# Catena In Lucam ΚΕΦ. ΞΓ.

Catenae (Novum Testamentum), Catena In Lucam, ΚΕΦ. ΞΓ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-lucam/%CE%9A%CE%95%CE%A6.%20%CE%9E%CE%93.

Περὶ τοῦ τυφλοῦ. Προσῆλθε μὲν ὁ τυφλὸς ὡς Θεῷ τῷ πάντα ἰσχύοντι, ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβὶδ, ἐπειδὴ τεθραμμένος ἐν Ἰουδαισμῷ οὐκ ἠγνόησε τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν περὶ αὐτοῦ προηγορευμένα, ὅτι ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα· οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὣν ὁ Λόγος ὑπέμεινε τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου Φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται. Οὐκ ἀγνοῶν δὲ ἠρώτησεν αὐτὸν ὁ πάντα εἰδὼς, “τί θέλεις “ποιήσω σοι;” ἀλλ’ ἵνα μάθοιεν οἱ παρεστηκότες, ἤγουν οἱ συμβαδίζοντες ὡς οὐ χρήματα αἰτεῖν αὐτὸν, ἀλλ’ ἐνέργειαν θεικὴν, ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔΦη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον· τίς γὰρ τῶν ἁγίων προφητῶν εἰπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ Φωνή· Φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι Φιλόχριστος, ἠκολούθει γὰρ, Φησὶν, αὐτῷ, τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτὸν, ἅπας γὰρ, φησὶν, ὁ λαὸς ἔδωκεν αἶνον τῷ

---

Catenae (Novum Testamentum), Catena In Lucam, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg004.local001/.
