Ancient Greek
ΚΕΦ. ΞΔ.
Catenae (Novum Testamentum), Catena In Lucam ΚΕΦ. ΞΔ.
Not analysed yet
Περὶ τοῦ Ζακχαίου. Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐπ’ ἐπιτάσει δὲ πολλῇ παρ’ αὐτῷ τὸ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπὸς, τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος· ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. ἐπιθυμήσαντος γὰρ ἐκείνου τὸν Κύριον Ἰησοῦν θεάσασθαι, καὶ διὰ τοῦτο ἐπὶ συκομορέαν ἀνελθόντος, ἐβλάστησεν ἐν ἑαυτῷ σπέρμα σωτηρίας· ὅνπερ ἰδὼν ὁ Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι· προτείνει τὴν ἡμερότητα λέγων, “Ζακχαῖε, σπεύσας κατάβηθι” καὶ τὰ ἑξῆς· ἐγίνωσκε γὰρ ὡς προγνώστης Θεὸς τὸ ἐσόμενον. εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ ἑλέσθαι βιοῦν ἁγίως, καὶ μετέθεικεν εἰς εὐσέβειαν· καὶ γὰρ ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων, ὅθεν καὶ γέγονεν εὐθὺς ἐλεήμων καὶ φιλοπτωχείας ἐραστὴς, καὶ τοῖς ἠδικημένοις ὑπέσχετο τετραπλοῦν ἅπερ ἠδίκησεν ἀποδοῦναι, κατὰ τὸν νόμον τὰ τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Διό φησι Χριστὸς ὁ Θεὸς ἡμῶν, “σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ “γέγονε, καθότι καὶ αὐτὸς υἱός ἐστιν Ἀβραάμ.” ἔνθα γὰρ εἰσβάλλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία. Ἔδει δὲ καὶ τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως, ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τοῦ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο Θεός. Τοῦ ἁρίου Τίτου Βοστρῶν. Παραθαρρύνας αὐτὸν λέγει, “σπεύσας κατάβηθι,” σοῦ χρείαν ἔχω, μέγα σου τὸ ἕλκος, μεγάλην ἐπιδείκνυμι τὴν θεραπείαν, ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, οὐ τοσοῦτον ἐν τῷ ἔξω, ὅσον ἐν τῶ τῆς διανοίας. καὶ ὑπεδέξατο αὐτὸν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα. Ἐπαγγέλλεται δὲ τῷ Σωτήρι’ τὰ ἡμίση τῶν ὑπαρχόντων, οὐχ ἵνα ἑαυτῷ τὰ λοιπὰ παρακατάσχῃ, ἀλλ’ ἵνα τετραπλασίονα ἀποτίσῃ τοῖς πλεονεκτηθεῖσιν. ἐπὶ τούτοις Ἰησοῦς εὐφραίνεται καὶ φησι, “σήμερον σωτηρία “γέγονε τῷ οἴκῳ τούτῳ.” ἠπίστατο γὰρ τὸ ὁλόκληρον τοῦ μετανοήσαντος, τετραπλασίονα δὲ ἀποδίδωσι τοῖς ἀδικηθεῖσι, νόμιμον ποιούμενος τὴν ἔκτισιν·