸς πρὸς αὐτὸν ἀπεκρίνατο λέγων, “οὐδεὶς “ἀγαθός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ· διὰ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσερχομένων ἀποκρίνεται. ὅταν οὖν εἴπῃ, “οὐδεὶς ἀγαθὸς,” οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει, ἄπαγε. οὐ γὰρ λέγει, τί με λέγεις ἀγαθόν; οὐκ εἰμὶ ἀγαθὸς, ἀλλ’ οὐδεὶς ἀγαθὸς, τουτέστιν, οὐδεὶς ἀνθρώπων, καὶ αὐτὸς δὲ ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ εἰσήγαγεν, “ει μη εις ο θεος.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ, καὶ ὅταν λέγῃ, “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς” πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό Φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τούτων ἀρχή. Καὶ μετ’ ὀλίγα — Λιπαρὰ ἦν ἡ γῆ, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, καὶ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος ἐΦ᾿ οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδεὶς ἔπαθέ ποτε τῶν Φαρισαίων, ἀλλ’ ἠγρίαινον ἐπιστομιζόμενοι, οὗτος δὲ ἄπεισι κατηφὴς, ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὥστε Θεοῦ ἔργον τὸ σωθῆναι ἡμᾶς, ἀλλ’ ἡμῶν τὸ θελῆσαι, Θεοῦ δὲ τὸ δωρήσασθαι. Κυρίλλογ Ἀλεξανδρείασ. Ἔξεστι γὰρ αὐτοῖς, εἰ ἅπαν ἕλοιντο τῶν ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, “ποιῆσαι “Φίλους ἐκ τοῦ ἀδίκου μαμμωνᾶ, ἱν ὅταν ἐκλείπωσι, δέξωνται “αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς.” Τοῦ Αὐτοῦ. Προσεπάγει δὲ τοῦτο ὁ Ματθαῖος τὸ “τί ἄρα “ἔσται ἡμῖν;” πρὸς τοῦτο ἐρεῖ τις, τι γὰρ ὅλως ἀΦῆκαν οἱ μαθηταὶ, ἣ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτα Φαμέν; μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. ὡς γὰρ οὐδὲν κεκτημένοι πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλιγοστὰ καταλελοιπότας διά γε τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. ἀραρότως μὲν γὰρ ὁ πολύσιος καταΦρονήσας ἃς πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς. ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀναγκαῖον, τὸ γάρ τοι πολλῶν ἣ ὀλίγων ἀπολισθεῖν ἴσον τοῖς πάθεσιν εἴη ἃν, κατά γε τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἃν τοῖς πολλὰ κεκτημένοις, οἱ μὴ κατ’ αὐτοὺς μένοντες· εἰτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμβολὴν ἑκούσιον ὑπομένοντες. Διὰ τοῦτο δὲ οἱ Ἀπόστολοι “οὐδὲν τούτων συνῆκαν, ἀλλ’ ἦν τὸ “ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγό- “μενα,” ἐπειδὴ οὐδέπω ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προΦητῶν προκεκηρυγμένα.

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
